- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:1.6.1-1.6.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在辨析了亚历山大与米特拉达梯海量饮酒的逸闻及世人误解后,席间继而谈及拳斗士赫拉克利德斯与德鲁苏斯侍医的海量实态,进而探讨苦杏仁凭借其干燥药效抵御沉醉的机理。
λόγος ἦν περὶ Ἀλεξάνδρου τοῦ βασιλέως, ὡς οὐ πολὺ πίνοντος ἀλλὰ πολὺν χρόνον ἐν τῷ πίνειν καὶ διαλέγεσθαι τοῖς φίλοις ἕλκοντος.1 ἀπεδείκνυε δʼ αὐτοὺς φλυαροῦντας Φιλῖνος ἐκ τῶν βασιλικῶν ἐφημερίδων, ἐν αἷς συνεχέστατα γέγραπται καὶ πλειστάκις ὅτι τήνδε τὴν ἡμέραν ἐκ τοῦ πότου καθεύδων ἔστι δʼ ὅτε καὶ τὴν ἐφεξῆς· διὸ καὶ πρὸς τὰς συνουσίας ἀργότερος ἦν ὀξὺς δὲ καὶ θυμοειδὴς ἅπερ ἐστὶ σωματικῆς θερμότητος. λέγεται δὲ καὶ τοῦ χρωτὸς ἥδιστον ἀποπνεῖν, ὥστε καταπιμπλάναι τοὺς χιτωνίσκους εὐωδίας ἀρωματιζούσης. ὃ δοκεῖ καὶ αὐτὸ θερμότητος εἶναι· διὸ καὶ τῆς οἰκουμένης οἱ ξηρότατοι καὶ θερμότατοι τόποι τὴν τε κασίαν καὶ τὸν λιβανωτὸν ἐκφέρουσι· πέψει γάρ τινι τῶν ὑγρῶν ὁ Θεόφραστός φησιν ἐπιγίγνεσθαι τὴν εὐωδίαν, ὅταν ἐξαιρεθῇ τὸ βλαβερὸν ὑγρὸν ὑπὸ θερμότητος. δοκεῖ δὲ καὶ Καλλισθένης ἐν διαβολῇ γενέσθαι πρὸς αὐτόν, ὡς δυσχεραίνων δειπνεῖν διὰ τὸν πότον· ἐπεὶ καὶ κύλικα λεγομένην Ἀλεξάνδρου μεγάλην, ἐλθοῦσαν ἐπʼ αὐτὸν, ἀπεώσατο φήσας οὐκ ἐθέλειν Ἀλεξάνδρου πιὼν Ἀσκληπιοῦ δεῖσθαι.2 ταῦτα μὲν οὖν περὶ τῆς Ἀλεξάνδρου πολυποσίας.
关于亚历山大国王曾有一种传闻,称他饮酒并不甚多,而是在饮酒和与友朋交谈中耗费了大量时光。然而菲利努斯依据王室日记证明他们是在胡言乱语;日记中极为频繁且屡次记载着:“此日因酒宴而沉睡”,有时甚至“连次日亦复如此”。因此他在肉体交合之事上较为迟钝,却性情急躁而暴烈,这皆是肉体热性的表征。据说他的肌肤亦散发着至为芬芳的香气,以至于使衬衣充溢着芳香的香料气息。此事本身似乎亦是热性的缘故;因此人居界中最为干燥酷热的地域方才出产肉桂与乳香。盖因正如泰奥弗拉斯托斯所言,当有害的湿气被热力驱除时,因湿气的某种消化熟化作用便会产生芳香。卡利斯忒涅斯似乎亦是因重饮之事嫌恶赴宴,从而在他面前招致恶评;因为当那只被称为“亚历山大”的大酒杯传到他面前时,他将其推开,并言道自己不愿饮下亚历山大[之杯],转而需要阿斯克勒庇俄斯[的医治]。关于亚历山大的大量饮酒,便止于这些话。
Μιθριδάτην δὲ τὸν πολεμήσαντα Ῥωμαίοις ἐν τοῖς ἀγῶσιν, οὓς ἐπετέλει, καὶ πολυφαγίας ἆθλα θεῖναι καὶ πολυποσίας φασί· νικῆσαι δʼ αὐτὸν ἀμφότερα, καὶ ὅλως πιεῖν πλεῖστον τῶν καθʼ αὑτὸν ἀνθρώπων, διὸ καὶ Διόνυσον ἐπικληθῆναι. τοῦθʼ ἡμεῖς εἴπομεν ἕν τι τῶν εἰκῆ πεπιστευμένων εἶναι, τὸ περὶ τὴν αἰτίαν τῆς ἐπικλήσεως· νηπίου γὰρ ὄντος αὐτοῦ κεραυνὸς ἐπέφλεξε τὰ σπάργανα, τοῦ δὲ σώματος οὐχ ἥψατο, πλὴν ὅσον ἴχνος τι τοῦ πυρὸς ἐν τῷ μετώπῳ κρατουμένῳ ὑπὸ τῆς κόμης μένειν αὐτῷ παιδί· καὶ ἀνδρὸς ἤδη πάλιν ἐπὶ τὸ δωμάτιον ἐμπεσὼν κεραυνὸς αὐτοῦ μὲν κατέπεσε καθεύδοντος, τῆς δὲ φαρέτρας ὑποκρεμαμένης διεξῆλθε τὰ βέλη πυρακτώσας. οἱ μὲν οὖν μάντεις ἀπεφήναντο πλεῖστον αὐτὸν ἰσχύσειν ἀπὸ τῆς τοξικῆς καὶ κούφης στρατιᾶς, οἱ δὲ πολλοὶ Διόνυσον αὐτὸν ἀπὸ τῶν κεραυνοβολιῶν ὁμοιότητι τοῦ πάθους προσηγόρευσαν.
