- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:1.7.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
探讨老年人何以更偏好未调和之烈酒,驳斥了体质阴冷难温的陈说,指出衰老导致感官普遍松弛迟钝,从而在味觉、听觉等各感官上皆需要强烈刺激以唤醒感知。
ἐζητεῖτο περὶ τῶν γερόντων, διὰ τί μᾶλλον ἀκρατοτέρῳ τῷ ποτῷ χαίρουσιν. οἱ μὲν οὖν κατεψυγμένην τὴν ἕξιν αὐτῶν καὶ δυσεκθέρμαντον οὖσαν οἰόμενοι διὰ τοῦτο τῇ σφοδρότητι τῆς κράσεως ἐναρμόττειν, ἐφαίνοντο κοινόν τι καὶ πρόχειρον οὐχ ἱκανὸν δὲ πρὸς τὴν αἰτίαν οὐδʼ ἀληθὲς λέγοντες.1 καὶ γὰρ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ταὐτὸ συμβέβηκε. δυσκίνητοι γάρ εἰσι καὶ δυσμετάβλητοι πρὸς τὰς ἀντιλήψεις τῶν ποιοτήτων, ἂν μὴ κατάκοροι καὶ σφοδραὶ προσπέσωσιν αἰτία δʼ ἡ τῆς ἕξεως ἄνεσις· ἐκλυομένη γὰρ καὶ ἀτονοῦσα πλήττεσθαι φιλεῖ. διὸ τῇ τε γεύσει μάλιστα τοὺς δηκτικοὺς προσίενται χυμούς, ἥ τʼ ὄσφρησις αὐτῶν ὅμοια πέπονθε πρὸς τὰς ὀσμάς· κινεῖται γὰρ ὑπὸ τῶν ἀκράτων καὶ σφοδρῶν ἥδιον. ἡ δʼ ἁφὴ πρὸς τὰ ἕλκη δυσπαθής· τραύματα γὰρ ἐνίοτε λαμβάνοντες οὐ μάλα πονοῦσιν. ὁμοιότατον δὲ γίγνεται τὸ τῆς ἀκοῆς· οἱ γὰρ μουσικοὶ γηρῶντες ὀξύτερον ἁρμόζονται καὶ σκληρότερον, οἷον ὑπὸ πληγῆς τῆς συντόνου φωνῆς ἐγείροντες τὸ αἰσθητήριον. ὅ τι γὰρ σιδήρῳ πρὸς ἀκμὴν στόμωμα, τοῦτο σώματι πνεῦμα παρέχει πρὸς αἴσθησιν·2 ἐνδόντος δὲ τούτου καὶ χαλάσαντος, ἀργὸν ἀπολείπεται καὶ γεῶδες τὸ αἰσθητήριον καὶ σφοδροῦ τοῦ νύττοντος, οἷον ὁ ἄκρατός ἐστι, δεόμενον.
众人探讨了关于老人的问题,为何他们更喜爱未经调和的烈酒。有些人认为他们的体质已经冷却且难以温热,因此能与浓烈之酒相适调,但这部分人似乎是在陈述一种陈腐而浅显的见解,既不足以解释原因,亦非实情。盖因在其他感官上也发生了同样的情形。盖因除非事物的性质浓烈而强猛地触及他们,否则他们对于这些性质的感知便迟钝且难起变化。其缘由在于身体状态的松弛;盖因当其涣散而失去张力时,便喜爱受到击打。因此在味觉上他们亦最乐于接纳辛辣刺激的滋味,其嗅觉对于气味亦处于同样的境地;盖因它因浓烈纯粹的气味而受到更为愉悦的刺激。触觉对于创伤亦甚为麻木;盖因他们有时受了创伤,却不觉甚痛。而听觉的情形与之最为相似:盖因音乐家年老时,会调出更尖锐、更刚硬的音调,宛如借由亢急音调的击打来唤醒感觉器官。盖因淬火对于铁的锋刃起何等作用,普纽玛对于身体的感知亦提供何等作用;然而一旦此气屈服而松弛,感觉器官便被遗留在迟钝而带有土性之态,需要像纯烈之酒那般猛烈刺激(如针刺般)之物。
- 1οἱ μὲν οὖν κατεψυγμένην τὴν ἕξιν αὐτῶν καὶ δυσεκθέρμαντον οὖσαν οἰόμενοι διὰ τοῦτο τῇ σφοδρότητι τῆς κράσεως ἐναρμόττειν, ἐφαίνοντο κοινόν τι καὶ πρόχειρον οὐχ ἱκανὸν δὲ πρὸς τὴν αἰτίαν οὐδʼ ἀληθὲς λέγοντες.
全句主干为 οἱ μὲν οὖν ... οἰόμενοι(主语)与 ἐφαίνοντο ... λέγοντες(谓语),属于 φαίνομαι 接分词 λέγοντες 作补足语的结构(“表现出/似乎在述说……”)。在分词短语 οἰόμενοι 内部统领宾格不定式从句,核心为 τὴν ἕξιν αὐτῶν(不定式主语宾格)+ ἐναρμόττειν(不定式),κατεψυγμένην ... καὶ δυσεκθέρμαντον οὖσαν 则为修饰 τὴν ἕξιν 的表语性分词成分。
- 625bὅ τι γὰρ σιδήρῳ πρὸς ἀκμὴν στόμωμα, τοῦτο σώματι πνεῦμα παρέχει πρὸς αἴσθησιν
由关系代词 ὅ τι 与指示代词 τοῦτο 构成的比例对应句(“正如X之于A,Y对于B亦如此”)。关系从句中省略了系动词 ἐστί,即 ὅ τι [ἐστὶ] σιδήρῳ πρὸς ἀκμὴν στόμωμα(淬火之于铁器锋刃为何物),以此界定主句宾语 τοῦτο 的所指。主句中 πνεῦμα 为主语,παρέχει 为谓语动词,σώματι 为与格补足语,πρὸς αἴσθησιν 为表目的或范畴的介词短语。
