← 普鲁塔克

食桌谈话录

§1.1.4-1.1.5

适于宴饮的话题与饮酒歌的由来

叙述者主张酒席上适宜的谈资应为具有教益的叙事与柔和通俗的探讨,而非严苛的论证或晦涩的逻辑难题;他援引伊索寓言等典故告诫切勿冷落宾客,并阐释了酒宴短歌(skolion)的名称起源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1.4

οἶμαι δὲ διηγήσεων εἶναί τι συμποτικὸν γένος, ὧν τὰς μὲν ἱστορία δίδωσι, τὰς δʼ ἐκ τῶν ἀνὰ χεῖρα πραγμάτων λαβεῖν ἔστι,1 πολλὰ μὲν εἰς φιλοσοφίαν παραδείγματα πολλὰ δʼ εἰς εὐσέβειαν ἐχούσας, ἀνδρικῶν τε πράξεων καὶ μεγαλοθύμων ἐνίας δὲ χρηστῶν καὶ φιλανθρώπων ζῆλον ἐπαγούσας· αἷς ἤν τις ἀνυπόπτως χρώμενος διαπαιδαγωγῇ τοὺς πίνοντας, οὐ τὰ ἐλάχιστα τῶν κακῶν ἀφαιρήσει τῆς μέθης. οἱ μὲν οὖν τὰ βούγλωσσα καταμιγνύντες εἰς τὸν οἶνον καὶ τοῖς ἀποβρέγμασι τῶν περιστερεώνων καὶ ἀδιάντων τὰ ἐδάφη ῥαίνοντες, ὡς τούτων τινὰ τοῖς ἑστιωμένοις εὐθυμίαν καὶ φιλοφροσύνην ἐνδιδόντων, ἀπομιμούμενοι τὴν Ὁμηρικὴν Ἑλένην ὑποφαρμάττουσαν τὸν ἄκρατον, οὐ συνορῶσιν ὅτι κἀκεῖνος ὁ μῦθος ἐκπεριελθὼν ἀπʼ Αἰγύπτου μακρὰν ὁδὸν εἰς λόγους ἐπιεικεῖς καὶ πρέποντας ἐτελεύτησεν ἡ γὰρ Ἑλένη πίνουσιν αὐτοῖς διηγεῖται περὶ τοῦ Ὀδυσσέως· "οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνήρ, αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας·" τοῦτο γὰρ ἦν ὡς ἔοικε τὸ νηπενθὲς φάρμακον καὶ ἀνώδυνον, λόγος ἔχων καιρὸν ἁρμόζοντα τοῖς ὑποκειμένοις πάθεσι καὶ πράγμασιν. οἱ δὲ χαρίεντες, κἂν ἀπʼ εὐθείας φιλοσοφῶσι, τηνικαῦτα διὰ τοῦ πιθανοῦ μᾶλλον ἢ βιαστικοῦ τῶν ἀποδείξεων ἄγουσι τὸν λόγον. ὁρᾷς γὰρ ὅτι καὶ Πλάτων ἐν τῷ Συμποσίῳ περὶ τέλους διαλεγόμενος καὶ τοῦ πρώτου ἀγαθοῦ καὶ ὅλως θεολογῶν οὐκ ἐντείνει τὴν ἀπόδειξιν οὐδʼ ὑποκονίεται, τὴν λαβὴν ὥσπερ εἴωθεν εὔτονον ποιῶν καὶ ἄφυκτον, ἀλλʼ ὑγροτέροις λήμμασι καὶ παραδείγμασι καὶ μυθολογίαις προσάγεται τοὺς ἄνδρας.

