← 普鲁塔克

食桌谈话录

§1.5.1-1.5.2

爱神教人不通文雅者作诗之由

在索西乌斯家中,众人探讨了“爱神教导不通文雅者作诗”之语的含义;在论及爱神赋予之勇气、爱与沉醉之相似性以及恋人赞美并炫示所爱之人的心理之后,索西乌斯援引泰奥弗拉斯托斯的音乐论指出,爱神集音乐的三大本原(悲痛、欢愉与神凭)于一身,因而最能驱使人创作诗歌韵律。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5.1

πῶς εἴρηται τὸ "ποιητὴν δʼ ἄρα ἔρως διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν" ἐζητεῖτο παρὰ Σοσσίῳ, Σαπφικῶν τινων ᾀσθέντων, ὅπου καὶ τὸν Κύκλωπα μούσαις εὐφώνοις ἰᾶσθαι φησὶ τὸν ἔρωτα Φιλόξενος. ἐλέχθη μὲν οὖν, ὅτι πρὸς πάντα τόλμαν ὁ ἔρως καὶ καινοτομίαν συγχωρῆσαι δεινός ἐστιν, ὥσπερ καὶ Πλάτων ἴτην αὐτὸν καί παντὸς ἐπιχειρητὴν ὠνόμασε· καὶ γὰρ λάλον ποιεῖ τὸν σιωπηλὸν καὶ θεραπευτικὸν τὸν αἰσχυντηλόν, ἐπιμελῆ δὲ καὶ φιλόπονον τὸν ἀμελῆ καὶ ῥᾴθυμον ὃ δʼ ἄν τις μάλιστα θαυμάσειεν, φειδωλὸς ἀνήρ τε καὶ μικρολόγος ἐμπεσὼν εἰς ἔρωτα, καθάπερ εἰς πῦρ σίδηρος ἀνεθεὶς καὶ μαλαχθείς, ἁπαλὸς καὶ ὑγρὸς καὶ ἡδίων· ὥστε τουτὶ τὸ παιζόμενον μὴ πάνυ φαίνεσθαι γελοῖον, ὅτι πράσου φύλλῳ τὸ τῶν ἐρώντων δέδεται βαλλάντιον ἐλέχθη δὲ καὶ ὅτι τῷ μεθύειν τὸ ἐρᾶν ὅμοιόν ἐστι· ποιεῖ γὰρ θερμοὺς καὶ ἱλαροὺς καὶ διακεχυμένους· γενόμενοι δὲ τοιοῦτοι πρὸς τὰς ἐπῳδοὺς καὶ ἐμμέτρους μάλιστα φωνὰς ἐκφέρονται. καὶ τὸν Αἰσχύλον φασὶ τὰς τραγῳδίας πίνοντα ποιεῖν καὶ διαθερμαινόμενον. ἦν δὲ Λαμπρίας ὁ ἡμέτερος πάππος ἐν τῷ πίνειν εὑρετικώτατος αὐτὸς αὑτοῦ καὶ λογιώτατος· εἰώθει δὲ λέγειν ὅτι τῷ λιβανωτῷ παραπλησίως ὑπὸ θερμότητος ἀναθυμιᾶται. καὶ μὴν ἥδιστα τοὺς ἐρωμένους ὁρῶντες οὐχ ἧττον ἡδέως ἐγκωμιάζουσιν ἢ ὁρῶσι· καὶ πρὸς πάντα λάλος ὢν ἔρως λαλίστατός ἐστιν ἐν τοῖς ἐπαίνοις. αὐτοί τε γὰρ οὕτω πεπεισμένοι τυγχάνουσι καὶ βούλονται πεπεῖσθαι πάντας, ὡς καλῶν κἀγαθῶν ἐρῶντες. τοῦτο καὶ τὸν Λυδὸν ἐπῆρε Κανδαύλην τῆς ἑαυτοῦ γυναικὸς ἐπισπᾶσθαι θεατὴν εἰς τὸ δωμάτιον τὸν τὴν1 οὐ βούλονται γὰρ ὑπʼ ἄλλων μαρτυρεῖσθαι· διὸ καὶ γράφοντες ἐγκώμια τῶν καλῶν ἐπικοσμοῦσιν αὐτὰ μέλεσι καὶ μέτροις καὶ ᾠδαῖς, ὥσπερ εἰκόνας χρυσῷ καλλωπίζοντες, ὅπως ἀκούηταί τε μᾶλλον ὑπὸ πολλῶν καὶ μνημονεύηται· καὶ γὰρ ἂν ἵππον καὶ ἀλεκτρυόνα, κἂν ἄλλο τι τοῖς ἐρωμένοις διδῶσι, καλὸν εἶναι καὶ κεκοσμημένον ἐκπρεπῶς βούλονται καὶ περιττῶς τὸ δῶρον· μάλιστα δὲ λόγον κόλακα προσφέροντες ἡδὺν ἐθέλουσι φαίνεσθαι καὶ γαῦρον καὶ περιττόν, οἷος ὁ ποιητικός ἐστιν.

