← 普鲁塔克

食桌谈话录

§1.2.1-1.2.3

父亲与提蒙关于宴席是否应安排座次的争论

因提蒙的宴席未定席次致使一位傲慢的客人负气离席,父亲援引军旅秩序与宇宙造化来论证排列席位的必要性,提蒙则辩称强加尊卑位次只会滋长虚荣并破坏朋友间的民主与平等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2.1

Τίμων ὁ ἀδελφὸς ἑστιῶν πλείονας ἕκαστον ἐκέλευε τῶν εἰσιόντων ὅποι βούλεται παρεμβάλλειν καὶ κατακλίνεσθαι,1 διὰ τὸ καὶ ξένους καὶ πολίτας καὶ συνήθεις καὶ οἰκείους; καὶ ὅλως παντοδαποὺς τοὺς κεκλημένους εἶναι. πολλῶν οὖν ἤδη παρόντων, ξένος τις ὥσπερ εὐπάρυφος ἐκ κωμῳδίας ἐσθῆτί τε περιττῇ καὶ ἀκολουθίᾳ παίδων ὑποσολοικότερος, ἧκεν ἄχρι τῶν θυρῶν τοῦ ἀνδρῶνος, καὶ κύκλῳ ταῖς ὄψεσιν ἐπελθὼν τοὺς κατακειμένους οὐκ ἠθέλησεν εἰσελθεῖν ἀλλʼ ᾤχετʼ ἀπιών· καὶ πολλῶν μεταθεόντων, οὐκ ἔφη τὸν ἄξιον ἑαυτοῦ τόπον ὁρᾶν λειπόμενον. ἐκεῖνον μὲν οὖν πολλῷ γέλωτι "χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων" ἐκέλευον οἱ κατακείμενοι· καὶ γὰρ ἦσαν πολλοὶ μετρίως ὑποπεπωκότες.

当我的兄弟提蒙款待较多客人时,因受邀者既有外邦人也有同邦公民,既有熟人也有亲族,总之形形色色,他便让进来的每一个人随其所愿插空入席躺卧。当时已有许多人在座,某位外邦人身着过分华丽的服饰,宛如喜剧中走出的阔佬,在一群奴仆的簇拥下显得颇为粗俗虚矫,他来到宴事之厅的门前,环视在席众人后竟不愿入内,径自离去。虽有许多人追赶出去,他却声称看不到还留有配得上自己的席位。在座的人哄然大笑,吩咐道“在欢呼与吉语中将他送出宅第”;事实上,他们许多人已微有醉意。

