← 普鲁塔克

食桌谈话录

§1.2.5-1.2.6

兰普里亚斯基于调和与愉悦的宴席座次安排法

兰普里亚斯批评依门第与财富安排宴席座次的做法,主张应基于相互调和与怡悦来重新布置。获得众人同意后,他阐述了具体的列阵策略:将互补性格与处境之人搭配成双,并隔开容易相争的同业竞争者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.5

ἐμοῦ δὲ τοιαῦτα λέγοντος, ὁ Λαμπρίας ἐκ παραβύστου καθήμενος; καθάπερ εἰώθει μέγα φθεγξάμενος ἠρώτα τοὺς παρόντας, εἰ διδόασιν αὐτῷ νουθετῆσαι ληροῦντα δικαστὴν κελευόντων δὲ πάντων χρῆσθαι παρρησίᾳ καὶ μὴ φείδεσθαι, τίς δʼ ἄν ἔφη φείσαιτο φιλοσόφου γένεσι καὶ πλούτοις καὶ ἀρχαῖς ὥσπερ θέαν ἐν συμποσίῳ κατανέμοντος ἢ προεδρίας ψηφισμάτων ἀμφικτυονικῶν διδόντος, ὅπως μηδʼ ἐν οἴνῳ τὸν τῦφον ἀποφύγωμεν; οὔτε γὰρ πρὸς τὸ ἔνδοξον ἀλλὰ πρὸς τὸ ἡδὺ δεῖ ποιεῖσθαι τὰς κατακλίσεις, οὔτε τὴν ἑνὸς ἑκάστου σκοπεῖν ἀξίαν, ἀλλὰ τὴν ἑτέρου πρὸς ἕτερον σχέσιν καὶ ἁρμονίαν, ὥσπερ ἄλλων τινῶν εἰς μίαν κοινωνίαν παραλαμβανομένων.1 οὐδὲ γὰρ ὁ οἰκοδόμος τὸν Ἀττικὸν λίθον ἢ τὸν Λακωνικὸν πρὸ τοῦ βαρβαρικοῦ διὰ τὴν εὐγένειαν τίθησιν, οὐδʼ ὁ ζωγράφος τῷ πολυτελεστάτῳ χρώματι τὴν ἡγουμένην ἀποδίδωσι χώραν, οὐδʼ ὁ ναυπηγὸς προτάττει τὴν Ἰσθμικὴν πίτυν ἢ τὴν Κρητικὴν κυπάριττον, ἀλλʼ ὡς ἂν ἀλλήλοις ἕκαστα συντεθέντα καὶ συναρμοσθέντα μέλλῃ τὸ κοινὸν ἔργον ἰσχυρὸν καὶ καλὸν καὶ χρήσιμον παρέχειν, οὕτω κατανέμουσιν. καὶ τὸν θεὸν ὁρᾷς, ὃν ἀριστοτέχναν ἡμῶν ὁ Πίνδαρος προσεῖπεν, οὐ πανταχοῦ τὸ πῦρ ἄνω τάττοντα καὶ κάτω τὴν γῆν, ἀλλʼ ὡς ἂν αἱ χρεῖαι τῶν σωμάτων ἀπαιτῶσιν. "τοῦτο μὲν ἐν κόγχαισι θαλασσονόμοις βαρυνώτοις, ναὶ μὴν κηρύκων τε λιθορρίνων χελύων τε" φησὶν Ἐμπεδοκλῆς, "ἔνθʼ ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν "οὐχ ἣν ἡ φύσις δίδωσι χώραν, ἀλλʼ ἣν ἡ πρὸς τὸ κοινὸν ἔργον ποθεῖ σύνταξις, ταύτην ἔχουσαν. πανταχοῦ μὲν οὖν ἀταξία πονηρόν, ἐν δʼ ἀνθρώποις, καὶ ταῦτα πίνουσιν, ἐγγινομένη μάλιστα τὴν αὑτῆς ἀναδείκνυσι μοχθηρίαν ὕβρει καὶ κακοῖς ἄλλοις ἀμυθήτοις, ὁὶ προϊδέσθαι καὶ φυλάξασθαι τακτικοῦ καὶ ἁρμονικοῦ ἀνδρός ἐστιν.

