- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:9-10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加拉克西多罗斯批评了哲学中的迷信与虚饰,赞美苏格拉底清醒而质朴的理性;忒奥克利托斯则为苏格拉底的灵兆辩护,并讲述了一则忽视该灵兆的青年被泥猪冲撞的轶事。
ὁ δὲ Γαλαξίδωρος ὦ Ἡράκλεις εἶπεν ὡς ἔργον ἐστὶν εὑρεῖν ἄνδρα καθαρεύοντα τύφου καὶ δεισιδαιμονίας. οἱ μὲν γὰρ ἄκοντες ὑπὸ τῶν παθῶν τούτων ἁλίσκονται διʼ ἀπειρίαν ἢ διʼ ἀσθένειαν· οἱ δέ, ὡς θεοφιλεῖς καὶ περιττοί τινες εἶναι δοκοῖεν, ἐπιθειάζουσι τὰς πράξεις, ὀνείρατα καὶ φάσματα καὶ τοιοῦτον ἄλλον ὄγκον προϊστάμενοι τῶν ἐπὶ νοῦν ἰόντων.1 ὃ πολιτικοῖς μὲν ἀνδράσι καὶ πρὸς αὐθάδη καὶ ἀκόλαστον ὄχλον ἠναγκασμένοις ζῆν οὐκ ἄχρηστον ἴσως ἐστὶν ὥσπερ ἐκ χαλινοῦ τῆς δεισιδαιμονίας πρὸς τὸ συμφέρον ἀντισπάσαι καὶ μεταστῆσαι τοὺς πολλούς· φιλοσοφίᾳ δʼ οὐ μόνον ἔοικεν ἀσχήμων ὁ τοιοῦτος εἶναι σχηματισμός, ἀλλὰ καὶ πρὸς τὴν ἐπαγγελίαν ἐναντίος, εἰ πᾶν ἐπαγγειλαμένη λόγῳ τἀγαθὸν καὶ τὸ συμφέρον διδάσκειν, εἰς θεοὺς ἐπαναχωρεῖ τῆς τῶν πράξεων ἀρχῆς2 ὡς τοῦ λόγου καταφρονοῦσα, καὶ τὴν ἀπόδειξιν δοκεῖ διαφέρειν ἀτιμάσασα πρὸς μαντεύματα τρέπεται καὶ ὀνειράτων ὄψεις, ἐν οἷς ὁ φαυλότατος οὐχ ἧττον τῷ κατατυγχάνειν πολλάκις φέρεται τοῦ κρατίστου. διὸ καὶ Σωκράτης ὁ ὑμέτερος, ὦ Σιμμία, δοκεῖ μοι φιλοσοφώτερον χαρακτῆρα παιδείας καὶ λόγου περιβάλλεσθαι, τὸ ἀφελὲς τοῦτο καὶ ἄπλαστον ὡς ἐλευθέριον καὶ μάλιστα φίλον ἀληθείας ἑλόμενος τὸν δὲ τῦφον ὥσπερ τινὰ καπνὸν φιλοσοφίας εἰς τοὺς σοφιστὰς ἀποσκεδάσας. ὑπολαβὼν δʼ ὁ Θεόκριτος τί γάρ εἶπεν ὦ Γαλαξίδωρε; καὶ σὲ Μέλητος πέπεικεν, ὅτι Σωκράτης· ὑπερεώρα τὰ θεῖα; τοῦτο γὰρ αὐτοῦ καὶ πρὸς Ἀθηναίους κατηγόρησεν οὐδαμῶς ἔφη τὰ γε θεῖα· φασμάτων δὲ καὶ μύθων καὶ δεισιδαιμονίας ἀνάπλεων φιλοσοφίαν ἀπὸ Πυθαγόρου Ἐμπεδοκλέους δεξάμενος εὖ μάλα βεβακχευμένην εἴθισεν ὥσπερ πρὸς τὰ πράγματα πεπνῦσθαι καὶ λόγῳ νήφοντι μετιέναι τὴν ἀλήθειαν.
