- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:1.1.1-1.1.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者追述了关于酒席上是否应当研讨哲学的争论缘起,并提出应当审视在座宾客的构成:若同饮者多为文雅之士则可自由论道,若多为粗俗不学者则表面上顺应其消遣,借助玩笑与沉默在不露痕迹中发挥哲学的引导力量。
πρῶτον δὲ πάντων τέτακται τὸ περὶ τοῦ φιλοσοφεῖν παρὰ πότον. μέμνησαι γὰρ ὅτι, ζητήσεως Ἀθήνησι μετὰ δεῖπνον γενομένης εἰ χρηστέον ἐν οἴνῳ φιλοσόφοις λόγοις καὶ τί μέτρον ἔστι χρωμένοις, ἀρίστων παρών εἰσὶ γάρ ἔφησε πρὸς τῶν θεῶν οἱ φιλοσόφοις χώραν ἐπʼ οἴνῳ μὴ διδόντες; ἐγὼ δʼ εἶπον ἀλλ οὐ γὰρ εἰσίν,1 ὦ ἑταῖῤ, οἳ καὶ πάνυ γε σεμνῶς κατειρωνευόμενοι λέγουσι μὴ δεῖν ὥσπερ οἰκοδέσποιναν ἐν οἴνῳ φθέγγεσθαι φιλοσοφίαν· καὶ τοὺς Πέρσας ὀρθῶς φασι μὴ ταῖς γαμεταῖς ἀλλὰ ταῖς παλλακίσι συμμεθύσκεσθαι καὶ συνορχεῖσθαι; ταὐτὸ δὴ καὶ ἡμᾶς ἀξιοῦσι ποιεῖν εἰς τὰ συμπόσια τὴν μουσικὴν καὶ τὴν ὑποκριτικὴν ἐπεισάγοντας φιλοσοφίαν δὲ μὴ κινοῦντας, ὡς οὔτε συμπαίζειν ἐκείνην ἐπιτήδειον οὖσαν οὔθʼ ἡμᾶς τηνικαῦτα σπουδαστικῶς ἔχοντας·2 οὐδὲ γὰρ Ἰσοκράτη τὸν σοφιστὴν ὑπομεῖναι δεομένων εἰπεῖν τι παρʼ οἶνον ἀλλʼ ἢ τοσοῦτον ἐν οἷς μὲν ἐγὼ δεινός, οὐχ ὁ νῦν καιρός· ἐν οἷς δʼ ὁ νῦν καιρός, οὐκ ἐγὼ δεινός.
排在一切之首的,是关于在饮宴中研讨哲学的论题。因为您一定记得,在雅典餐后曾发生过一场探讨,即酒席上是否应当使用哲学言论,以及使用者应当遵循何种限度;当时在场的阿里斯同说:“看在众神的分上,难道真有人在饮酒时不给哲学言论留有余地吗?” 我便说道:“然而,我的朋友,难道不正有这样的人吗?他们极其严肃且充满讽刺地说,哲学不应当像女主人那样在酒席上发声;他们还说,波斯人做得对,不与正妻而与妾侍一同饮醉和跳舞。他们要求我们照样行事,把音乐和戏剧引入酒席,却不去触动哲学,理由是哲学既不适于同欢共戏,而我们当时也无心严肃研讨。他们说,甚至连智者伊索克拉底在受到请求时,也不肯在酒席上讲点什么,而只说了这么一句:‘在我擅长的事上,现在不是适宜的时机;而在适宜现在的时机的事上,我并不擅长。’”
