- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:1.3.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
席间讨论了各民族宴席尊位的差异,重点探讨了在当时位居首尊的罗马“执政官席”,并从共和政体转变的历史、靠近宴席主人的位置以及便于在饮宴中处理政务与军务这三方面考察其设立缘由。
ἐκ τούτου περὶ τῶν τόπων ἐνέπεσε ζήτησις. ἄλλοι γὰρ ἄλλοις ἔντιμοι, Πέρσαις μὲν ὁ μεσαίτατος ἐφʼ οὗ κατακλίνεται βασιλεύς, Ἕλλησι δʼ ὁ πρῶτος, Ῥωμαίοις δʼ ὁ τῆς μέσης κλίνης τελευταῖος ὃν ὑπατικὸν προσαγορεύουσι·1 τῶν δὲ περὶ τὸν Πόντον Ἑλλήνων ἐνίοις, ὥσπερ Ἡρακλεώταις, ἔμπαλιν ὁ τῆς μέσης πρῶτος. ἀλλὰ περὶ τοῦ γʼ ὑπατικοῦ λεγομένου μάλιστα διηποροῦμεν. οὗτος γὰρ ἐπρώτευε τῇ τιμῇ καθʼ ἡμᾶς καὶ τὴν αἰτίαν οὔθʼ ὡς ὁ πρῶτος οὔθʼ ὡς ὁ μέσος εἶχε νενομισμένην ἔτι καὶ τῶν συμβεβηκότων αὐτῷ τὰ μὲν οὐκ ἦν ἴδια τούτου μόνου, τὰ δʼ οὐδεμιᾶς ἄξια σπουδῆς ἐφαίνετο. πλὴν τρία γε τῶν λεχθέντων ἐκίνει, πρῶτον μὲν ὅτι τοὺς βασιλεῖς καταλύσαντες οἱ ὕπατοι καὶ πρὸς τὸ δημοτικώτερον ἅπαντα μετακοσμήσαντες ἐκ τῆς μέσης καὶ βασιλικῆς χώρας ὑπῆγον αὑτοὺς κάτω συγχωροῦντες, ὡς μηδὲ τοῦτο τῆς ἀρχῆς αὐτῶν καὶ ἐξουσίας ἐπαχθὲς εἴη τοῖς συνοῦσι· δεύτερον δʼ ὅτι, τῶν δυεῖν κλινῶν ἀποδεδομένων τοῖς παρακεκλημένοις, ἡ τρίτη καὶ ταύτης ὁ πρῶτος τόπος μάλιστα τοῦ ἑστιῶντός ἐστιν ἐνταῦθα γὰρ ὥσπερ ἡνίοχος ἢ κυβερνήτης ἐπὶ δεξιὰ πρὸς τὴν ἐπίβλεψιν ἐξικνεῖται τῆς ὑπηρεσίας, καὶ τοῦ φιλοφρονεῖσθαι καὶ διαλέγεσθαι τοῖς παροῦσιν οὐκ ἀπήρτηται τῶν συνέγγιστα τόπων· ὁ μὲν γὰρ ὑπʼ αὐτὸν ἢ γυναικὸς ἢ παίδων ἐστίν, ὁ δʼ ὑπὲρ αὐτὸν εἰκότως τῷ μάλιστα τιμωμένῳ τῶν κεκλημένων ἀπεδόθη, ἵνʼ ἐγγὺς τοῦ ἑστιῶντος.2 τρίτον δʼ ἔχειν ἴδιον οὗτος ὁ τόπος ἐδόκει τὸ πρὸς τὴν πρᾶξιν εὐφυές· οὐ γάρ ἐστιν ὁ τῶν Ῥωμαίων ὕπατος οἷος Ἀρχίας ὁ Θηβαίων πολέμαρχος, ὥστε, γραμμάτων ἢ λόγων αὐτῷ μεταξὺ δειπνοῦντι φροντίδος ἀξίων προσπεσόντων, ἐπιφθεγξάμενος εἰς ἕω τὰ σπουδαῖα τὴν μὲν ἐπιστολὴν παρῶσαι λαβεῖν δὲ τὴν θηρίκλειον· ἀλλὰ μάλʼ ἐμμεμαὼς καὶ περιεσκεμμένος ἐν τοῖς τοιούτοις καιροῖς. οὐ γὰρ μόνον ὠδῖνα τίκτει νὺξ κυβερνήτῃ σοφῷ κατὰ τὸν Αἰσχύλον, ἀλλὰ καὶ πότου πᾶσα καὶ ἀνέσεως ἡδονὴ στρατηγῷ καὶ ἄρχοντι φροντίδος ἄξιόν ἐστιν· ἵνα τοίνυν ἀκοῦσαί θʼ ἃ δεῖ καὶ προστάξαι καὶ ὑπογράψαι δύνηται, τοῦτον ἐξαίρετον ἔχει τὸν τόπον· ἐν ᾧ τῆς δευτέρας κλίνης τῇ τρίτῃ συναπτούσης, ἡ γωνία διάλειμμα ποιοῦσα τῇ καμπῇ δίδωσι καὶ γραμματεῖ καὶ ὑπηρέτῃ καὶ φύλακι σώματος καὶ ἀγγέλῳ τῶν ἀπὸ στρατοπέδου προσελθεῖν, διαλεχθῆναι, πυθέσθαι, μήτε τινὸς ἐνοχλοῦντος αὐτῷ μήτε τινὸς ἐνοχλουμένου τῶν συμποτῶν, ἀλλὰ καὶ χεῖρα καὶ φωνὴν ὑπερδέξιον3 ἔχοντι καὶ ἀκώλυτον.
