- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:1.2.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对父亲与兄弟提蒙的争论,叙述者提出持中的折中方案,认为亲友小聚可随性就座,但庄重宴饮仍当讲求位次秩序,并提议尊崇家族长辈以化解席位纷争。
ἐπεὶ δὲ καὶ ταῦτʼ ἐρρήθη καὶ τὴν κρίσιν ἀπῄτουν οἱ παρόντες, ἔφην ἐγώ, διαιτητὴς ᾑρημένος οὐ κριτὴς, βαδιεῖσθαι διὰ μέσου. νέους μὲν γάρ εἶπον ἑστιῶντας καὶ πολίτας καὶ συνήθεις ἐθιστέον, ὥς φησι Τίμων, ἀφελῶς καὶ ἀτύφως κατανέμειν αὑτοὺς εἰς ἣν ἂν τύχωσι χώραν, καλὸν εἰς φιλίαν ἐφόδιον τὴν εὐκολίαν λαμβάνοντας· ἐν δὲ ξένοις ἢ ἄρχουσιν ἢ πρεσβυτέροις φιλοσοφοῦντες δέδια μὴ δοκῶμεν τῇ αὐλείῳ τὸν τῦφον ἀποκλείοντες εἰσάγειν τῇ παραθύρῳ μετὰ πολλῆς ἀδιαφορίας·1 ἐν ᾧ καὶ συνηθείᾳ τι καὶ νόμῳ δοτέον. ἢ καὶ προπόσεις καὶ προσαγορεύσεις ἀνέλωμεν, αἷς πρὸς τοὺς ἐπιτυγχάνοντας οὐδʼ ἀκρίτως ἀλλʼ ὡς ἐνδέχεται μάλιστα χρώμενοι τιμῶμεν "ἕδρῃ τε κρέασὶν τʼ ἠδὲ πλείοις δεπάεσσιν" ὥς φησιν ὁ τῶν Ἑλλήνων βασιλεύς, τὴν τάξιν ἐν πρώτῃ τιμῇ τιθέμενος. ἐπαινοῦμεν δὲ καὶ τὸν Ἀλκίνουν, ὅτι τὸν ξένον ἱδρύει παρʼ αὑτὸν "υἱὸν ἀναστήσας, ἀγαπήνορα Λαοδάμαντα, ὃς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκε." τὸ γὰρ εἰς τὴν τοῦ φιλουμένου χώραν καθίσαι τὸν ἱκέτην ἐπιδέξιον ἐμμελῶς καὶ φιλάνθρωπον. ἔστι δὲ καὶ παρὰ τοῖς θεοῖς διάκρισις τῶν τοιούτων ὁ μὲν γὰρ Ποσειδῶν, καίπερ ὕστατος εἰς τὴν ἐκκλησίαν παραγενόμενος "ἷζεν ἄρʼ ἐν μέσσοισιν" ὡς ταύτης αὐτῷ τῆς χώρας προσηκούσης. ἡ δʼ Ἀθηνᾶ φαίνεται τὸν πλησίον ἀεὶ τοῦ Διὸς τόπον ἐξαίρετον ἔχουσα καὶ τοῦτο παρεμφαίνει μὲν ὁ ποιητὴς διʼ ὧν ἐπὶ τῆς Θέτιδός φησιν "ἡ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη," διαρρήδην δʼ ὁ Πίνδαρος λέγει "πῦρ πνέοντος ἅτε κεραυνοῦ ἄγχιστα ἡμένη." καίτοι φήσει Τίμων οὐ δεῖν ἀφαιρεῖσθαι τῶν ἄλλων ἑνὶ προσνέμοντα τὴν τιμήν. ὅπερ αὐτὸς ἔοικε ποιεῖν