καὶ ὁ Κράτων ἀνακραγών εὖ γʼ εἶπε νὴ τὸν Διόνυσον ἐξώμνυτο τὸν λόγον, εἰ τοιαύτας ἔμελλε περαίνειν περιόδους, αἷς ἔμελλε Χαρίτων ἀνάστατον γενήσεσθαι συμπόσιον. οὐχ ὅμοιον δʼ οἶμαι ῥητορικὸν ἐξαιρεῖν συμποσίου λόγον καὶ φιλόσοφον· ἀλλʼ ἕτερόν ἐστι τὸ φιλοσοφίας, ἣν τέχνην περὶ βίον οὖσαν οὔτε τινὸς παιδιᾶς οὔτε τινὸς ἡδονῆς διαγωγὴν ἐχούσης ἀποστατεῖν εἰκὸς ἀλλὰ πᾶσι παρεῖναι τὸ μέτρον καὶ τὸν καιρὸν ἐπιφέρουσαν· ἢ μηδὲ σωφροσύνην μηδὲ δικαιοσύνην οἰώμεθα δεῖν εἰς τοὺς πότους δέχεσθαι, κατειρωνευόμενοι τὸ σεμνὸν αὐτῶν. εἰ μὲν οὖν, ὥσπερ οἱ τὸν Ὀρέστην ἑστιῶντες, ἐν Θεσμοθετείῳ σιωπῇ τρώγειν καὶ πίνειν ἐμέλλομεν, ἦν τι τοῦτο τῆς ἀμαθίας οὐκ ἀτυχὲς παραμύθιον·3 εἰ δὲ πάντων μὲν ὁ Διόνυσος Λύσιός ἐστι καὶ Λυαῖος, μάλιστα δὲ τῆς γλώττης ἀφαιρεῖται τὰ χαλινὰ καὶ πλείστην ἐλευθερίαν τῇ φωνῇ δίδωσιν, ἀβέλτερον οἶμαι καὶ ἀνόητον ἐν λόγοις πλεονάζοντα καιρὸν ἀποστερεῖν τῶν ἀρίστων λόγων, καὶ ζητεῖν μὲν ἐν ταῖς διατριβαῖς περὶ συμποτικῶν καθηκόντων καὶ τίς ἀρετὴ συμπότου καὶ πῶς οἴνῳ χρηστέον, ἐξ αὐτῶν δὲ τῶν συμποσίων ἀναιρεῖν φιλοσοφίαν ὡς ἔργῳ βεβαιοῦν ἃ διδάσκει λόγῳ μὴ δυναμένην.
克拉同大声喊道:“指着狄俄尼索斯起誓,如果他打算作出的正是那种会使宴席失去美惠女神们而变得荒芜的冗长句段,那么他谢绝发言倒是做得很漂亮!但在我看来,把修辞言论逐出酒席与把哲学言论逐出酒席绝非一回事。哲学的性质完全不同:作为关于人生的技艺,哲学离开任何嬉戏或任何包含消遣的快乐都是不合情理的,它反而应当临在于万事之中,带来节制与适时。难道我们要讽刺节制与正义的庄严,认为它们也不该被迎入酒席吗?如果我们真像当年接待俄瑞斯忒斯的人那样,要在执法官厅里默默吞咽饮酒,这对于无知来说倒还算是一种不坏的慰藉;但若狄俄尼索斯是一切事物的‘释放者’与‘解脱者’,尤其能解开舌头的缰绳、赋予声音以极大的自由,那么我认为,在一个言辞充沛的时机剥夺其最优秀的言论,在讲堂上探讨酒席上的责任、同饮者的美德以及应当如何饮酒,却在实际的宴席中废黜哲学,认为它无法用行动证实言论所教导的事,这是极为愚蠢而荒唐的。”
σοῦ δʼ εἰπόντος οὐκ ἄξιον εἶναι Κράτωνι περὶ τούτων ἀντιλέγειν, ὅρον δέ τινα καὶ χαρακτῆρα τῶν παρὰ πότον φιλοσοφουμένων ζητεῖν ἐκφεύγοντα τοῦτο δὴ τὸ παιζόμενον οὐκ ἀηδῶς πρὸς τοὺς ἐρίζοντας καὶ σοφιστιῶντας "νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα," ηομ. β 381 καὶ παρακαλοῦντος ἡμᾶς ἐπὶ τὸν λόγον· ἔφην ἐγὼ πρῶτον ὅτι μοι δοκεῖ σκεπτέον εἶναι τὸ τῶν παρόντων· ἂν μὲν