加拉克西多罗斯说道: “赫拉克勒斯啊!要找到一个免于虚妄与迷信的人,该是多么困难的事!有些人是由于缺乏经验或生性软弱,不由自主地沦为这些激情的俘虏;而另一些人为了显得蒙神宠爱且超凡脱俗,便将自己的行为神化,在心中所生之念前摆出梦境、幻影以及诸如此类的虚饰。对于政治家以及被迫与傲慢放荡的乌合之众相处的人而言,这或许并非无益,宛如借迷信的缰绳将大众拉回并转向有利之途;但对于哲学而言,这种姿态不仅显得有失体统,甚至与其宣告的宗旨背道而驰——如果它宣称要凭理性教导一切善与有益之事,却又像轻视理性一般将行动的根源推诿给诸神,并且贬低了自身被认为所长于的证明,转而求助于神谕和梦境的幻象;然而在这些事物中,最卑劣的人往往单凭侥幸便毫不逊色于最出众的人。因此在我看来,西米亚斯啊,你们的苏格拉底为教养与言论披上了更具哲学意味的特质,他选择了这种朴实无华的态度,视其为自由人所宜且最合乎真理,而将虚妄宛如哲学的烟雾一般驱散到了智者们那里。” 忒奥克利托斯插话道: “怎么会这样,加拉克西多罗斯?难道美勒托斯连你也说服了,让你以为苏格拉底藐视神圣事物吗?因为他在雅典人面前正是如此控告他的。” “绝非神圣事物本身,”他说道,“而是说,他从毕达哥拉斯和恩培多克勒那里接手了充满幻影、神话和迷信且沉醉狂欢的哲学,使它面对现实清醒过来,并以清醒的理性去追求真理。”
εἶεν εἶπεν ὁ Θεόκριτος, τὸ δὲ δαιμόνιον, ὦ βέλτιστε, τὸ Σωκράτους ψεῦδος ἢ τί φαμεν; ἐμοὶ γὰρ οὐδὲν οὕτω μέγα τῶν περὶ Πυθαγόρου λεγομένων εἰς μαντικὴν ἔδοξε καὶ θεῖον· ἀτεχνῶς γὰρ οἷον Ὅμηρος Ὀδυσσεῖ πεποίηκε τὴν Ἀθηνᾶν ἐν πάντεσσι πόνοισι παρισταμένην,3 τοιαύτην, ἔοικε Σωκράτει τοῦ βίου προποδηγὸν ἀρχῆς τινα συνάψαι τὸ δαιμόνιον ὄψιν,4 ἥ μόνη τοι πρόσθεν ἰοῦσα τίθει, φάος ἐν πράγμασιν ἀδήλοις καὶ πρὸς ἀνθρωπίνην ἀσυλλογίστοις φρόνησιν, ἐν οἷς αὐτῷ συνεφθέγγετο πολλάκις τὸ δαιμόνιον ἐπιθειάζον ταῖς αὐτοῦ προαιρέσεσι. τὰ μὲν οὖν πλείονα καὶ μείζονα Σιμμίου χρὴ καὶ τῶν ἄλλων ἐκπυνθάνεσθαι Σωκράτους ἑταίρων· ἐμοῦ δὲ παρόντος, ὅτε πρὸς Εὐθύφρονα τὸν μάντιν ἧκον; ἔτυχε μέν, ὦ Σιμμία, μέμνησαι γάρ, ἄνω πρὸς τὸ Σύμβολον Σωκράτης καὶ τὴν οἰκίαν τὴν Ἀνδοκίδου βαδίζων ἅμα τι διερωτῶν καὶ διασείων τὸν Εὐθύφρονα μετὰ παιδιᾶς. ἄφνω δʼ ἐπιστὰς καὶ σιμπείσας προσέσχεν αὑτῷ συχνὸν χρόνον· εἶτʼ ἀναστρέψας ἐπορεύετο τὴν διὰ τῶν κιβωτοποιῶν, καὶ τοὺς προκεχωρηκότας ἤδη τῶν ἑταίρων ἀνεκαλεῖτο φάσκων αὑτῷ γεγονέναι τὸ δαιμόνιον. οἱ μὲν οὖν πολλοὶ συνανέστρεφον, ἐν οἷς κἀγὼ τοῦ Εὐθύφρονος ἐχόμενος· νεανίσκοι δέ τινες τὴν εὐθεῖαν βαδίζοντες ὡς δὴ τὸ Σωκράτους ἐλέγξοντες δαιμόνιον, ἐπεσπάσαντο Χάριλλον τὸν αὐλητὴν ἥκοντα καὶ αὐτὸν μετʼ ἐμοῦ εἰς Ἀθήνας πρὸς Κέβητα· πορευομένοις δʼ αὐτοῖς διὰ τῶν ἑρμογλύφων παρὰ τὰ δικαστήρια σύες ἀπαντῶσιν ἀθρόαι βορβόρου περίπλεοι καὶ κατʼ ἀλλήλων ὠθούμεναι διὰ πλῆθος· ἐκτροπῆς δὲ μὴ παρούσης, τοὺς μὲν ἀνέτρεψαν ἐμβαλοῦσαι τοὺς δʼ ἀνεμόλυναν. ἧκεν οὖν καὶ ὁ Χάριλλος οἴκαδε τά τε σκέλη καὶ τὰ ἱμάτια βορβόρου μεστός, ὥστʼ ἀεὶ τοῦ Σωκράτους δαιμονίου μεμνῆσθαι μετὰ γέλωτος θαυμάζοντας, εἰ μηδαμοῦ προλείπει τὸν ἄνδρα μηδʼ ἀμελεῖ τὸ θεῖον αὐτοῦ.