我也认为存在某种适于酒席的叙事门类,其中一部分由历史提供,一部分可取自眼前的寻常实事,包含诸多用于哲学的典范和诸多用于敬虔的榜样,并能激发效仿勇敢、崇高作为的热忱,有些还能激发对善良、仁道行为的向往。若有人毫不惹人嫌猜地运用这些来引导饮酒者,必将消除醉酒之害中绝非微小的一部分。那些把牛舌草混入酒中、用马鞭草浸液和铁线蕨水喷洒地面的人,以为这能带给饮宴者某种愉悦与友善,模仿荷马笔下的海伦给纯酒下药,却未曾察觉,那个神话在从埃及跋涉漫长旅程之后,最终也归结于得体而恰当的言论。因为海伦在他们饮酒时讲述关于奥德修斯的事: “那刚毅的人成就了何等的事,耐受了何等的痛苦, 以可耻的鞭挞使自己屈服;”因为这似乎就是那消除忧伤与痛苦的灵药——一种把握适宜时机、与当下情境及受难相契合的言语。况且文雅之人即便直截了当地研讨哲学,在此等时机也会通过具说服力而非强制性的论证来引导言论。你看到柏拉图在《会饮》中谈论终极目的与至善并全面论述神性事物时,也并未紧绷论证或涂满尘土,像平日那样使抓握紧固而不可挣脱,而是运用更柔和的前提、比喻和神话来引人入胜。