μᾶλλον· ἀφαιρεῖται γὰρ ὁ κοινὸν ποιῶν τὸ ἴδιον ἴδιον δὲ τὸ κατʼ ἀξίαν ἑκάστου, καὶ ποιεῖ δρόμου καὶ σπουδῆς τὸ πρωτεῖον, ἀρετῇ καὶ συγγενείᾳ καὶ ἀρχῇ καὶ τοῖς τοιούτοις ὀφειλόμενον. καὶ τὸ λυπηρὸς εἶναι τοῖς κεκλημένοις φεύγειν δοκῶν μᾶλλον ἐφέλκεται καθʼ αὑτοῦ2 λυπεῖ γὰρ ἀποστερῶν τῆς συνήθους τιμῆς ἕκαστον. ἐμοὶ δʼ οὐ λίαν χαλεπὸν εἶναι δοκεῖ τὸ περὶ τὴν διάκρισιν· πρῶτον μὲν γὰρ ἐφάμιλλοι τοῖς ἀξιώμασι πολλοὶ πρὸς μίαν κλῆσιν οὐ ῥᾳδίως ἀπαντῶσιν ἔπειτα πλειόνων τόπων ἐν δόξῃ γεγονότων, ἀφθονία τῆς διανομῆς ἔστιν, ἄν τις εὐστοχεῖν δύνηται, τὸν μὲν ὅτι πρῶτος, τὸν δʼ ὅτι μέσος, τὸν δʼ ὅτι παρʼ αὑτὸν ἢ μετὰ φίλου τινὸς ἢ συνήθους ἢ καθηγητοῦ, διδοὺς ἑκάστῳ τῶν ἀξιωματικῶν λεγομένων τοῖς δʼ ἄλλοις δωρεὰς καὶ φιλοφροσύνην ἔλιπον ἂν ἀνάπαυλαν μᾶλλον τῆς τιμῆς.3 ἂν δὲ δυσδιάκριτοι μὲν αἱ ἀξίαι δύσκολοι δʼ οἱ ἄνδρες ὦσιν, ὅρα τίνα μηχανὴν ἐπάγω· κατακλίνω γὰρ εἰς τὸν ἔνδοξον μάλιστα τόπον, ἂν μὲν πατήρ, τοῦτον ἀράμενος4 εἰ δὲ μή, πάππον ἢ πενθερὸν ἢ πατρὸς ἀδελφόν, ἤ τινα τῶν ὁμολογουμένην καὶ ἰδίαν ἐχόντων παρὰ τῷ δεχομένῳ τιμῆς ὑπεροχήν· ἐκ τῶν Ὁμήρου τὸ θεώρημα τοῦτο λαμβάνων καθηκόντων. καὶ γὰρ ἐπεῖ δήπουθεν ὁ Ἀχιλλεὺς τὸν Μενέλεων καὶ τὸν Ἀντίλοχον περὶ τῶν δευτερείων τῆς ἱπποδρομίας ὁρῶν διαφερομένους καὶ δεδοικὼς μὴ πορρωτέρω προέλθωσιν ὀργῆς καὶ φιλονεικίας ἑτέρῳ βούλεται τὸ ἔπαθλον ἀποδιδόναι, λόγῳ μὲν Εὔμηλον οἰκτίρων καὶ τιμῶν, ἔργῳ δὲ τῆς ἐκείνων διαφορᾶς τὴν αἰτίαν ἀφαιρῶν.
当这些话亦已言毕、在座众人要求做出决断时,我说,自己既被选为仲裁人而非审判官,便将持中而行。 “因为,”我说道,“若款待的是青年、同邦公民及熟识友人,诚如提蒙所言,理应使他们习惯于朴素无华、毫无虚傲地随遇入席,将这种随和随性视为通往友谊的优良资粮;但若在外邦宾客、显宦长官或长者席间大发哲学议论,我只怕我们在将浮夸虚饰拒于正门的同时,又因漫不经心的放任而将其从侧门引入;在此种情形下,对习俗和常礼亦当有所退让。否则,我们是否连敬酒与致意也要一并废止?我们正是以此敬意对待所遇之人,并非不分轩轾,而是极尽其所能得体地给予,正如希腊人的王所说: ‘以首席之座、肉食与盈满之杯’, 将位次的整饬置于首要的荣耀。