§1.2.2

ἐπεὶ δὲ τὰ περὶ τὸ δεῖπνον τέλος εἶχεν, ὁ πατὴρ ἐμὲ πορρωτέρω κατακείμενον προσειπών Τίμων ἔφη κἀγὼ κριτήν σε πεποιήμεθα διαφερόμενοι· πάλαι γὰρ ἀκούει κακῶς ὑπʼ ἐμοῦ διὰ τὸν ξένον εἰ γὰρ διετάττετο ἀπʼ ἀρχῆς, ὥσπερ ἐκέλευον ἐγώ, τὰς κλίσεις, οὐκ ἂν εὐθύνας ὑπείχομεν ἀταξίας ἀνδρὶ δεινῷ· "κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.2" καὶ γὰρ δὴ Παῦλον Αἰμίλιον στρατηγὸν λέγουσιν, ὅτε Περσέα καταπολεμήσας ἐν Μακεδονίᾳ πότους συνεκρότει, κόσμῳ τε θαυμαστῷ περὶ πάντα καὶ τῇ λοιπῇ τάξει χρώμενον, εἰπεῖν ὅτι ταὐτοῦ ἀνδρός ἐστι καὶ φάλαγγα συστῆσαι φοβερωτάτην καὶ συμπόσιον ἥδιστον· ἀμφότερα γὰρ εὐταξίας εἶναι. καὶ τοὺς ἀρίστους καὶ τοὺς βασιλικωτάτους ὁ ποιητὴς εἴωθε κοσμήτορας λαῶν προσαγορεύειν. καὶ τὸν μέγαν θεὸν ὑμεῖς πού φατε τὴν ἀκοσμίαν εὐταξίᾳ μεταβαλεῖν εἰς κόσμον, οὔτʼ ἀφελόντα τῶν ὄντων οὐδὲν οὔτε προσθέντα, τῷ δʼ ἕκαστον ἐπὶ τὴν προσήκουσαν χώραν καταστῆσαι3 τὸ κάλλιστον ἐξ ἀμορφοτάτου σχῆμα περὶ τὴν φύσιν ἀπεργασάμενον. ἀλλὰ ταῦτα μὲν τὰ σεμνότερα καὶ μείζονα παρʼ ὑμῶν μανθάνομεν αὐτοὶ δὲ καὶ τὴν περὶ τὰ δεῖπνα δαπάνην ὁρῶμεν οὐδὲν ἔχουσαν ἐπιτερπὲς οὐδʼ ἐλευθέριον, εἰ μὴ τάξεως μετάσχοι. διὸ καὶ γελοῖόν ἐστι τοῖς μὲν ὀψοποιοῖς καὶ τραπεζοκόμοις σφόδρα μέλειν τί πρῶτον ἢ τί δεύτερον ἢ μέσον ἢ τελευταῖον ἐπάξουσι, καὶ νὴ Δία μύρου τινὰ καὶ στεφάνων καὶ ψαλτρίας, ἂν τύχῃ παροῦσα, χώραν καὶ τάξιν· εἶναι· τοὺς δʼ ἐπὶ ταῦτα καλουμένους εἰκῆ καὶ ὡς ἔτυχε κατακλίναντα χορτάζειν, μήθʼ ἡλικίᾳ μήτʼ ἀρχῇ μήτʼ ἄλλῳ τινὶ τῶν ὁμοίων τὴν ἁρμόττουσαν ἀποδιδόντα τάξιν, ἐν ᾗ τιμᾶται μὲν ὁ προύχων ἐθίζεται δʼ ὁ δευτερεύων, γυμνάζεται δʼ ὁ τάττων πρὸς διάκρισιν καὶ στοχασμὸν τοῦ πρέποντος. οὐ γὰρ ἕδρα μὲν ἔστι καὶ στάσις τοῦ κρείττονος, κατάκλισις δʼ οὐκ ἔστιν οὐδὲ προπίεται ἑτέρῳ πρὸ ἑτέρου μᾶλλον ὁ ἑστιῶν, περὶ δὲ τὰς κατακλίσεις παρόψεται τὰς διαφοράς, εὐθὺς ἐν ἀρχῇ τὴν λεγομένην μίαν Μύκονον ἀποφήνας τὸ συμπόσιον.4 ἡ μὲν οὖν τοῦ πατρὸς δικαιολογία τοιαύτη τις ἦν.

及至筵席将近尾声,离我较远而卧的父亲向我搭话,说道: “提蒙与我各执一词,已将你选作裁判;因为他因那位客人的缘故早已受我责难。如果他从一开始就按照我的嘱咐排定席次,我们何至于要向那长于 ‘编排车马与操盾勇士’ 的可畏之人交差受审?人们说将军保卢斯·埃米利乌斯在击破珀尔修斯之后于马其顿举行宴饮时,凡事皆极尽精巧之陈设与秩序之讲究,并言道:布列至为可怖的方阵与操办至为欢畅的宴席,乃是同等之人的作为,因二者皆关乎良好的秩序。诗人亦惯常将最卓越、最富王者风范之人称为‘军队的整饬者’。而你们〔这些哲人〕大概也说过,伟大的神明既未减损亦未增添任何实存之物,而是凭借良好的秩序将混乱化为整饬,通过将万物安置于其适宜之位,在自然界中从全然无形之中造就了最完美的形态。然而,这些更为庄严宏大的道理固然可向你们学习,我们自己亦看到,筵席上的耗费若无秩序相伴,便毫无欢娱与尊严可言。因此,若厨师与司席之仆极尽用心于何者先上、何者后进、何者居中或最后呈递,甚至指着宙斯发誓,香膏、花冠以及若在场的女琴师皆各有其位置与次序;而对受邀前来的宾客却随意苟且地安置躺卧并供以食粮,既不依年龄,亦不依职权,亦不依任何相仿之资历给予恰如其分的位次——在此位次中,卓越者受尊崇,居次者知退让,排定者则操练对得体之事的辨识与揣度——那便实属可笑了。难道长者有座席与立足之地,躺卧处却没有不成?抑或主人竟会先于一人向另一人敬酒,却在躺卧席位上忽视差异,一开场就把宴饮变成了所谓的‘单一米科诺斯’?” 父亲的申辩大致如此。