§1.1.5

εἶναι δὲ δεῖ καὶ αὐτὰς τὰς ζητήσεις ὑγροτέρας καὶ γνώριμα τὰ προβλήματα καὶ τὰς πεύσεις ἐπιεικεῖς καὶ μὴ γλίσχρας, ἵνα μὴ πνίγωσι τοὺς ἀνοητοτέρους μηδʼ ἀποτρέπωσιν. ὥσπερ γὰρ τὰ σώματα πινόντων διʼ ὀρχήσεως καὶ χορείας νενόμισται σαλεύειν, ἂν δʼ ὁπλομαχεῖν ἀναστάντας ἢ δισκεύειν ἀναγκάζωμεν αὐτούς, οὐ μόνον ἀτερπὲς ἀλλὰ καὶ βλαβερὸν ἔσται τὸ συμπόσιον· οὕτω τὰς ψυχὰς αἱ μὲν ἐλαφραὶ ζητήσεις ἐμμελῶς καὶ ὠφελίμως κινοῦσιν, ἐριδαντέων δὲ κατὰ Δημόκριτον καὶ ἱμαντελικτέων λόγους ἀφετέον,2 οἳ αὐτούς τε κατατείνουσιν ἐν πράγμασι γλίσχροις καὶ δυσθεωρήτοις τούς τε παρατυγχάνοντας ἀνιῶσι· δεῖ γὰρ ὡς τὸν οἶνον κοινὸν εἶναι καὶ τὸν λόγον, οὗ πάντες μεθέξουσιν. οἱ δὲ τοιαῦτα προβλήματα καθιέντες οὐδὲν ἂν τῆς Αἰσωπείου γεράνου καὶ ἀλώπεκος ἐπιεικέστεροι πρὸς κοινωνίαν φανεῖεν· ὧν ἡ μὲν ἔτνος τι λιπαρὸν κατὰ λίθου πλατείας καταχεαμένη τὴν γέρανον ἐδέξατο οὐκ εὐωχουμένην, ἀλλὰ γελοῖα πάσχουσαν· ἐξέφευγε γὰρ ὑγρότητι τὸ ἔτνος τὴν λεπτότητα τοῦ στόματος αὐτῆς. ἐν μέρει τοίνυν ἡ γέρανος αὐτῇ καταγγείλασα δεῖπνον ἐν λαγυνίδι προὔθηκε λεπτὸν ἐχούσῃ καὶ μακρὸν τράχηλον, ὥστʼ αὐτὴ μὲν καθιέναι τὸ στόμα ῥᾳδίως καὶ ἀπολαύειν, τὴν δʼ ἀλώπεκα μὴ δυναμένην κομίζεσθαι συμβολὰς πρεπούσας. οὕτω τοίνυν, ὅταν οἱ φιλόσοφοι παρὰ πότον εἰς λεπτὰ καὶ διαλεκτικὰ προβλήματα καταδύντες ἐνοχλῶσι τοῖς πολλοῖς ἕπεσθαι μὴ δυναμένοις, ἐκεῖνοι δὲ πάλιν ἐπʼ ᾠδάς τινας καὶ διηγήματα φλυαρώδη καὶ λόγους βαναύσους καὶ ἀγοραίους ἐμβάλλωσιν ἑαυτούς, οἴχεται τῆς συμποτικῆς κοινωνίας τὸ τέλος καὶ καθύβρισται ὁ Διόνυσος. ὥσπερ οὖν, Φρυνίχου καὶ Αἰσχύλου τὴν τραγῳδίαν εἰς μύθους καὶ πάθη προαγόντων, ἐλέχθη τὸ τί ταῦτα πρὸς τὸν Διόνυσον; οὕτως ἔμοιγε πολλάκις εἰπεῖν παρέστη πρὸς τοὺς ἕλκοντας εἰς τὰ συμπόσια τὸν Κυριεύοντα3 ὦ ἄνθρωπε, τί ταῦτα πρὸς τὸν Διόνυσον; ᾄδειν μὲν γὰρ ἴσως τὰ καλούμενα σκόλια, κρατῆρος ἐν μέσῳ προκειμένου καὶ στεφάνων διανεμομένων, οὓς ὁ θεὸς ἐλευθερῶν ἡμᾶς ἐπιτίθησιν, οὐ καλὸν δʼ οὐδὲ συμποτικόν.4 ἐπεί τοι καὶ τὰ σκόλιά φασιν οὐ γένος ᾀσμάτων εἶναι πεποιημένων ἀσαφῶς, ἀλλʼ ὅτι πρῶτον μὲν ᾖδον ᾠδὴν τοῦ θεοῦ κοινῶς ἅπαντες μιᾷ φωνῇ παιανίζοντες, δεύτερον δʼ ἐφεξῆς ἑκάστῳ μυρσίνης παραδιδομένης, ἣν αἴσακον οἶμαι διὰ τὸ ᾄδειν τὸν δεξάμενον ἐκάλουν· ἐπὶ δὲ τούτῳ λύρας περιφερομένης, ὁ μὲν πεπαιδευμένος ἐλάμβανε καὶ ᾖδεν ἁρμοζόμενος, τῶν δʼ ἀμούσων οὐ προσιεμένων, σκολιὸν ὠνομάσθη τὸ μὴ κοινὸν αὐτοῦ μηδὲ ῥᾴδιον. ἄλλοι δέ φασι τὴν μυρσίνην οὐ καθεξῆς βαδίζειν, ἀλλὰ καθʼ ἕκαστον ἀπὸ κλίνης ἐπὶ κλίνην διαφέρεσθαι· τὸν γὰρ πρῶτον ᾄσαντα τῷ πρώτῳ τῆς δευτέρας κλίνης ἀποστέλλειν, ἐκεῖνον δὲ τῷ πρώτῳ τῆς τρίτης, εἶτα τὸν δεύτερον ὁμοίως τῷ δευτέρῳ, καὶ τὸ ποικίλον καὶ πολυκαμπὲς ὡς ἔοικε τῆς περιόδου σκολιὸν ὠνομάσθη.