正当我言及这些时,坐在偏席角落的兰普里亚斯像往常一样大声呼喊,询问在座众人是否准许他规诫这位胡言乱语的法官。众人皆催促他畅所欲言、切勿留情,他便说道:“对于一个在酒席上按门第、财富与官职分配席位,宛若排定剧场看台,抑或依近邻同盟法令颁授前排首座之特权,以致我们在杯酒之中亦难逃虚荣浮夸的哲学家,又有谁应当留情呢?因为安设坐榻本不应着眼于显赫荣光,而当着眼于怡悦舒畅;亦不当查考各人自身的尊卑贵贱,而应审视相互之间的关系与和谐,恰似将各类不同成分吸纳为一个共同体。因为营建屋宇者绝不会因其出身高贵而将阿提卡或拉科尼亚的石料置于蛮族石料之上,画师亦不会将最昂贵的颜料置于主导地位,造船工匠亦不会一概优先选用伊斯姆斯松木或克里特柏木;相反,他们乃是按照各构件彼此拼接谐调后如何使共同成果坚固、优美且适用的原则来加以配置。正如你所见,那位被我们的品达称为至善巨匠的神明,亦非一律将火置于上方、将土置于下方,而是依各物体之需用妥为排布。 ‘一方面在海居且重背的贝类之中, 确实亦在石皮的法螺与龟鳖之中’, 正如恩培多克勒所言: ‘在此处你将见到泥土栖息于皮肉之最上’; 泥土占据此位,并非出于自然之赋予,而是出于面向整体功效的编排所需。由此可见,紊乱在任何处所皆为恶事,而在人群之中——尤其在饮酒之人中间——一旦发生,便最会借由傲慢与无数其他灾祸显露出自身的丑恶;预见并防范此点,乃是通晓兵法阵势与和谐之人的职责。”

§1.2.6

ὀρθῶς οὖν ἔφαμεν λέγειν αὐτὸν ἡμεῖς, καὶ τί δὴ φθονεῖς τῶν τακτικῶν ἡμῖν καὶ ἁρμονικῶν; ἐλέγομεν. οὐδείς ἔφη φθόνος, ἂν μέλλητε πείθεσθαι μετακινοῦντί μοι καὶ μετακοσμοῦντι τὸ συμπόσιον, ὥσπερ τῷ Ἐπαμεινώνδᾳ τὴν φάλαγγα. συνεχωροῦμεν οὖν οὕτω ποιεῖν ἅπαντες. ὁ δὲ τοὺς παῖδας ἐκ μέσου κελεύσας γενέσθαι, καταβλέψας ἕκαστον ἀκούσατʼ εἶπεν ὡς μέλλω συντάττειν ὑμᾶς ἀλλήλοις βούλομαι γὰρ προειπεῖν. δοκεῖ γάρ μοι καὶ τὸν Ὅμηρον οὐκ ἀδίκως ὁ Θηβαῖος αἰτιάσασθαι Παμμένης ὡς τῶν ἐρωτικῶν ἄπειρον, ὅτι φῦλα φύλοις συνέταξεν καὶ φρατρίας φατρίαις συνέμιξε, δέον ἐραστὴν μετʼ ἐρωμένου παρεμβάλλειν2 ἵνʼ ᾖ σύμπνους ἡ φάλαγξ3 διʼ ὅλης ἔμψυχον ἔχουσα δεσμόν. τοιοῦτο κἀγὼ βούλομαι ποιῆσαι τὸ συμπόσιον ἡμῶν, οὐ πλουσίῳ πλούσιον οὐδὲ νέῳ νέον οὐδʼ ἄρχοντι συγκατακλίνων ἄρχοντα καὶ φίλῳ φίλον· ἀκίνητος γὰρ αὕτη καὶ ἀργὴ πρὸς εὐνοίας ἐπίδοσιν καὶ γένεσιν ἡ τάξις· ἀλλὰ τῷ δεομένῳ τὸ οἰκεῖον προσαρμόττων κελεύω φιλολόγῳ μὲν ὑποκατακλίνεσθαι φιλομαθῆ, δυσκόλῳ δὲ πρᾶον ἀδολέσχῳ δὲ πρεσβύτῃ φιλήκοον νεανίσκον, τῷ δʼ ἀλαζόνι τὸν εἴρωνα τῷ δʼ ὀργίλῳ τὸν σιωπηλόν· ἐὰν δέ που κατίδω πλούσιον μεγαλόδωρον, ἄξω πρὸς αὐτὸν ἐκ γωνίας τινὸς ἀναστήσας πένητα χρηστόν, ἵνʼ ὥσπερ ἐκ πλήρους κύλικος εἰς κενὴν ἀπορροή τις γένηται. σοφιστὴν δὲ κωλύω συγκατακλίνεσθαι σοφιστῇ καὶ ποιητὴν ποιητῇ "πτωχὸς γὰρ πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ·" καίτερ Σωσικλῆς οὗτος καὶ Μόδεστος ἐνταῦθα συνερείδοντες ἔπος παρὰ ζωπυρίων φλόγα μὲν ἀλλὰ κινδυνεύουσι τὰ κάλλιστα, διίστημι δὲ καὶ στραγγαλιῶντας καὶ φιλολοιδόρους καὶ ὀξυθύμους τινὰ παρεντιθεὶς μέσον, ὥσπερ μάλαγμα τῆς ἀντιτυπίας. ἀλειπτικοὺς δὲ καὶ κυνηγετικοὺς καὶ γεωργικοὺς συνάγω. τῶν γὰρ ὁμοιοτήτων ἡ μὲν μάχιμος ὥσπερ ἀλεκτρυόνων, ἡ δʼ ἐπιεικὴς ὥσπερ ἡ τῶν κολοιῶν. συνάγω δὲ καὶ ποτικοὺς εἰς ταὐτὸ καὶ ἐρωτικούς, οὐ μόνον ὅσοις ἔρωτος δῆγμα παιδικῶν πρόσεστιν ὥς φησι Σοφοκλῆς, ἀλλὰ καὶ τοὺς ἐπὶ γυναιξὶ καὶ τοὺς ἐπὶ παρθένοις δακνομένους· τῷ γὰρ αὐτῷ θαλπόμενοι πυρὶ μᾶλλον ἀλλήλων ἀντιλήψονται, καθάπερ ὁ κολλώμενος σίδηρος, ἂν μὴ νὴ Δία ταὐτοῦ τύχωσιν ἢ τῆς αὐτῆς ἐρῶντες.

