← 普鲁塔克

食桌谈话录

§1.4.3

宴长增进友谊的职责与调和庄谐之法

塞翁欣然接受克拉通所塑造的宴长形象,指出宴长之宗旨在于借由欢愉深化友谊。他进而论述须使庄重与谐谑相调和,摒弃侮辱性的行酒令,转而根据宾客各人之所长分配展示才艺的差事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4.3

καὶ ὁ Θέων ἀλλὰ δέχομαι μέν εἶπεν οὕτω μᾶλλον ἀπειργασμένον τὸν ἄνδρα καὶ συμποτικόν· εἰ δὲ χρήσομαι κατὰ πᾶν αὐτῷ καὶ μὴ καταισχυνῶ τοὔργον, οὐκ οἶδα· κοσμιώτατον δέ μοι δοκεῖ τοιοῦτος ὢν τὸ συμπόσιον διαφυλάξειν ἡμῖν καὶ μὴ περιόψεσθαι νῦν μὲν ἐκκλησίαν δημοκρατικὴν νῦν δὲ σχολὴν σοφιστοῦ γενομένην1 αὖθις δὲ κυβευτήριον, εἶτά που σκηνὴν καὶ θυμέλην. ἢ γὰρ οὐχ ὁρᾶτε τοὺς μὲν δημαγωγοῦντας καὶ δικαζομένους παρὰ δεῖπνον, τοὺς δὲ μελετῶντας καὶ ἀναγιγνώσκοντας αὑτῶν τινα συγγράμματα, τοὺς δὲ μίμοις καὶ ὀρχησταῖς ἀγωνοθετοῦντας; Ἀλκιβιάδης δὲ καὶ Θεόδωρος τελεστήριον ἐποίησαν τὸ Πολυτίωνος συμπόσιον, ἀπομιμούμενοι δᾳδουχίας καὶ ἱεροφαντίας. ὧν οὐδὲν οἶμαι τῷ ἄρχοντι περιοπτέον· ἀλλὰ καὶ λόγοις καὶ θεάμασι καὶ παιδιαῖς δώσει τόπον ἐκείνοις μόνοις, ὅσα πρὸς τὸ συμποτικὸν τέλος ἐξικνεῖται· τοῦτο δʼ ἦν2 φιλίας ἐπίτασιν ἢ γένεσιν διʼ ἡδονῆς ἐνεργάσασθαι τοῖς παροῦσι· διαγωγὴ γάρ ἐστιν ἐν οἴνῳ τὸ συμπόσιον εἰς φιλίαν ὑπὸ χάριτος τελευτῶσα. ἐπεὶ δὲ πανταχοῦ τὸ πλήσμιον καὶ πολλαχοῦ βλαβερὸν τὸ ἄκρατον, ἡ δὲ μῖξις, οἷς ἂν ἐν καιρῷ καὶ μετὰ μέτρου παραγένηται πράγμασιν, ἀφαιρεῖ τἄγαν, ᾧ καὶ βλάπτει τὰ ἡδέα καὶ λυπεῖ τὰ ὠφέλιμα· δῆλον ὅτι καὶ τοῖς πίνουσιν ὁ ἐπιστάτης μεμιγμένην τινὰ παρέξει διαγωγήν. ἀκούων οὖν πολλῶν λεγόντων, ὅτι πλοῦς μὲν ὁ παρὰ γῆν περίπατος δʼ ὁ παρὰ θάλατταν ἥδιστός ἐστιν, οὕτω παραβαλεῖ τῇ σπουδῇ τὴν παιδιάν, ὅπως οἵ τε παίζοντες ἁμωσγέπως σπουδῆς τινος ἔχωνται καὶ πάλιν οἱ σπουδάζοντες ἀναθαρρῶσιν, ὥσπερ οἱ ναυτιῶντες ἐγγύθεν εἰς γῆν τὴν παιδιὰν ἀποβλέποντες. ἔστι γὰρ καὶ γέλωτι χρῆσθαι πρὸς πολλὰ τῶν ὠφελίμων καὶ σπουδὴν ἡδεῖαν παρασχεῖν, "ὡς