探究本身亦当更为柔和,论题当为人所熟知,提问当宽和而不应吹毛求疵,以免窒息或吓退较为不敏之人。因为正如饮酒者的肉体依循惯例通过舞蹈和歌队摇曳活动,若我们强令他们起立披甲格斗或掷铁饼,宴席不仅索然无味,甚至会有所损害;同样,轻快的探究能调和且有益地活动心灵,但按照德谟克利特的说法,应当摒弃那些“好争辩者和皮条玩弄者”的言辞,因为这些言辞使他们在狭隘难察的琐事上紧绷自身,并折磨在座之人。因为言论如同美酒,本应当是人人有份的共有之物。抛出此类论题的人,在交往中显得绝不比伊索寓言中的鹤与狐狸更和善。其中狐狸把油腻的浓汤倾倒在平石上款待鹤,鹤却无法进食而备受嘲弄,因为浓汤以其流动性逃脱了鹤那狭细的喙。随后鹤回请狐狸,将食物盛在细长颈的瓶中呈上,以致鹤自己能轻易探入喙中享用,而狐狸却无法〔如此〕,得到了恰当的回报。因此,当哲学家们在酒席上沉入细微而辩证的难题,从而困扰无法跟从的众人,而众人又反过来投身于浮薄的歌谣、荒唐的传说以及粗俗市井的言辞时,宴席相聚的宗旨便荡然无存,狄俄尼索斯亦遭到了侮辱。正如当初弗律尼科斯和埃斯库罗斯将悲剧引向神话与苦难时,人们说: “这与狄俄尼索斯何干?” 我也常有冲动对那些把“支配者论题”拖入酒席的人说: “喂,老兄,这与狄俄尼索斯何干?” 因为在混酒缸陈于中央、众人分佩神明为释放我们而赋予的花冠之时,歌唱所谓的短歌小调或许同样既不高雅亦不适于酒席。其实人们说,短歌并非一种写法隐晦的诗歌类型,而是起初众人以同一声音齐唱颂歌赞美神明;其次依次将一枝桃金娘递给每个人,我认为因接枝者须唱歌而称之为‘代歌枝’;此后又传递竖琴,受过教养的人便接过来调弦歌唱,而缺乏音乐素养的人则不予接受,于是这种并非人人皆通、不易演唱的歌便被称为‘曲折之歌(不齐之歌)’。另有人说,桃金娘并非按顺位传递,而是分别从一张卧榻斜跨传递至另一张卧榻:第一位唱完者送给第二张卧榻的第一人,那人又送给第三张卧榻的第一人,随后第二人同样送给第二人,由此,这一周转过程的曲折多变似乎便被称为‘曲折之歌’。

语法注4 条
  1. 4ὧν τὰς μὲν ἱστορία δίδωσι, τὰς δʼ ἐκ τῶν ἀνὰ χεῖρα πραγμάτων λαβεῖν ἔστι

    关系代词 ὧν 是以先行的 διηγήσεων 为先行词的部分属格。接续的 τὰς μὲν ... τὰς δέ 为宾格,表示其中的细分(“有些叙事……,另一些叙事……”),前者作 δίδωσι 的直接宾语,后者作不定式 λαβεῖν 的宾语。

  2. 614eἐριδαντέων δὲ κατὰ Δημόκριτον καὶ ἱμαντελικτέων λόγους ἀφετέον

    ἐριδαντέων 与 ἱμαντελικτέων 是保留自德谟克利特的爱奥尼亚方言属格复数形式(-έων),分别指好争辩者和解皮带结的杂耍者/诡辩者(字面意为“扭带子者”)。它们作名词性属格修饰 λόγους,而 λόγους 是动词性形容词 ἀφετέον(“应当摒弃”)的宾语。

  3. 615aτὸν Κυριεύοντα

    此处虽带冠词且大写如专有名词,但并非指人,而是麦加拉学派哲学家狄奥多洛·克罗诺斯所提出的著名逻辑难题“支配者论题”(ὁ κυριεύων λόγος)的省略说法。在文脉中作为不宜带入宴席的极度抽象晦涩的辩证难题之典型。

  4. 615aᾄδειν μὲν γὰρ ἴσως τὰ καλούμενα σκόλια ... οὐ καλὸν δʼ οὐδὲ συμποτικόν

    不定式 ᾄδειν 充当该句主语,谓语为形容词省略系动词的形式 οὐ καλὸν [ἐστιν] οὐδὲ συμποτικόν(“既不高雅亦不适于酒席”)。中间插入的 κρατῆρος ἐν μέσῳ προκειμένου ... 为表示时间与环境的属格独立结构。在此不仅指引入晦涩的辩证法,而且指唱起使无音乐素养者难堪的技巧性短歌,同样破坏了酒席的和谐宗旨。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:1.1.4-1.1.5