← 普鲁塔克

食桌谈话录

§1.4.1-1.4.2

宴长之职的复兴与克拉通论宴长的资质

藉由席间的一场骚乱,众人提议恢复宴长之职,当选宴长的叙述者命克拉通与塞翁阐述理想宴长的特质。克拉通率先发言,指出宴长须兼具节制与通达、严谨与亲和,并洞悉每位宾客的酒量以调和席间秩序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4.1

Κράτων ὁ γαμβρὸς ἡμῶν καὶ Θέων ὁ ἑταῖρος ἔν τινι πότῳ παροινίας ἀρχὴν λαβούσης εἶτα παυσαμένης, λόγον ἐποιήσαντο περὶ τῆς συμποσιαρχίας, οἰόμενοί με δεῖν στεφανηφοροῦντα μὴ περιιδεῖν ἔθος ἐκλειφθὲν παντάπασιν, ἀλλʼ ἀνακαλεῖν καὶ καταστῆσαι πάλιν τῆς ἀρχῆς τὴν νενομισμένην ἐπιστασίαν περὶ τὰ συμπόσια καὶ διακόσμησιν. ἐδόκει δὲ ταῦτα καὶ τοῖς ἄλλοις, ὥστε θόρυβον ἐκ πάντων καὶ παράκλησιν γενέσθαι. ἐπεὶ τοίνυν ἔφην ἐγὼ δοκεῖ ταῦτα πᾶσιν, ἐμαυτὸν αἱροῦμαι συμποσίαρχον ὑμῶν καὶ κελεύω τοὺς μὲν ἄλλους, ὡς βούλονται, πίνειν ἐν τῷ παρόντι, Κράτωνα δὲ καὶ Θέωνα, τοὺς εἰσηγητὰς καὶ νομοθέτας τοῦ δόγματος, ἒν τινι τύπῳ βραχέως διελθεῖν, ὁποῖον ὄντα δεῖ τὸν συμποσίαρχον αἱρεῖσθαι, καὶ τί ποιούμενος τέλος ὁ αἱρεθεὶς ἄρξει, καὶ πῶς χρήσεται τοῖς κατὰ συμπόσιον· διελέσθαι δὲ τὸν λόγον αὐτοῖς ἐπιτρέπω.

在某次酒宴上,一阵酒后喧闹乍起旋灭,我们的妹婿克拉通与同伴塞翁便就宴长之职展开了讨论。他们认为,我既然头戴花冠,便不应坐视这一已然完全荒废的习俗不管,而应当重新恢复并确立那主管宴飨与秩序的传统督查之职。在座其余众人亦赞成此说,以致群起喧哗劝请。 “既然,”我说,“众人都赞同此议,我便自推为诸位的宴长,并下令其余众人眼下暂可随意饮酒;但令克拉通与塞翁——这一决议的倡议者与立法者——以纲领的形式简明阐述:被选出的宴长应当是怎样的人,当选者当以何为目标发号施令,又当如何处置宴饮中的事务。至于他们二人如何分工论述,则由他们自行决定。”