ἀνʼ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν φύονται μαλακῶν ἄνθεα λευκοΐων." ὅσαι δʼ ἄνευ σπουδῆς ἐπεισκωμάζουσι τοῖς συμποσίοις παιδιαί, ταύτας ἐπιμελῶς διακελεύσεται τοῖς συμπόταις εὐλαβεῖσθαι, μὴ λάθωσιν ὕβριν καὶ ἀσέλγειαν καθάπερ ὑοσκύαμον λαβόντες οἴνῳ τοῖς λεγομένοις προστάγμασιν ἐξυβρίζωσι, προστάττοντες ᾄδειν ψελλοῖς ἢ κτενίζεσθαι φαλακροῖς ἢ ἀσκωλιάζειν χωλοῖς. ὥσπερ Ἀγαπήστορι τῷ Ἀκαδημαϊκῷ λεπτὸν ἔχοντι καὶ κατεφθινηκὸς τὸ σκέλος ἐπηρεάζοντες οἱ ξυμπόται πάντας ἐκέλευσαν ἐπὶ τοῦ δεξιοῦ ποδὸς ἑστῶτας ἐκπιεῖν τὸ ποτήριον ἢ ζημίαν καταβαλεῖν τοῦ δὲ προστάσσειν περιελθόντος εἰς αὐτόν, ἐκέλευσε πάντας οὕτω πιεῖν, ὡς ἂν αὐτὸν ἴδωσι·; καὶ κεραμίου στενοῦ κομισθέντος, εἰς τοῦτο τὸν ἀσθενῆ πόδα καθεὶς ἐξέπιε τὸ ποτήριον, οἱ δʼ ἄλλοι πάντες, ὡς ἐφαίνετο πειρωμένοις ἀδύνατον, ἀπέτισαν τὴν ζημίαν. χαρίεις οὖν Ἀγαπήστωρ καὶ ποιητέον εὐκόλους οὕτω καὶ ἱλαρὰς τὰς ἀμύνας, ἀλλὰ μὴν καὶ προστάγμασιν ἐθιστέον χρῆσθαι πρὸς ἡδονὴν καὶ ὠφέλειαν, τὰ οἰκεῖα καὶ δυνατὰ καὶ κοσμοῦντα τὸν δρῶντα προστάσσοντας, ᾠδικοῖς ᾆσαι, ῥητορικοῖς εἰπεῖν, φιλοσόφοις λῦσαί τι τῶν ἀπορουμένων, ποιηταῖς προενέγκασθαι στίχους. ἡδέως γὰρ εἰς τοῦθʼ ἕκαστος ἄγεται καὶ προθύμως, "ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν" ὁ μὲν οὖν τῶν Ἀσσυρίων βασιλεὺς ἆθλον ὑπὸ κήρυκος κατήγγειλε τῷ καινὴν ἡδονὴν ἐξευρόντι· συμποσίου δὲ βασιλεὺς ἀστεῖον ἆθλον ἂν καὶ γέρας προθείη τῷ παιδιὰν ἀνύβριστον εἰσηγησαμένῳ καὶ τέρψιν ὠφέλιμον καὶ γέλωτα μὴ μώμου μηδʼ ὕβρεων ἀλλὰ χάριτος καὶ φιλοφροσύνης ἑταῖρον· ἐν οἷς τὰ πλεῖστα ναυαγεῖ συμπόσια μὴ τυχόντα παιδαγωγίας ὀρθῆς. ἔστι δὲ σώφρονος ἀνδρὸς ἔχθραν φυλάττεσθαι καὶ ὀργήν, ἐν ἀγορᾷ τὴν ἐκ πλεονεξίας ἐν γυμνασίοις καὶ παλαίστραις ἐκ φιλονεικίας ἐν δʼ ἀρχαῖς καὶ φιλοτιμίαις ἐκ φιλοδοξίας ἐν δὲ δείπνῳ καὶ παρὰ πότον ἐκ παιδιᾶς ἐπιτιθεμένην.3