§1.2.3

ὁ δʼ ἀδελφὸς εἶπεν ὅτι τοῦ Βίαντος οὐκ εἴη σοφώτερος, ὥστʼ, ἐκείνου δυεῖν φίλων ἀπειπαμένου δίαιταν, αὐτὸς ὁμοῦ τοσούτων μὲν οἰκείων τοσούτων δʼ ἑταίρων γίγνεσθαι κριτής,5 οὐ περὶ χρημάτων ἀλλὰ περὶ πρωτείων ἀποφαινόμενος, ὥσπερ οὐ φιλοφρονήσασθαι παρακεκληκὼς ἀλλʼ ἀνιᾶσαι τοὺς ἐπιτηδείους. ἄτοπος μὲν οὖν ἔφη καὶ παροιμιώδης Μενέλαος, εἴ γε σύμβουλος ἐγένετο μὴ παρακεκλημένος· ἀτοπώτερος δʼ ὁ ποιῶν ἑαυτὸν ἀνθʼ ἑστιάτορος δικαστὴν καὶ κριτὴν τῶν οὐκ ἐπιτρεπόντων οὐδὲ κρινομένων, τίς ἐστι βελτίων τίνος ἢ χείρων· οὐ γὰρ εἰς ἀγῶνα καθείκασιν ἀλλʼ ἐπὶ δεῖπνον ἥκουσιν. ἀλλʼ οὐδʼ εὐχερὴς ἡ διάκρισίς ἐστι, τῶν μὲν ἡλικίᾳ τῶν δὲ δυνάμει τῶν δὲ χρείᾳ τῶν δʼ οἰκειότητι διαφερόντων· ἀλλὰ δεῖ, καθάπερ ὑπόθεσιν μελετῶντα συγκριτικήν, τοὺς Ἀριστοτέλους τόπους ἢ τοὺς Θρασυμάχου ὑπερβάλλοντας ἔχειν προχείρους οὐδὲν τῶν χρησίμων διαπραττόμενον ἀλλὰ τὴν κενὴν δόξαν ἐκ τῆς ἀγορᾶς καὶ τῶν θεάτρων εἰς τὰ συμπόσια μετάγοντα, καὶ τὰ μὲν ἄλλα πάθη πειρώμενον ἀνιέναι συνουσίᾳ, τὸν δὲ τύχηι ἐπισκευάζοντα, ον πολὺ μᾶλλον οἶμαι προσήκει τῆς ψυχῆς ἢ τὸν πηλὸν ἀπονιψαμένους τῶν ποδῶν ἐλαφρῶς καὶ ἀφελῶς παρὰ πότον ἀλλήλοις συμφέρεσθαι, νῦν δὲ τὴν μὲν ἐξ ὀργῆς τινος ἢ πραγμάτων ἔχθραν πειρώμεθα τῶν κεκλημένων ἀφαιρεῖν, τῇ δὲ φιλοτιμίᾳ πάλιν ὑπεκκάομεν καὶ ἀναζωπυροῦμεν, τοὺς μὲν ταπεινοῦντες τοὺς δʼ ὀγκοῦντες. καίτοι γʼ, εἰ μὲν ἀκολουθήσουσι τῇ κατακλίσει προπόσεις τε συνεχέστεραι καὶ παραθέσεις ἔτι δʼ ὁμιλίαι καὶ προσαγορεύσεις, παντάπασι γενήσεται σατραπικὸν ἡμῖν ἀντὶ φιλικοῦ τὸ συμπόσιον· εἰ δὲ περὶ τἄλλα τὴν ἰσότητα τοῖς ἀνδράσι φυλάξομεν, τί οὐκ ἐντεῦθεν ἀρξάμενοι πρῶτον ἐθίζομεν ἀτύφως καὶ ἀφελῶς; κατακλίνεσθαι μετʼ ἀλλήλων, εὐθὺς ἀπὸ τῶν θυρῶν ὁρῶντας, ὅτι δημοκρατικῶς ἐπὶ τὸ δεῖπνον, καὶ οὐκ ἐξαίρετον ὡς πόλιν, ἐφʼ οὗ κατακλιθεὶς ὁ πλούσιος ἐν τῇ κατακλίσει τοῖς εὐτελεστάτοις;