我们也赞赏阿尔喀诺俄斯,因他将外邦来客安置在自己身旁, ‘唤起勇武的爱子拉奥达玛斯, 那本坐于其近旁、为其最钟爱之子。’ 因为将请托之人安置在爱子的席位上,既娴熟得体又充满仁厚。即使在诸神之间,亦有此等位次之别;波塞冬虽说最后步入集会, ‘却在正中坐下’, 仿佛此位本来就应属于他。雅典娜显然始终在宙斯近旁拥有特属席位;诗人借论及忒提斯之语隐隐表明了这一点: ‘她遂坐于父神宙斯之侧,雅典娜为之让席’; 而品达更明白直言: ‘坐于最邻近 喷吐火焰的雷霆之所。’ 然而提蒙或许会说,不当借由归尊于一人而剥夺其余诸人的尊严。但这恰恰更像是他自己所为:因为凡将私有之物化为共有者,便是予以剥夺;按各人资望应得之位乃是其所私有,他却将原本应归于德行、血亲、官职等等的首席之荣,变成了争先抢夺的竞走之举。他自以为避开了成为受邀宾客的困扰,却反而招怨于己;因为他剥夺了每人惯常所受的礼遇,从而令人不悦。但在我看来,排定尊卑之位并非过分艰难之事:首先,声望地位不相上下之人很少会在同一场邀约中悉数聚齐;其次,既然享有荣耀的席位不止一处,若人能善加揣度,分配便绰绰有余——将这一〔席位〕因其居第一、另一〔席位〕因其居正中、又一〔席位〕因其紧邻己侧或与某位友人、熟识、师长相伴,给予各位所谓显赫之人,而对余下之人留以馈赠与热忱厚意,使他们得以免受名分荣耀之劳。倘若资望委实难辨而宾客又生性多心苛求,且看我使出何等妙策:若父亲在场,我便请他起身坐上那至为显要之位;若不在,则请祖父、岳父、叔伯,抑或在主人跟前享有公认且特有尊崇的亲长上座;我是从荷马关于人伦本分的训导中采纳了这一法度。正如阿喀琉斯见墨涅拉俄斯与安提罗科斯为了赛车的第二名奖品争执不下,担心他们因忿怒与好胜而愈演愈烈,便欲将奖品改授他人,名义上是怜恤并礼遇欧墨洛斯,实则是消除了他们相争的由头。”
- 617aἐν δὲ ξένοις ἢ ἄρχουσιν ἢ πρεσβυτέροις φιλοσοφοῦντες δέδια μὴ δοκῶμεν τῇ αὐλείῳ τὸν τῦφον ἀποκλείοντες εἰσάγειν τῇ παραθύρῳ μετὰ πολλῆς ἀδιαφορίας
由 δέδια μὴ...(我惧怕/担忧……)引导的惧怕从句。分词 φιλοσοφοῦντες 作条件或让步状语(“若/当我们大谈哲学风骨时”)。整句骨干在于形象的隐喻对仗:τῇ αὐλείῳ [θύρᾳ] τὸν τῦφον ἀποκλείοντες(将虚妄拒于正门外)与 εἰσάγειν τῇ παραθύρῳ(从侧门引入)。
- 617cκαὶ τὸ λυπηρὸς εἶναι τοῖς κεκλημένοις φεύγειν δοκῶν μᾶλλον ἐφέλκεται καθʼ αὑτοῦ
句子的主语是主格分词 δοκῶν(“自以为/显得……的人”)。该分词支配冠词不定式短语 τὸ ... φεύγειν(“逃避/避免……”),而后者内部又嵌套了补足短语 λυπηρὸς εἶναι τοῖς κεκλημένοις(“对受邀宾客成为令人厌烦者”)。主句主动词为 ἐφέλκεται καθʼ αὑτοῦ(“引向自己自身”)。
- 617dτοῖς δʼ ἄλλοις δωρεὰς καὶ φιλοφροσύνην ἔλιπον ἂν ἀνάπαυλαν μᾶλλον τῆς τιμῆς
此处 ἄν + 不定过去式直陈语气 ἔλιπον 构成假设/潜在表达(“我宁可留下/本可以留下……”)。句法上作双重宾格处理:以 δωρεὰς καὶ φιλοφροσύνην(馈赠与温厚情谊)为直接宾语,以 ἀνάπαυλαν ... τῆς τιμῆς(作为免于名分之累的休憩)为补足/谓语性宾格。
- 617dἂν μὲν πατήρ, τοῦτον ἀράμενος
条件从句 ἂν μὲν πατήρ 省略了系动词(如 παρῇ 或 ᾖ,意即“若父亲[在场]”)。分词短语 τοῦτον ἀράμενος 意为“将他请起/扶上尊位”,呼应了前文引述阿尔喀诺俄斯时的诗句 υἱὸν ἀναστήσας(“唤起爱子”)。