于是我们说他讲得在理,并问道:“那么你为何对我们吝惜你的列阵与调和之能呢?” 他答道:“只要你们打算服从我像伊巴密浓达调动方阵那样重新挪移、编排这场酒宴,我便绝不吝惜。” 于是我们众人都同意照办。他便喝令侍童们从场中退下,环视众人后说道:“听听我打算如何将你们彼此编排吧;因为我想预先陈明此理。在我看来,底比斯人帕墨涅斯非难荷马不谙情爱之理,并非毫无根据,因荷马将部族与部族排布一处、宗族与宗族混同编组,而本应将爱者与所爱之人交错插列,方能使整个方阵呼吸与共,贯穿着生动的纽带。我亦欲使我们的酒席化为这般:绝不让富人与富人、青年与青年相邻而卧,亦不让长官与长官、密友与密友同榻;因为这种排布对于好感的萌生与增长乃是僵滞无益的。相反,我将相宜之物与匮缺之需相互调配:命好学者卧于好学问者之下,温良者伴于乖张者之旁,善倾听的青年伴于饶舌的老人,内敛自谦者伴于夸夸其谈者,沉默寡言者伴于性急暴躁者;若我窥见何处有一位慷慨的富人,我便从某个角落请起一位品行良好的穷人领至其身旁,使得宛如自满杯倾入空盏一般,能有所流溢。但我严禁智者与智者相邻而卧,诗人与诗人相伴而坐: ‘因为乞丐嫉妒乞丐,乐师嫉妒乐师’—— 尽管眼前的索西克勒斯与莫德斯托斯在此字句交锋,虽由火星引发烈焰,却也甘冒奇险以求至美之境。我还将好争执者、好谩骂者与易怒之人分置各处,在其间插置一人,犹如抵御坚硬冲撞的软垫。然而,对操练教练、猎人与农夫,我却将他们聚拢一处;因为相似之性中,有一类如斗鸡般好斗,另一类却如寒鸦般温和相亲。我亦将好饮者汇聚一处,将多情之人聚于一堂——不仅包括索福克勒斯所说的 ‘凡带有少年情爱之螫刺者’, 亦包括为妇人与少女所萦怀牵动者;因为受同一种火焰烘烤,他们将如焊接的铁块般更加紧密地彼此相附,除非——凭宙斯起誓——他们恰巧爱上了同一人。”

语法注3 条
  1. 618aὥσπερ ἄλλων τινῶν εἰς μίαν κοινωνίαν παραλαμβανομένων

    由 ὥσπερ 引导的独立属格结构,作比喻性状语修饰主句中“应当考量彼此关系与和谐”之论断。此处概括性地先行指代下文所述将不同成分融为一体的技艺活动(如建筑、绘画、造船)。

  2. 618dδέον ἐραστὴν μετʼ ἐρωμένου παρεμβάλλειν

    由非人称动词 δεῖ 的中性单数分词构成的不受约束宾格(宾格绝对结构)。与前文的 ὅτι 从句(荷马按部族宗族编排阵列)形成对比,表示未予履行的应然状态:“本应将爱者与所爱之人交错插列”。

  3. 618dἵνʼ σύμπνους ἡ φάλαγξ

    由 ἵνα 引导的目的从句,其后接系动词虚拟式 ᾖ(ἵνα 在元音前省音作 ἵνʼ)与表语形容词 σύμπνους,意为“使整个方阵呼吸与共/声气相通”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:1.2.5-1.2.6