紧接着,众人便就座次问题展开了研讨。盖因不同民族所推崇的尊席各不相同:波斯人崇尚君王所卧的正中之席,希腊人推崇首席,罗马人则崇尚中间坐榻的末席,即他们所谓的执政官席;而在本都一带的部分希腊人中,如赫拉克利亚人,情况恰恰相反,他们推崇中间坐榻的首席。然而,对于所谓执政官席,我们尤感困惑。因为在当今时代,此席在尊崇程度上首屈一指,却并未如首席或中席那般拥有公认的成因;况且伴随此席的诸多情形,部分并非此席所独有,其余则看似微不足道、不足挂齿。不过,在所提及的理由中,有三条颇具说服力:其一,执政官在废除王政并将一切重塑为更具平民色彩之体制时,便自中间的君王宝座主动引退,屈尊移居下方,以便使其职权与威势在此等末节上亦不致令同席之客感到沉重难耐;其二,在两张坐榻分配予受邀宾客后,第三张坐榻——尤其是其首席——主要属于主人。主人居于此位,恰如御者或舵手,面向右侧即可照管仆役之服侍,且与邻近席位毫无阻隔,便于向在座者致意与交谈;盖因其下方的席位归妻子或儿女所有,而其上方的席位理所当然地分配给受邀宾客中最受尊崇之人,以便其紧邻主人;其三,此席似具有适于处断政务的独特便利。罗马执政官绝非底比斯军政官阿基亚斯之流——阿基亚斯在用膳途中接到关乎重大责任的公文或口信时,竟宣称“正事留待明朝”,将书信推至一旁而径自端起大酒杯;相反,执政官在面对此类紧要关头时极为专注警觉。因为不仅如埃斯库罗斯所言,“黑夜给睿智的舵手带来产痛”,饮宴与休憩的一切欢愉对统帅和统治官而言亦皆需耗费心神。因此,为了能够听取必要汇报、发号施令并批阅签署,他便独占了这一特选之位:在第二张坐榻与第三张坐榻相接之处,拐角在折转间形成一处空隙,允许书记官、侍从、近卫与来自军营的信使上前走近、从容交谈并请示答复,既无任何人对其形成干扰,亦不扰乱其他同席宾客,而他本人的手与声音亦处于便利顺手且毫无阻碍之方位。
- 619bὁ τῆς μέσης κλίνης τελευταῖος ὃν ὑπατικὸν προσαγορεύουσι
指罗马式三卧榻宴席(triclinium)中“中席(lectus medius)的末位(locus imus)”。在拉丁语中被称为 locus consularis(执政官席),该位置与主人席(下席 lectus imus 的首位)呈直角相邻。
- 619dἵνʼ ἐγγὺς τοῦ ἑστιῶντος
由 ἵνα 引导的目的从句中省略了系动词(如 εἴη),简练地表达“以便使其紧挨主人”之意。
- 619eὑπερδέξιον
本为军事术语,指“居高临下的、处于有利右方位置的”。在此处借指执政官借由坐榻转角处的空隙,在接递文书、签署指令及低声问答时,其手部操作与发声处于极其便利顺手且占优势的空间位置。
