- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:7-8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西米亚斯讲述了埃及祭司如何解密阿尔克墨涅墓中的铭文,指出那是神明告诫希腊人停止战争、致力于哲学与学术的谕示,并以提洛岛倍立方祭坛问题为例阐明同一神旨。此时波吕姆尼斯到来,通报一位意大利毕达哥拉斯派人士前来祭奠吕西斯并酬谢厄帕米农达斯的消息。
οὐ γὰρ οὖν εἶπεν ὁ Φειδόλαος· ἀλλὰ τοῦτον μέν, ὅταν ἥκῃ πρὸς ἡμᾶς, δεξόμεθα· νυνὶ δʼ ὑπὲρ ὧν ἀρτίως ἠποροῦμεν, ὦ Σιμμία, γραμμάτων, εἴ τι γιγνώσκεις πλεῖον ἐξάγγειλον ἡμῖν· λέγονται γὰρ οἱ κατʼ Αἴγυπτον ἱερεῖς τὰ γράμματα συμβαλεῖν τοῦ πίνακος, ἃ παρʼ ἡμῶν ἔλαβεν Ἀγησίλαος; τὸν Ἀλκμήνης τάφον ἀνασκευασάμενος. καὶ ὁ Σιμμίας εὐθὺς ἀναμνησθεὶς οὐκ οἶδʼ ἔφη τὸν πίνακα τοῦτον, ὦ Φειδόλαε· γράμματα δὲ πολλὰ παρʼ Ἀγησιλάου κομίζων Ἀγητορίδας ὁ Σπαρτιάτης ἧκεν εἰς Μέμφιν ὡς Χόνουφιν τὸν προφήτην,1 ποτὲ συμφιλοσοφοῦντες διετρίβομεν ἐγὼ καὶ Πλάτων καὶ Ἐλλοπίων ὁ Πεπαρήθιος. ἧκε δέ, πέμψαντος βασιλέως καὶ κελεύσαντος τὸν Χόνουφιν, εἴ τι συμβάλλοι τῶν γεγραμμένων, ἑρμηνεύσαντα ταχέως ἀποστεῖλαι πρὸς ἑαυτὸν δὲ τρεῖς ἡμέρας ἀναλεξάμενος βιβλίων τῶν παλαιῶν παντοδαποὺς χαρακτῆρας, ἀντέγραψε τῷ βασιλεῖ καὶ· πρὸς ἡμᾶς ἔφρασεν, ὡς Μούσαις ἀγῶνα συντελεῖσθαι κελεύει τὰ γράμματα τοὺς δὲ τύπους εἶναι τῆς ἐπὶ Πρωτεῖ βασιλεύοντι γραμματικῆς, ἣν Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἐκμαθεῖν ὑφηγεῖσθαι μέντοι καὶ παραινεῖν τοῖς Ἕλλησι διὰ τῶν γραμμάτων τὸν θεὸν ἄγειν σχολὴν καὶ εἰρήνην, διὰ φιλοσοφίας ἀγωνιζομένους ἀεί, Μούσαις καὶ λόγῳ διακρινομένους περὶ τῶν δικαίων, τὰ ὅπλα καταθέντας. ἡμεῖς δὲ καὶ τότε λέγειν καλῶς ἡγούμεθα τὸν Χόνουφιν, καὶ μᾶλλον ὁπηνίκα κομιζομένοις ἡμῖν ἀπʼ Αἰγύπτου περὶ Καρίαν Δηλίων τινὲς ἀπήντησαν, δεόμενοι Πλάτωνος ὡς γεωμετρικοῦ λῦσαι χρησμὸν αὐτοῖς; ἄτοπον ὑπὸ τοῦ θεοῦ προβεβλημένον. ἦν δὲ χρησμὸς, Δηλίοις καὶ τοῖς ἄλλοις Ἕλλησι παῦλαν τῶν παρόντων κακῶν ἔσεσθαι διπλασιάσασι τὸν ἐν Δήλῳ βωμόν. οὔτε δὲ τὴν διάνοιαν