塞翁接着说道:“就我而言,我欣然接受这样一位被塑造得如此精妙且深谙宴飨之道的人物;然而我能否在各方面完全用好他而不辱使命,我尚不可知。不过在我看来,具备如此品格之人必将为我们把酒宴维持在最有条理的秩序之中,而不致放任它时而成了一座民主民会,时而成了一座智者讲舍,旋即又变成一所掷骰赌窟,接着甚至沦为戏剧舞台与乐池。难道你们没有看见,有些人公然在宴席上煽动民众、对簿公堂,有些人则在演练并诵读自己的著作,还有些人甚至为滑稽戏演员和舞者举办竞技?阿尔基比亚德与塞奥多罗更是把波吕提翁的宴席变成了秘仪之所,模仿起火炬手与启悟祭司的举止。我认为,宴长对这些绝不可等闲视之;相反,在言论、观瞻与谐谑之中,他只应向那些能达成酒宴之目的者敞开大门。而这一目的,便是借助欢愉在同席者中促成友谊的萌生或加深;因为酒宴乃是在酒意中的相处盘桓,借由温雅亲和的恩泽最终归于友谊。然而,既然在任何事物中过度充塞皆有害处,未经调和之物亦多有弊害,而混和之道若在得时且适度之下施加于诸事,便能去除亢极——因这亢极,快意之事既会为害,有益之事亦会令人苦恼——那么显而易见,督查之人亦当为饮者提供一种刚柔相济的盘桓消遣。因此,正如常听人言‘傍陆航行、临海散步最为惬意’,他亦当将谐谑与庄重相为比照,使嬉戏之人得以或多或少维系某种庄严,而正襟危坐者亦能重振心神,宛若晕船之人自近处瞩望陆地一般眺望谐谑。盖因欢笑亦可用于诸多有益之事,庄重亦可变得和悦可人,‘正如在荆棘的球刺与粗粝的芒柄花之上,亦能绽放出柔嫩的白紫罗兰之花。’至于那些毫无庄重意蕴而擅自冲闯入宴席的戏谑,他则必将严令同饮诸人审慎戒备,免得众人不知不觉间如在酒中服下天仙子一般服下傲侮与放肆,在所谓的令行差事中肆意侮慢,竟命口吃者唱歌、秃顶者梳发或跛足者单脚跳行。正如学园派的阿加佩斯托,其一腿瘦弱干瘪,同席饮者蓄意作弄他,便命令众人皆须以右腿独立将杯中酒饮尽,否则罚金;及至发号施令之权轮转至他手中,他便命众人照着他的模样饮酒;待一只口小狭窄的陶罐取来,他便将那条残弱之腿插入其中并将杯中酒饮尽,而其余所有人尝试之后发觉无法做到,便纷纷缴纳了罚金。阿加佩斯托固然机敏,这般应对亦当如此通达而和乐;然而,更当习惯于为了欢悦与益处而行使命令,命人做那合乎本分、力所能及且能为施作者增色之事:命善歌者唱,命善辩者说,命哲人剖析难解之疑,命诗人朗诵诗行。 盖因人皆欣然且乐于奔向那‘自己最显卓越的境地’。亚述之王曾借传令官宣布重赏发明新欢愉之人;而酒宴之王则当为倡议无害谐谑、有益愉悦以及不与诋毁凌辱为伍而与恩雅亲善作伴的欢笑之人,设下高雅的赏赐与殊荣;许多酒宴若未蒙受正直之教化引导,大抵皆在这些关节点上折戟沉舟。谨饬之人自当防范敌意与忿怒:在广场中防范生于贪得之念者,在健身房与竞技场中防范生于争强好胜者,在官职与荣名之争中防范生于沽名钓誉者,而在宴饮酒席之间,则当防范从戏谑之中骤然袭来之敌意与忿怒。”

语法注3 条
  1. 3γενομένην

    动词 περιιδεῖν(περιόψεσθαι)表示“坐视、放任”,接补充性分词构成宾补结构。γενομένην 为第二不定过去时中间态阴性单数宾格分词,其逻辑主语虽为前文的中性宾语 τὸ συμπόσιον,但性数受紧邻的阴性单数宾格表语名词(ἐκκλησίαν, σχολήν)牵引而一致,并与一系列宾格表语名词连用,意为“放任其沦为……”。

  2. 621cτοῦτο δʼ ἦν

    未完过去时 ἦν 属于回顾此前已确立之定义或共识的“追溯性/哲学习性未完过去时”(philosophical imperfect),表示“正如前文所定,此目的本就是……”。

  3. 622aἐκ παιδιᾶς ἐπιτιθεμένην

    分词 ἐπιτιθεμένην(现在中间态/被动态阴性单数宾格)修饰前文的宾语 ἔχθραν ... καὶ ὀργήν。全句由四个表示场所的 ἐν 介词短语与表示根源的 ἐκ 短语构成排比对比,此处作为第四层对比,意为“在酒宴中由戏谑而猝然袭来的(敌意与忿怒)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:1.4.3