§1.4.2

μικρὰ μὲν οὖν ἠκκίσαντο παραιτούμενοι· κελευόντων δὲ πάντων πείθεσθαι τῷ ἄρχοντι καὶ ποιεῖν τὸ προσταττόμενον, ἔφη πρότερος ὁ Κράτων, ὅτι δεῖ τὸν μὲν φυλάκων ἄρχοντα φυλακικώτατον, ὥς φησιν ὁ Πλάτων, εἶναι· τὸν δὲ συμποτῶν συμποτικώτατον. ἔστι δὲ τοιοῦτος, ἂν μήτε τῷ μεθύειν εὐάλωτος μήτε πρὸς τὸ πίνειν ἀπρόθυμος· ἀλλʼ ὡς ὁ Κῦρος ἔλεγε πρὸς Λακεδαιμονίους γράφων, ὅτι τὰ τʼ ἄλλα τοῦ ἀδελφοῦ βασιλικώτερος εἴη καὶ φέροι καλῶς πολὺν ἄκρατον. ὅ τε γὰρ παροινῶν ὑβριστὴς καὶ ἀσχήμων, ὃ τʼ αὖ παντάπασι νήφων ἀηδὴς καὶ παιδαγωγεῖν μᾶλλον ἢ συμποσιαρχεῖν ἐπιτήδειος. ὁ μὲν οὖν Περικλῆς, ὁσάκις ᾑρημένος στρατηγὸς ἀναλαμβάνοι τὴν χλαμύδα, πρῶτος εἰώθει διαλέγεσθαι πρὸς αὑτὸν ὥσπερ ὑπομιμνήσκων ὅρα, Περίκλεις ἐλευθέρων ἄρχεις, Ἑλλήνων ἄρχεις, Ἀθηναίων ἄρχεις. ὁ δὲ συμποσίαρχος ἡμῶν ἐκεῖνα λεγέτω πρὸς αὑτὸν φίλων ἄρχεις, ἵνα μήτʼ ἀσχημονεῖν ἐπιτρέπῃ μήτε τὰς ἡδονὰς ἀφαιρῇ. δεῖ δὲ καὶ σπουδῆς τὸν ἄρχοντα πινόντων οἰκεῖον εἶναι καὶ παιδιᾶς μὴ ἀλλότριον, ἀλλʼ εὖ πως συγκεκραμένον πρὸς ἀμφότερα, σμικρῷ δὲ μᾶλλον, ὥσπερ οἶνον ἀστεῖον, ἀπονεύοντα τῇ φύσει πρὸς τὸ αὐστηρόν· ὁ γὰρ οἶνος ἄξει τὸ ἦθος εἰς τὸ μέτριον μαλακώτερον ποιῶν καὶ ἀνυγραίνων. ὥσπερ γὰρ ὁ Ξενοφῶν ἔλεγε τοῦ Κλεάρχου τὸ σκυθρωπὸν καὶ ἄγροικον ἄλλως ἐν ταῖς μάχαις ἡδὺ καὶ φαιδρὸν ἐπιφαίνεσθαι διὰ τὸ θαρραλέον οὕτως ὁ μὴ φύσει πικρὸς ἀλλὰ σεμνὸς καὶ αὐστηρός, ἐν τῷ πίνειν ἀνιέμενος ἡδίων γίγνεται καὶ προσφιλέστερος, ἔτι τοίνυν αὐτῷ δεῖ προσεῖναι τὸ μάλιστα μὲν ἑκάστου τῶν συμποτῶν ἐμπείρως ἔχειν, τίνα λαμβάνει μεταβολὴν ἐν οἴνῳ καὶ πρὸς τί πάθος ἀκροσφαλής ἐστι καὶ πῶς φέρει τὸν ἄκρατον. οὐ γὰρ οἴνου μὲν ἔστι πρὸς ὕδωρ ἑτέρου ἑτέρα μῖξις, ἣν οἱ βασιλικοὶ γιγνώσκοντες οἰνοχόοι νῦν μὲν πλέον νῦν δʼ ἔλαττον ὑποχέουσιν· ἀνθρώπου δὲ πρὸς οἶνον οὐκ ἔστʼ ἰδία κρᾶσις1 ἣν τῷ συμποσιάρχῳ γιγνώσκειν προσήκει καὶ γιγνώσκοντι φυλάττειν, ἵνʼ ὥσπερ ἁρμονικὸς τὸν μὲν ἐπιτείνων τῇ πόσει τὸν δʼ ἀνιεὶς καὶ ὑποφειδόμενος, εἰς ὁμαλότητα καὶ συμφωνίαν ἐκ διαφορᾶς καταστήσῃ τὰς φύσεις· ὅπως μὴ κοτύλῃ μηδὲ κυάθοις τὸ ἴσον, ἀλλὰ καιροῦ τινι μέτρῳ καὶ σώματος δυνάμει τὸ οἰκεῖον ἑκάστῳ καὶ πρόσφορον ἀπονέμηται. εἰ δὲ τοῦτό δύσκολον, ἐκεῖνα γε πάντως ἐξειδέναι τῷ συμποσιάρχῳ προσήκει, τὰ κοινὰ περὶ τὰς φύσεις καὶ τὰς ἡλικίας· οἷον πρεσβῦται τάχιον μεθύσκονται νέων, σαλευόμενοι δʼ ἠρεμούντων, ἔλλυποι δὲ γιγνώσκων ἄν τις μᾶλλον τοῦ ἀγνοοῦντος εὐσχημοσύνην καὶ ὁμόνοιαν συμποσίου πρυτανεύσειε.2 καὶ μὴν ὅτι γε δεῖ τὸν συμποσίαρχον οἰκείως ἔχειν καὶ φιλικῶς πρὸς ἅπαντας ὕπουλον δὲ μηδενὶ μηδʼ ἀπεχθῆ τῶν ἑστιωμένων εἶναι, παντί που δῆλον οὔτε γὰρ ἐπιτάττων ἀνεκτὸς οὔτʼ ἀπονέμων ἴσος οὔτε προσπαίζων ὅμως ἀνέγκλητος ἔσται. τοιοῦτον ἔφη σοι, Θέων, ἐγὼ τὸν ἄρχοντα συμποσίου πλάσας ὥσπερ ἐκ κηροῦ τοῦ λόγου παραδίδωμι.