另一方面,据说曾与罗马人作战的米特拉达梯在他举办的竞技会中,不仅设立了大食的奖赏,亦设立了大饮的奖赏;他自身在这两项中皆拔得头筹,且饮酒之多冠绝同时代之人,因此亦被赋予“狄奥尼索斯”的称号。我们曾指出,这关于称号缘由的说法,乃是世人妄信的诸事之一。盖因当他尚在襁褓之中时,雷电曾焚烧了他的包裹布,却未伤及身躯,仅在他孩童时的额头上留下一丝被头发遮盖的火痕;待他已成年之时,雷电再次击入其寝榻,在他熟睡之际当头击落,却仅是将下方悬挂的箭囊中的箭矢烧红穿透。因此预言家们宣称他将因弓弩与轻装部队而获得无上威权,然而大众却因雷击之厄在经历上的相似性,将他称为狄奥尼索斯。
ἐκ τούτου περὶ τῶν πολὺ πιόντων ἦν λόγος· ἐν οἷς καὶ τὸν πύκτην Ἡρακλείδην ἐτίθεσαν, ὃν Ἡρακλοῦν Ἀλεξανδρεῖς ὑπεκορίζοντο, κατὰ τοὺς πατέρας ἡμῶν γενόμενον. οὗτος ἀπορῶν συμπότου παραμένοντος, ἐκάλει τοὺς μὲν ἐπὶ πρόπωμα τοὺς δʼ ἐπʼ ἄριστον ἄλλους δʼ ἐπὶ δεῖπνον, ἐσχάτους δέ τινας ἐπὶ κῶμον· ἀπαλλαττομένων δὲ τῶν πρώτων, δεύτεροι συνῆπτον εἶτʼ ἐφεξῆς οἱ τρίτοι καὶ τέταρτοι· κἀκεῖνος οὐθὲν διάλειμμα ποιῶν ἅπασιν ἐξήρκει καὶ τοὺς τέσσαρας πότους συνδιέφερε.
由此,众人转而谈论起善饮海量之人。在这之中他们亦列举了拳斗士赫拉克利德斯——亚历山大里亚人亲昵地称之为赫拉克鲁斯——他生活在我们父辈的时代。此人因苦于没有能奉陪到底的同席者,便邀请一些人共饮餐前酒,另一些人共进午餐,其他人共进晚餐,最后若干人则共赴夜宴狂欢。当第一批客人离去时,第二批便接着加入,随后依次是第三批和第四批;而他毫无停歇间歇,足以应付众人,将四场酒宴自始至终一并承担。
τῶν δὲ Δρούσῳ τῷ Τιβερίου Καίσαρος υἱῷ συμβιούντων3 ὁ πάντας ἐν τῷ πίνειν προτρεπόμενος ἰατρὸς ἑάλω τῶν πικρῶν ἀμυγδαλῶν πέντʼ ἢ ἓξ ἑκάστοτε προλαμβάνων ἕνεκα τοῦ μὴ μεθύσκεσθαι· κωλυθεὶς δὲ καὶ παραφυλαχθεὶς οὐδʼ ἐπὶ μικρὸν ἀντέσχεν. ἔνιοι μὲν οὖν ᾤοντο τὰς ἀμυγδαλίδας δηκτικόν τι καὶ ῥυπτικὸν ἔχειν τῆς σαρκός, ὥστε καὶ τῶν προσώπων τὰς ἐφηλίδας ἐξαιρεῖν· ὅταν οὖν προληφθῶσι, τῇ πικρότητι τοὺς πόρους ἀμύσσειν καὶ δηγμὸν ἐμποιεῖν, ὑφʼ οὗ τὸ ὑγρὸν κατασπῶσιν ἀπὸ τῆς κεφαλῆς διατμιζόμενον. ἡμῖν δὲ μᾶλλον ἡ τῆς πικρότητος ἐδόκει δύναμις ἀναξηραντικὴ καὶ δάπανος ὑγρῶν εἶναι· διὸ τῇ γεύσει πάντων ἐστὶ τῶν χυλῶν ὁ πικρὸς ἀηδέστατος· τὰ γὰρ φλέβια τῆς γλώττης, ὡς ὁ Πλάτων φησί, μαλακὰ καὶ νοτερὰ ὄντα, συντείνει παρὰ φύσιν ἡ τῆς ξηρότητος δύναμις, ἐκτηκομένων τῶν ὑγρῶν. καὶ τὰ ἕλκη τοῖς πικροῖς ἀπισχναίνουσι φαρμάκοις, ὡς ὁ ποιητής φησιν "ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν χερσὶ διατρίψας ὀδυνήφατον, ἣ οἱ ἁπάσας ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα." τὸ γὰρ τῇ γεύσει πικρὸν τῇ δυνάμει ξηραντικὸν ὀρθῶς προσηγόρευσε. φαίνεται δὲ καὶ τὰ διαπάσματα τῶν γυμνικῶν, οἷς ἀναρπάζουσι τοὺς ἱδρῶτας, πικρὰ τῇ γεύσει καὶ στυπτικὰ ὄντα σφοδρότητι τοῦ στρυφνοῦ τὸ πικρόν. οὕτως οὖν ἔφην τούτων ἐχόντων, εἰκότως ἡ τῶν ἀμυγδαλῶν πικρότης βοηθεῖ πρὸς τὸν ἄκρατον, ἀναξηραίνουσα τοῦ σώματος τὰ ἐντὸς καὶ οὐκ ἐῶσα πίμπλασθαι τὰς φλέβας, ὧν διατάσει φασὶ καὶ ταραχῇ συμβαίνει τὸ μεθύειν. τεκμήριον δὲ τοῦ λόγου μέγα τὸ συμβαῖνον περὶ τὰς ἀλώπεκας· ἂν γὰρ ἀμυγδάλας πικρὰς φαγοῦσαι μὴ ἐπιπίωσιν, ἀποθνήσκουσι τῶν ὑγρῶν ἀθρόως ἐκλειπόντων.
而在与提比略·恺撒之子德鲁苏斯交往过密的人当中,有一位在饮酒上总是催促众人的医师,被发觉每次皆预先服下五六粒苦杏仁以防沉醉;然而一旦被制止并严加防范,他便连片刻亦支撑不住。有些人于是认为杏仁对肉体具有某种刺激与清洗的效力,以至于能祛除面部的雀斑;因此一旦预先服下,便因其苦味刺痛毛孔并产生刺激,由此将头顶蒸腾的湿气向下引拽。但在我们看来,苦味的力量毋宁说是干燥并耗尽湿气;因此在味觉上,苦味是一切汁液中最令人不适的。盖因正如柏拉图所言,舌头的细小血管原本柔软而湿润,而干燥的力量在湿气溶散之际,会使它们发生非自然的紧缩。人们亦用苦味药物使伤口干燥收敛,正如诗人所言: “他敷上一枚苦根, 以手搓碎那止痛之根,它遏止了他的一切 痛苦;创口干燥,血流止息。” 盖因他将味觉上的苦味,正确地称作效力上的干燥性。竞技者用来吸取汗液的涂身细粉,在味觉上亦显得苦涩而具收敛性,因其涩味之猛烈而带有苦味。 “因此,”我说道,“既然情状如此,杏仁的苦味有助于抵抗纯酒便是合乎情理的,因它使身体内部干燥,不容血管充盈;而人们正是说,因血管的扩张与混乱方才导致沉醉。对此论点的一个巨大明证便是狐狸身上所发生的事:盖因它们若食用了苦杏仁而事后不饮水,便会因体液骤然枯竭而亡。”
- 623eὡς οὐ πολὺ πίνοντος ἀλλὰ πολὺν χρόνον ἐν τῷ πίνειν καὶ διαλέγεσθαι τοῖς φίλοις ἕλκοντος
由连词 ὡς 引导的属格分词结构(πίνοντος ... ἕλκοντος),与前文的 Ἀλεξάνδρου τοῦ βασιλέως 在性数格上保持一致。它与句首的 λόγος ἦν(有传言称……)相配合,表明这是世人所流传的说法或主张,而非作者所断定的事实。
- 624aοὐκ ἐθέλειν Ἀλεξάνδρου πιὼν Ἀσκληπιοῦ δεῖσθαι
间接引语中的不定式结构。Ἀλεξάνδρου 与 Ἀσκληπιοῦ 皆为属格,构成巧妙的对仗双关。前者 Ἀλεξάνδρου 是依赖分词 πιὼν 的部分属格(指饮用“亚历山大杯”中的酒,或向亚历山大敬酒),后者 Ἀσκληπιοῦ 则是动词 δεῖσθαι 所要求的表示匮乏/需要的属格(“需要医神阿斯克勒庇俄斯[的医治]”)。
- 624cτῶν δὲ Δρούσῳ τῷ Τιβερίου Καίσαρος υἱῷ συμβιούντων
置于句首的部分属格短语(分词 συμβιούντων 作名词性用法)。它指明了后文主语 ὁ ... ἰατρός(那位医师)所从属的群体(“在与德鲁苏斯共同起居的人当中……”)。
