- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:1.0.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克致信索修斯·塞内基奥,探讨了针对记性好的同饮者这一谚语的不同解释,并说明自己遵循哲学先例及塞内基奥的建议,将宴饮中的学术论题编纂成书并送上了前三卷。
τὸ "μισέω μνάμονα συμπόταν" ὦ Σόσσιε Σενεκίων, ἔνιοι πρὸς τοὺς ἐπιστάθμους εἰρῆσθαι λέγουσι, φορτικοὺς ἐπιεικῶς καὶ ἀναγώγους ἐν τῷ πίνειν ὄντας· οἱ γὰρ ἐν Σικελίᾳ Δωριεῖς ὡς ἔοικε τὸν ἐπίσταθμον μνάμονα προσηγόρευον. ἔνιοι δὲ τὴν παροιμίαν οἴονται τοῖς παρὰ πότον λεγομένοις καὶ πραττομένοις ἀμνηστίαν ἐπάγειν διὸ τήν τε λήθην οἱ πάτριοι λόγοι καὶ τὸν νάρθηκα τῷ θεῷ συγκαθιεροῦσιν, ὡς ἢ μηδενὸς δέον μνημονεύειν τῶν ἐν οἴνῳ πλημμεληθέντων ἢ παντελῶς ἐλαφρᾶς καὶ παιδικῆς νουθεσίας δεομένων.1 ἐπεὶ δὲ καὶ σοὶ δοκεῖ τῶν μὲν ἀτόπων ἡ λήθη τῷ ὄντι σοφὴ κατʼ Εὐριπίδην εἶναι· τὸ δʼ ὅλως ἀμνημονεῖν τῶν ἐν οἴνῳ μὴ μόνον τῷ φιλοποιῷ λεγομένῳ μάχεσθαι τῆς τραπέζης, ἀλλὰ καὶ τῶν φιλοσόφων τοὺς ἐλλογιμωτάτους ἀντιμαρτυροῦντας ἔχειν, Πλάτωνα καὶ Ξενοφῶντα καὶ Ἀριστοτέλην καὶ Σπεύσιππον, Ἐπίκουρόν τε καὶ Πρύτανιν καὶ Ἱερώνυμον καὶ Δίωνα τὸν ἐξ Ἀκαδημείας, ὡς ἄξιόν τινος σπουδῆς πεποιημένους ἔργον ἀναγράψασθαι λόγους2 παρὰ πότον γενομένους· ᾠήθης τε δεῖν ἡμᾶς τῶν σποράδην πολλάκις ἔν τε Ῥώμῃ μεθʼ ὑμῶν καὶ παρʼ ἡμῖν ἐν τῇ Ἑλλάδι, παρούσης ἅμα τραπέζης καὶ κύλικος, φιλολογηθέντων συναγαγεῖν τἀπιτήδεια· πρὸς τοῦτο γενόμενος τρία μὲν ἤδη σοι πέπομφα3 τῶν βιβλίων, ἑκάστου δέκα προβλήματα περιέχοντος· πέμψω δὲ καὶ τὰ λοιπὰ ταχέως, ἂν ταῦτα δόξῃ μὴ παντελῶς ἄμουσα μηδʼ ἀπροσδιόνυσʼ εἶναι.
索修斯·塞内基奥啊,有人说“我讨厌记性好的同饮者”这句谚语是针对驻军监督官说的,因为他们在饮酒时相当粗俗且缺乏教养;因为西西里的多利安人似乎把驻军监督官称作“记事者”。但另一些人则认为,这句谚语是要对酒席上的言行予以宽恕(不咎);为此,祖辈相传的说法将“遗忘”和茴香杆一同献给这位神祇,其理由是:酒中所犯的过失要么根本无需记挂,要么只需极其轻微且如同对孩童般的劝戒。然而,您也认为,按照欧里庇得斯的说法,遗忘非礼之事固然确实是明智的,但若对酒席上的一切毫无记忆,则不仅违背了餐桌所谓增进友谊的性质,而且还会受到最负盛名的哲学家们的反证——柏拉图、色诺芬、亚里士多德、斯珀西波斯,以及伊壁鸠鲁、普吕塔尼斯、耶罗尼穆斯和阿卡德米学派的狄翁——因为他们都把记录酒席上发生的谈话视为一件值得严肃对待的工作;此外,您还认为我们应当把多次在罗马与你们一同,以及在希腊我们这里,于桌案与酒杯前零散进行的学术探讨中适宜的内容搜集起来;致力于此,我已经给您送去了三卷书,每卷包含十个论题;如果这些内容被认为并非完全缺乏文雅或与狄俄尼索斯无关,我也会尽快送去其余各卷。
- 612dὡς ἢ μηδενὸς δέον μνημονεύειν τῶν ἐν οἴνῳ πλημμεληθέντων ἢ παντελῶς ἐλαφρᾶς καὶ παιδικῆς νουθεσίας δεομένων
由 ὡς 引导的表示动机或理由的分词结构。前半句 μηδενὸς δέον 是非人称动词 δεῖ 的绝对宾格形式(“由于无须……”),属格代词 μηδενός 受后接不定词 μνημονεύειν 支配。后半句的属格分词 δεομένων 与前面的 τῶν ἐν οἴνῳ πλημμεληθέντων(“酒中所犯的过失”,中性复数)在格与数上保持一致,充当其谓词(“或者它们仅需要极轻微的劝诫”),亦可视为属格独立结构。
- 612eὡς ἄξιόν τινος σπουδῆς πεποιημένους ἔργον ἀναγράψασθαι λόγους
带 ὡς 的完成时分词 πεποιημένους(阳性复数宾格)与前文列举的哲学家们(Πλάτωνα, Ξενοφῶντα 等)同格,表示主观的见解或动机(“因为他们认为……”)。短语 ἄξιόν τινος σπουδῆς 作为谓语宾格与 ἔργον 构成宾语补足结构,修饰或支配后接不定词 ἀναγράψασθαι(“记录”)。
- 612dἐπεὶ δὲ καὶ σοὶ δοκεῖ ... ᾠήθης τε δεῖν ... πρὸς τοῦτο γενόμενος τρία μὲν ἢδη σοι πέπομφα
长句的核心句法框架。由原因连词 ἐπεί 引导的从属结构通过连接连词 τε 将 καὶ σοὶ δοκεῖ 与 ᾠήθης τε δεῖν 结合在一起,构成全句的前提原因;主句则是 πρὸς τοῦτο γενόμενος ... πέπομφα。由于 δοκεῖ 之后依附着两组由 μέν ... δέ 对举的不定词结构,其间又插入了哲学家名单及 ὡς 引导的分词从句,使得主句动词 πέπομφα 与句首相隔甚远。