起初他们推辞一番,略作矜持之态;然而众人皆催促他们听从长官之令、执行所派差事,克拉通遂先开口道:正如柏拉图所言,卫士的统领必须是最富于卫士品格之人,同样,同饮之人的统领也必须是最具饮者风范之人。 所谓这样的人,既不易被醉意所倾覆,亦不对饮酒毫无兴致;相反,正如居鲁士致信斯巴达人时所言,他在其他方面皆比其兄更具君王气度,且能安然承受大量烈酒。因为借酒肆逞者傲慢而失态,而完全清醒者又惹人厌烦,适宜充任蒙馆塾师而非主持宴长。伯里克利每逢被选为将军并披上战袍之际,总习惯先对自己言道,仿佛提醒自己: “审慎自省,伯里克利:你所统驭者乃自由人,你所统驭者乃希腊人,你所统驭者乃雅典人。” 而我们的宴长则当对自己言道: “你所统驭者乃友人,”以此既不纵容丑态,亦不剥夺欢愉。再者,饮者的首领必须既谙熟庄重,又非与谐谑绝缘,而是恰到好处地将两者融于一身;在天性上稍稍偏向严峻之风,宛若醇厚的佳酿。盖因酒能润泽柔化心性,将其带入中道。正如色诺芬论及克利阿科斯时所言,其平日里阴沉粗鲁的容貌在战斗中因其勇毅而显得和悦光彩;同样,天性并不苛薄而是庄重严峻之人,在饮酒松弛之际便会变得更加可人亲切。此外,他尤须具备对每一位同席饮者的深切经验:知晓其在酒中会发生何种变化,对何种冲动极易失控,以及承受烈酒的能耐如何。因为,绝非水与酒各具不同的勾兑比例——皇家斟酒侍从谙熟此道而时多时少地注水掺调——而人与酒之间反倒没有独特的交融配比需宴长通晓并据以维系;这恰如调音师,借饮酒将一人调紧,对另一人则放松并留有余地,从而使参差各异的性情从分歧归于调和共振。如此便不致依酒杯或酒杓以求机械的均等,而是依适宜的时机与体质之强弱,将最合适妥帖之分量分赋各人。若此举不易,宴长亦务必彻知有关性情与年龄的通则:诸如年长者较年轻人更易醉,躁动者较安宁者更易醉,忧伤者更易醉。知晓此道之人,必然比昧于此道之人更能主持酒宴的体面与和睦。再者,宴长必须对众人皆满怀亲和友善,对受宴者绝无阴沉歹意或嫌怨,此点人所共知。否则,无论发号施令皆难耐受,分配份额皆显不公,纵使谐谑嬉戏亦难免受人诟病。“塞翁啊,”他说,“我便用言辞如蜡一般为你塑造出这样一位酒宴之主,如今将他交付予你。”

语法注2 条
  1. 620eοὐ γὰρ οἴνου μὲν ἔστι πρὸς ὕδωρ ἑτέρου ἑτέρα μῖξις... ἀνθρώπου δὲ πρὸς οἶνον οὐκ ἔστʼ ἰδία κρᾶσις

    句首的 οὐ γάρ 统摄随后的 μὲν... δέ 对举结构。此处的双重否定构成修辞上的委婉肯定(litotes):“绝非水与酒各具混合比例,而人与酒之间反倒没有独特的交融配比(意即正如酒与水需要调配比例一样,人与酒之间必然存在对应的配比)”。

  2. 621aἔλλυποι δὲ γιγνώσκων ἄν τις μᾶλλον τοῦ ἀγνοοῦντος εὐσχημοσύνην καὶ ὁμόνοιαν συμποσίου πρυτανεύσειε

    ἔλλυποι δέ 顺承前文比较句(依存于 τάχιον μεθύσκονται,与“忧伤者”相对的“欢快者”在此处被省略或有传抄脱文)。主句谓语为表潜在的 ἄν+希求法 πρυτανεύσειε(“能够主持/引导”),分词 γιγνώσκων 充当条件状语:“凡深谙这些常理之人,比起懵懂无知者,定能更好地主持……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:1.4.1-1.4.2