“爱神确实教导人作诗,纵使他先前并不通晓风雅”,这句诗究竟当作何解,乃是在索西乌斯家中被探讨的。当时席间有人唱起萨福的若干诗篇,况且菲洛克塞诺斯也说连库克洛普斯都“以婉转动听的缪斯之声疗愈爱情”。席间首先有人言道:爱神极善于激发起针对一切事物的大胆与革新,正如柏拉图亦称其为“勇往直前”且“凡事皆敢于尝试者”;盖因他使沉默者多言,使羞怯者殷勤,将怠惰疏忽者变为审慎勤勉之人。而尤为令人惊异的是:一个原本吝啬狭隘之人一旦坠入爱河,便宛若钢铁投入烈火之中得以舒解软化一般,变得柔顺、温存而更加和悦;以至于那句戏言——“恋人们的钱袋是用韭菜叶系着的”——显得并不全然荒谬可笑。 席间亦有人言道:恋爱与沉醉颇为相似;因它使人身心温热、欢畅舒展;而人一旦化为这般情状,便格外易于被引向具有魔力与合乎韵律的言辞。据说埃斯库罗斯亦是在饮酒温热周身之际创作悲剧的。而我们的祖父兰普里亚斯在饮酒之时,亦最能超拔常态而巧思泉涌、辞辩无碍;他常言自己宛若乳香,是在热力之下方才散发芬芳。再者,恋人们不仅以极大的快意凝睇所爱之人,且赞颂他们时的愉悦丝毫不亚于凝视之时;爱神本就在一切事上健谈,在颂扬赞美之中更显滔滔不绝。盖因他们自身既如此深信不疑,亦企望众人皆深信他们所爱者乃是秀美而高尚之人。正是这般心绪驱使吕底亚人坎道勒斯将[吕革斯]作为自己妻子的观瞻者引至寝榻之内;盖因他们希冀由他人来作见证。为此,他们在为美者作赞文时,亦用曲调、韵律与歌谣加以饰缀,宛若为雕像敷上黄金一般,以便其能被更多人听闻并传诵;因为恋人们纵使赠予所爱者骏马或公鸡、抑或任何别的事物,亦皆期盼那礼物华美绝伦且饰之以非凡排场;而在奉上谄悦之辞时,他们更企盼其显现得甘美、自豪而卓绝不凡,正如诗意言辞一般。

§1.5.2

ὁ μέντοι Σόσσιος ἐπαινέσας ἐκείνους, εἶπεν ὡς οὐ χεῖρον ἄν τις ἐπιχειρήσειεν ὁρμηθεὶς ἀφʼ ὧν Θεόφραστος εἴρηκε περὶ μουσικῆς· καὶ γὰρ ἔναγχος ἔφη τὸ βιβλίον ἀνέγνων. λέγει δὲ Θεόφραστος μουσικῆς ἀρχὰς τρεῖς εἶναι, λύπην, ἡδονήν, ἐνθουσιασμόν, ὡς ἑκάστου τῶν αὐτῶν παρατρέποντος ἐκ τοῦ συνήθους καὶ παρεγκλίνοντος τὴν φωνήν.2 αἵ τε γὰρ λῦπαι τὸ γοερὸν καὶ θρηνητικὸν ὀλισθηρὸν εἰς ᾠδὴν ἔχουσι·3 διὸ καὶ τοὺς ῥήτορας ἐν τοῖς ἐπιλόγοις καὶ τοὺς ὑποκριτὰς ἐν τοῖς ὀδυρμοῖς ἀτρέμα τῷ μελῳδεῖν προσάγοντας ὁρῶμεν καὶ παρεντείνοντας τὴν φωνήν. αἵ τε σφοδραὶ περιχάρειαι τῆς ψυχῆς τῶν μὲν ἐλαφροτέρων τῷ ἤθει καὶ τὸ σῶμα πᾶν ἐπαίρουσι καὶ παρακαλοῦσιν εἰς ἔνρυθμον κίνησιν, ἐξαλλομένων καὶ κροτούντων εἴπερ ὀρχεῖσθαι μὴ δύνανται· "μανίαι τʼ ἀλαλαὶ τʼ ὀρινομένων ῥιψαύχενι σὺν κλόνῳ" κατὰ Πίνδαρον. οἱ δὲ χαρίεντες ἐν τῷ πάθει τούτῳ γενόμενοι τὴν φωνὴν μόνην εἰς τὸ ᾅδειν καὶ φθέγγεσθαι μέτρα καὶ μέλη προΐενται. μάλιστα δʼ ὁ ἐνθουσιασμὸς ἐξίστησι καὶ παρατρέπει τό τε σῶμα καὶ τὴν φωνὴν τοῦ συνήθους καὶ καθεστηκότος. ὅθεν αἵ τε βακχεῖαι ῥυθμοῖς χρῶνται καὶ τὸ χρησμῳδεῖν ἐμμέτρως παρέχεται τοῖς ἐνθεαζομένοις· τῶν τε μαινομένων ὀλίγους ἰδεῖν ἔστιν ἄνευ μέτρου καὶ ᾠδῆς ληροῦντας. οὕτω δὲ τούτων ἐχόντων, εἰ βούλοιο καθορᾶν ὑπʼ αὐγὰς διαπτύξας τὸν ἔρωτα καὶ καταμανθάνειν, οὐκ ἂν ἄλλο πάθος εὕροις οὔτε λύπας δριμυτέρας ἔχον οὔτε σφοδροτέρας περιχαρείας οὔτε μείζονας ἐκστάσεις καὶ παραφροσύνας· ἀλλʼ ὥσπερ τὴν Σοφοκλέους πόλιν ἰδεῖν ἔστιν ἀνδρὸς ἐρωτικοῦ ψυχὴν ὁμοῦ μὲν θυμιαμάτων γέμουσαν, "ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων." οὐδὲν οὖν ἄτοπον οὐδὲ θαυμαστόν, εἰ πάσας, ὅσαι μουσικῆς εἰσιν ἀρχαί, περιέχων ὁ ἔρως ἐν αὑτῷ καὶ συνειληφώς, λύπην ἡδονὴν ἐνθουσιασμόν, τὰ τʼ ἄλλα φιλόφωνός ἐστι καὶ λάλος εἴς τε ποίησιν μελῶν καὶ μέτρων, ὡς οὐδὲν ἄλλο πάθος, ἐπίφορος καὶ κατάντης.