兄弟则言道,既然比阿斯尚且拒绝为两位友人仲裁,自己并不比他更聪慧,以至于要同时充当如此众多亲眷与同道之人的裁判,不是就财产而是就先后尊卑作出裁决,仿佛邀请密友并非为了善待他们,反而是为了折磨他们一般。 “墨涅拉俄斯若未经邀请便来充当谋士,固然怪诞且成了谚语;”他说道,“但若有人不作宴主,反倒在那些未托付评判亦不欲受审之人面前自封为断案者与裁判,裁定谁优于谁、谁劣于谁,那就更加怪诞了。因为他们并非奔赴赛会,而是前来赴宴。况且,有人长于年齿,有人重于权位,有人重于实用,有人贵于亲密之情,彼此差异各不相同,此等辨识决非易事;人必须如同操练一篇论辩文章那样,将亚里士多德的论题或色拉叙马霍斯的压倒论据备于案头,却无任何实效可成,反将广场与剧场中的虚妄浮名引入宴饮,在企图借交游纾解其他激越情绪的同时,反倒整饬修饰了自负——我认为在饮酒时,洗涤心灵中的自负远比洗去双脚的泥垢更为合宜,以便轻快淳朴地彼此相融。可如今,我们正试图消除宾客因某种忿怒或事务而生的嫌隙,却又借由好胜虚荣将其重新煽惑挑起,贬抑一部分人而捧高另一部分人。然而,若更频密的敬酒、呈菜乃至交谈与致意皆紧随席次而定,我们的宴饮就将彻底沦为总督式的专制排场,而非友朋间的欢聚;若我们在其他方面仍对众人保持平等,为何不以此为始,首先让他们习惯于毫无虚骄、朴质无华地同卧一处?让他们自进门之始便看到,人们乃是民主平等地走向筵席,而非步入专断特权的卫城,富贵之人在躺卧之处亦与至为微贱者同席相伴。”

语法注5 条
  1. 615dἐκέλευε τῶν εἰσιόντων ὅποι βούλεται παρεμβάλλειν καὶ κατακλίνεσθαι

    动词 ἐκέλευε 统辖作为间接命令的不定式 παρεμβάλλειν 和 κατακλίνεσθαι,以 ἕκαστον τῶν εἰσιόντων 为其不定式的主语。方向副词 ὅποι 与 βούλεται 连用,限定了插入躺卧的具体去向。

  2. 615eἀνδρὶ δεινῷ· κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας

    引自荷马《伊利亚特》2.554(描述雅典将领墨涅斯透斯)。形容词 δεινῷ 之后的不定式 κοσμῆσαι 作说明性/补充性不定式(epexegetical infinitive),意为“擅长编排……”。

  3. 616aτῷ δʼ ἕκαστον ἐπὶ τὴν προσήκουσαν χώραν καταστῆσαι

    带冠词不定式的与格(τῷ... καταστῆσαι),表手段与方式。它与前文的 οὔτʼ ἀφελόντα... οὔτε προσθέντα 形成对比,具体指明神明如何通过“将各物安置于适宜之处”使无序化为秩序。

  4. 616bμίαν Μύκονον ἀποφήνας τὸ συμπόσιον

    源自希腊谚语“单一米科诺斯”(用以比喻全无分别、千篇一律的状态)。μίαν Μύκονον 作宾语补足语(谓词性宾格),修饰直接宾语 τὸ συμπόσιον,意指把宴席变成毫无尊卑差别的单一平头状态。

  5. 616cὥστʼ, ἐκείνου δυεῖν φίλων ἀπειπαμένου δίαιταν, αὐτὸς ὁμοῦ τοσούτων μὲν οἰκείων τοσούτων δʼ ἑταίρων γίγνεσθαι κριτής

    连词 ὥστε 引出不定式 γίγνεσθαι,承接前文 οὐκ εἴη σοφώτερος 表示自然产生的结果。由于不定式的逻辑主语即为主句主语,故使用主格 αὐτός,中间插入了属格独立结构(ἐκείνου... ἀπειπαμένου δίαιταν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:1.2.1-1.2.3