γὰρ πλείονας ἔχῃ φιλολόγους τὸ συμπόσιον, ὡς τὸ Ἀγάθωνος Σωκράτας Φαίδρους Παυσανίας Ἐρυξιμάχους, καὶ τὸ Καλλίου Χαρμίδας Ἀντισθένας Ἑρμογένας, ἑτέρους τούτοις παραπλησίους, ἀφήσομεν αὐτοὺς μύθῳ φιλοσοφεῖν, οὐχ ἧττον ταῖς Μούσαις τὸν Διόνυσον ἢ ταῖς Νύμφαις κεραννύντας ἐκεῖναι μὲν γὰρ αὐτὸν τοῖς σώμασιν ἵλεων καὶ πρᾶον, αὗται δὲ ταῖς ψυχαῖς μειλίχιον ὄντως καὶ χαριδώτην ἐπεισάγουσι. καὶ γὰρ ἂν ὀλίγοι τινὲς ἰδιῶται παρῶσιν, ὥσπερ ἄφωνα γράμματα φωνηέντων ἐν μέσῳ πολλῶν τῶν πεπαιδευμένων ἐμπεριλαμβανόμενοι,4 φθογγῆς τινος οὐ παντελῶς ἀνάρθρου καὶ συνέσεως κοινωνήσουσιν. ἂν δὲ πλῆθος ᾖ τοιούτων ἀνθρώπων, οἳ παντὸς μὲν ὀρνέου παντὸς δὲ νεύρου καὶ ξύλου μᾶλλον ἢ φιλοσόφου φωνὴν ὑπομένουσι, τὸ τοῦ Πεισιστράτου χρήσιμον ἐκεῖνος γὰρ ἐν διαφορᾷ τινι πρὸς τοὺς υἱοὺς γενόμενος, ὡς ᾔσθετο τοὺς ἐχθροὺς χαίροντας, ἐκκλησίαν συναγαγὼν ἔφη βούλεσθαι μὲν αὐτὸς πεῖσαι τοὺς παῖδας, ἐπεὶ δὲ δυσκόλως ἔχουσιν, αὐτὸς ἐκείνοις πείσεσθαι καὶ ἀκολουθήσειν. οὕτω δὴ καὶ φιλόσοφος ἀνὴρ ἐν συμπόταις μὴ δεχομένοις τοὺς λόγους αὐτοῦ μεταθέμενος ἕψεται καὶ ἀγαπήσει τὴν ἐκείνων διατριβὴν, ἐφʼ ὅσον μὴ ἐκβαίνει τὸ εὔσχημον· εἰδὼς ὅτι ῥητορεύουσι μὲν ἄνθρωποι διὰ λόγου, φιλοσοφοῦσι δὲ καὶ σιωπῶντες καὶ παίζοντες καὶ νὴ Δία σκωπτόμενοι καὶ σκώπτοντες. οὐ γὰρ μόνον ἀδικίας ἐσχάτης ἐστίν ὥς φησι Πλάτων μὴ ὄντα δίκαιον εἶναι δοκεῖν, ἀλλὰ καὶ συνέσεως ἄκρας φιλοσοφοῦντα μὴ δοκεῖν φιλοσοφεῖν5 καὶ παίζοντα διαπράττεσθαι τὰ τῶν σπουδαζόντων. ὡς γὰρ αἱ παρʼ Εὐριπίδῃ μαινάδες ἄνοπλοι καὶ ἀσίδηροι τοῖς θυρσαρίοις παίουσαι τοὺς ἐπιτιθεμένους τραυματίζουσιν, οὕτω τῶν ἀληθινῶν φιλοσόφων καὶ τὰ σκώμματα καὶ οἱ γέλωτες τοὺς μὴ παντελῶς ἀτρώτους κινοῦσιν ἁμωσγέπως καὶ συνεπιστρέφουσιν.