“好罢,”忒奥克利托斯说道, “那么我最亲爱的朋友,我们该将苏格拉底的那个神圣灵兆称为什么呢?是谎言,还是别的什么?在我看来,关于毕达哥拉斯在占卜方面的传闻,没有一件显得如此伟大而神圣。因为正如荷马为奥德修斯描摹雅典娜 ‘在一切劳苦中伫立身旁’ 那般,神圣之物似乎也从一开始就为苏格拉底的一生联结了某种先导的灵视: ‘唯有它先行在前,洒下光辉’, 照亮那些晦暗不明且非人类智虑所能推断的事务;在这些事上,灵兆常常向他发声指引,使他的抉择蒙上神圣的认可。其中更多且更重大的事例,本应向西米亚斯及苏格拉底的其他同伴探询;但有一回我也在场,那是我去找预言家欧堤弗罗的时候。西米亚斯,事情正是如此——你当记得——苏格拉底正朝着叙姆波隆与安多基德斯的宅邸往上走,一边带着戏谑向欧堤弗罗提问并加以盘难。忽然他停下脚步,闭口不言,凝神内省了许久;接着他转身改走箱匣工匠街,并把已经走在前面的同伴呼唤回来,声称灵兆已降临于他。大多数人都随之折返,我也在其中,紧跟着欧堤弗罗;但有几位青年为了验证并驳斥苏格拉底的灵兆,继续径直前行,还拉上了吹笛人查利洛斯——他也是同我一起来雅典拜访刻贝斯的。当他们穿过法庭旁的赫耳墨斯神像石匠街时,一群沾满污泥的猪迎面冲来,因数量众多而彼此推挤;由于无处避让,它们猛冲过来,撞倒了几个,又把其余人溅得满身泥污。因此查利洛斯回到家时,双腿和斗篷上全糊满了污泥,以至于他们每每伴着笑声忆及苏格拉底的灵兆,惊叹神圣之物竟从未遗弃或疏忽过那个人。”
- 9προϊστάμενοι τῶν ἐπὶ νοῦν ἰόντων
中动态分词 προϊστάμενοι 支配属格 τῶν ἐπὶ νοῦν ἰόντων,并以宾格短语 ὀνείρατα καὶ φάσματα... 作直接宾语,意为“在心头涌现的想法之前,摆出梦境与幻影作为幌子/屏障”。
- 580aεἰ πᾶν ἐπαγγειλαμένη λόγῳ τἀγαθὸν καὶ τὸ συμφέρον διδάσκειν, εἰς θεοὺς ἐπαναχωρεῖ τῆς τῶν πράξεων ἀρχῆς
εἰ 引导的从句对前文的 ἐναντίος 作出具体说明。分词 ἐπαγγειλαμένη 与哲学(阴性主语)呼应一致。属格短语 τῆς τῶν πράξεων ἀρχῆς 依附于 εἰς θεοὺς ἐπαναχωρεῖ,表“在行为的开端/源头方面退向诸神”。
- 580cἐν πάντεσσι πόνοισι παρισταμένην
引用自荷马史诗的程式化诗句。宾格分词 παρισταμένην 与 πεποίηκε 的宾语 τὴν Ἀθηνᾶν 一致,充当补充表语(“描摹雅典娜伫立身旁”)。
- 580cτοιαύτην, ἔοικε Σωκράτει τοῦ βίου προποδηγὸν ἀρχῆς τινα συνάψαι τὸ δαιμόνιον ὄψιν
语序倒装(hyperbaton)。核心句法结构为:ἔοικε τὸ δαιμόνιον συνάψαι Σωκράτει τοιαύτην τινὰ ὄψιν προποδηγὸν τοῦ βίου ἀρχῆς(“神异之物似乎从苏格拉底生命的开端起,就为他联系上了这样一种作为先导的灵视”)。τοιαύτην 修饰 ὄψιν,προποδηγόν 作同位语述语,ἀρχῆς 意指“自起始”。