然而,索西乌斯在称许他们之后说道:若从泰奥弗拉斯托斯关于音乐的论述出发来探讨此理,亦不失为良策。“实则我最近方才通读了该书,”他说道。泰奥弗拉斯托斯言道,音乐之本原凡有三端:悲痛、欢愉与神凭,因这每一端[情感]皆能使声音偏离常态而发生折转。盖因悲痛因其哀切啼哭之本性,本就极易滑向歌咏;故此我们得见演说家在结语中、演员在悲泣之际,皆悄然依循旋律而曼声引腔。而灵魂之激越狂喜,对于性情较为轻浮者而言,更会激荡其周身,诱引其作有节律的动作,若不能起舞,便亦会跳跃鼓掌;正如品达所言:“狂热与狂呼源于激奋,伴以仰颈甩首之震颤”。然而儒雅温秀之士若陷于此种激情之中,则仅放开歌喉去吟唱、吐露诗韵与曲调。而神凭尤能使身躯与声音皆出离本常、脱离定规。由此,酒神狂乱之仪皆取法节奏,受神灵启示者亦得以用韵律传达神谕;而陷于狂乱之人,亦少有不依韵律与歌咏而胡言乱语者。既然此理已明,若你愿将爱神置于光天化日之下剖析审视,你绝不会觅得任何其他激情能拥有更辛酸之悲痛、更激越之狂喜、或更巨大之忘我与迷狂;相反,正如索福克勒斯笔下的城邦一般,可见多情男子的灵魂“一处充溢着焚香祷告,一处又交织着凯歌与呻吟”。 因此,毫不离奇亦不足为怪的是:爱神既然在其自身之中包揽并囊括了音乐的一切本原——悲痛、欢愉与神凭——且在其余诸事上亦嗜好发声而滔滔善辩,则其对于曲调与韵律的诗作创造,便有着非任何其他激情所能比拟的天然倾向与顺流直下之势。

语法注3 条
  1. 622eτὸν τὴν

    此处手稿流传中存在明显的文本残缺(lacuna)。根据著名的历史典故(见希罗多德等),吕底亚王坎道勒斯诱引吕革斯进入卧房偷窥其妻的美貌与裸身;在此处,原句中的宾语“吕革斯”(τὸν Γύγην)以及由τὴν所限定的名词显然脱落,仅余下连缀的冠词τὸν τὴν。句法上需依文意补充“吕革斯”作为ἐπισπᾶσθαι的直接宾语来理解。

  2. 623aὡς ἑκάστου τῶν αὐτῶν παρατρέποντος ἐκ τοῦ συνήθους καὶ παρεγκλίνοντος τὴν φωνήν

    由 ὡς 引出的属格独立结构(genitive absolute),用以说明泰奥弗拉斯托斯提出该论断的主观依据。主语成分 ἑκάστου τῶν αὐτῶν 指代前述的三大本原(悲痛、欢愉、神凭);校勘者常将 τῶν αὐτῶν 改订为 τῶν παθῶν(这些情感),但句法功能不变,意为“鉴于这其中的每一项都会使声音偏离常态”。

  3. 623aτὸ γοερὸν καὶ θρηνητικὸν ὀλισθηρὸν εἰς ᾠδὴν ἔχουσι

    双重宾格结构的一种变体。动词 ἔχουσι 的直接宾语为中性形容词名词化短语 τὸ γοερὸν καὶ θρηνητικόν(哀号与哭诉的特质),而 ὀλισθηρὸν εἰς ᾠδήν(易于滑向歌咏)则充当谓语性宾格(predicative accusative),修饰该宾语的特性,整句意为“悲痛使其哀泣之性易于滑向歌咏”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:1.5.1-1.5.2