当您指出无需就这些问题与克拉同争辩,而应当为酒席上的哲学研讨探寻某种界限与特质,从而避开那句对争执者和好辩之徒开的颇有风趣的玩笑——“现在去赴宴吧,好让我们交战阿瑞斯”——并敦促我们展开论述时,我首先说道,我认为必须审视在座者的构成: “因为如果酒席拥有多数爱好文雅之士,正如阿伽通的宴席上有苏格拉底、淮德罗、保萨尼亚斯、厄里克西马库斯等人,卡利亚斯的宴席上有沙米得斯、安提斯泰尼、赫谟根尼等人,以及其他类似的人,我们就会任由他们畅所欲言地研讨哲学,使狄俄尼索斯与缪斯们的调和绝不亚于与宁芙们的调和;因为宁芙们使他对待肉体温和而顺从,而缪斯们则使他真正成为灵魂的和悦者与施恩者。即便有少数未受教化的人在座,他们就像元音之间的无声字母一样夹在众多受过教育者中间,也会分享到某种并非完全无法拼读的声音与理解。但如果这等人占了多数,他们宁愿忍受任何鸟叫、任何琴弦和木管之声,也不愿忍受哲学家的声音,那么庇西特拉图的先例就很有用了:因为他在与儿子们发生争执时,察觉到敌人在幸灾乐祸,便召集民众大会说道,他自己本想说服儿子们,但既然他们性情执拗,他自己便顺从并听从他们。一个哲学人士在同饮者不接纳其言论时,也当如此改变自己,顺从并乐于接受他们的消遣,只要不逾越庄重得体的界限;因为他知道,人们是通过言论进行修辞,但即便在沉默中、嬉戏中,甚至指着宙斯起誓,在受人戏谑或戏谑他人时,都在从事哲学。 因为正如柏拉图所说,不仅本无正义却显得正义是极端的非正义,而且在从事哲学时显得并非在从事哲学,并在嬉戏中成就严肃之人的事业,乃是极高的明哲睿智。因为正如欧里庇得斯笔下的狂女们虽无武器也无刀剑,仅用小神杖击打袭击者便能使其受伤,真正的哲学家们的戏谑与欢笑也同样以某种方式触动并引导着那些并非完全刀枪不入的人。”
- 1ἀλλʼ οὐ γὰρ εἰσίν
对前文阿里斯同的反问句(“难道真有人……不给哲学留余地吗?”)的回应。ἀλλά 表示对对方隐含有“没有这样的人”之假设的反驳,οὐ γάρ 则构成惯用表达,意为“难道不是确实有吗(因为并非没有)”,强烈肯定了现实中存在此类人的事实。
- 613aὡς οὔτε συμπαίζειν ἐκείνην ἐπιτήδειον οὖσαν οὔθʼ ἡμᾶς τηνικαῦτα σπουδαστικῶς ἔχοντας
由连词 ὡς 引导的表主观理由或借口的分词结构。此处并非属格绝对结构,而是与宾格主语(ἐκείνην, ἡμᾶς)一致的宾格分词结构(一种宾格绝对结构,或与前文动词隐含的逻辑受词一致)。ἐκείνην 指代前文的哲学(φιλοσοφία)。
- 613bἦν τι τοῦτο τῆς ἀμαθίας οὐκ ἀτυχὲς παραμύθιον
针对非真实条件从句 εἰ ... ἐμέλλομεν 的主句(结论句)。此处虽为非真实条件句的结果,却省略了小词 ἄν。在表示义务、可能、必然的动词或带有名词/形容词表语的系动词过去直陈式(如 ἦν)中,常省略 ἄν 以生动强调该结论在假定条件下的必然性与直接性。
- 613eὥσπερ ἄφωνα γράμματα φωνηέντων ἐν μέσῳ πολλῶν τῶν πεπαιδευμένων ἐμπεριλαμβανόμενοι
伴随明喻插入而出现的根据意义的一致(constructio ad sensum)。虽然比喻对象 ἄφωνα γράμματα(无声字母)为中性复数,但分词 ἐμπεριλαμβανόμενοι 在性、数、格上却与句子的逻辑及文法主语 ὀλίγοι τινὲς ἰδιῶται(少数未受教化的人,阳性复数主格)相一致。句式骨架是将处于受教育者之中的外行人比作置于元音之间的辅音字母。
- 614aἀλλὰ καὶ συνέσεως ἄκρας φιλοσοφοῦντα μὴ δοκεῖν φιλοσοφεῖν
与句首 οὐ γὰρ μόνον ἀδικίας ἐσχάτης ἐστίν(……不仅是极端非正义的表现/特征)相对应的并列分句(ἀλλὰ καί……)。属格 συνέσεως ἄκρας 为表属性/特征的属格(characteristic genitive),意为“……乃是极高智慧的表现”。不定式 δοκεῖν 及其修饰分词 φιλοσοφοῦντα 的逻辑主语为代表泛指之人的宾格。