ἐκεῖνοι συμβάλλειν δυνάμενοι καὶ περὶ τὴν τοῦ βωμοῦ κατασκευὴν γελοῖα πάσχοντες ʽἑκάστης γὰρ τῶν τεσσάρων πλευρῶν διπλασιαζομένης, ἔλαθον τῇ αὐξήσει τόπον στερεὸν ὀκταπλάσιον ἀπεργασάμενοι, διʼ ἀπειρίαν ἀναλογίας ἣ τῷ μήκει διπλάσιον παρέχεταἰ,2 Πλάτωνα τῆς ἀπορίας ἐπεκαλοῦντο βοηθόν. ὁ δὲ τοῦ Αἰγυπτίου μνησθεὶς προσπαίζειν ἔφη τὸν θεὸν Ἕλλησιν ὀλιγωροῦσι παιδείας, οἷον ἐφυβρίζοντα τὴν ἀμαθίαν ἡμῶν καὶ κελεύοντα γεωμετρίας ἅπτεσθαι μὴ παρέργως· οὐ γάρ τοι φαύλης οὐδʼ ἀμβλὺ διανοίας ὁρώσης ἄκρως δὲ τὰς γραμμὰς ἠσκημένης ἔργον εἶναι δυεῖν μέσων ἀνάλογον λῆψιν·3 μόνῃ διπλασιάζεται σχῆμα κυβικοῦ σώματος ἐκ πάσης ὁμοίως αὐξόμενον διαστάσεως. τοῦτο μὲν οὖν Εὔδοξον αὐτοῖς τὸν Κνίδιον ἢ τὸν Κυζικηνὸν Ἑλίκωνα συντελέσειν· μὴ τοῦτο δʼ οἴεσθαι χρῆναι ποθεῖν τὸν θεὸν ἀλλὰ προστάσσειν Ἕλλησι πᾶσι πολέμου καὶ κακῶν μεθεμένους Μούσαις ὁμιλεῖν, καὶ διὰ λόγων καὶ μαθημάτων τὰ πάθη καταπραΰνοντας ἀβλαβῶς καὶ ὠφελίμως ἀλλήλοις συμφέρεσθαι.
“当然绝非如此,”费多拉奥斯说道,“不过关于那个人,等他到我们这里来时,我们自当接待;然而西米亚斯啊,关于我们方才疑惑不解的那些铭文,你若知晓更多内情,请告知我们;因为据说埃及的祭司们解读了那块板上的文字——即阿格西劳斯掘开阿尔克墨涅之墓后从我们这里取走的那些文字。” 西米亚斯随即回想起来, “我并不知道 说道, 这块板的事,费多拉奥斯;但斯巴达人阿格托里达斯曾带着阿格西劳斯交付的许多文字来到孟菲斯,拜访先知霍努菲斯,当时我和柏拉图以及佩帕雷托斯的埃洛庇翁正一同在那里研习哲学。他的到来,是因为国王派遣并命霍努菲斯若能理解写下内容的哪怕一部分,便迅速解译并呈送给自己。霍努菲斯花了三天时间,从古籍中查阅了各种各样的字型后,便给国王写了回信,并向我们透露:铭文命人举办纪念缪斯们的竞技;字形属于普罗透斯统治时期的文字,安菲特律翁之子赫拉克勒斯曾学习过这种文字。不仅如此,神还借铭文告诫并劝谕希腊人放下武器,通过哲学不断切磋,借缪斯与论辩来裁决正义之事,从而保持闲暇与和平。我们在当时便认为霍努菲斯言之有理,而当我们自埃及返程、在卡里亚附近遇见几位提洛人时,便愈发深以为然了。他们请求身为几何学家的柏拉图,为他们破解神提出的一道奇异神谕。那道神谕说:提洛人及其他希腊人若将提洛岛上的祭坛倍增,便能终结当下的祸患。但他们既无法领会其意旨,又在建造祭坛时闹出了笑话(因为将四个边各自加倍时,由于不通晓能使长度倍增的比例关系,在放大中不知不觉竟制成了一个体积为其八倍的立方立体),于是他们向柏拉图求援以解困厄。柏拉图忆及那位埃及人的话,便说神是在拿忽视学问的希腊人开玩笑,仿佛是在讥嘲我们的无知,并命我们不可草率敷衍地钻研几何学;因为求出两条比例中项并非庸碌或迟钝之心智所能为,而唯有在几何线条上受到精深训练之人方能胜任;唯有通过此法,在每一维度上同等增加的立方体形态才能倍增。因此,克尼多斯的欧多克索斯或基济科斯的赫利孔自会替他们完成这项工作;但他们绝不应认为这是神真正渴望之物,相反,神是在谕令全体希腊人摒弃战争与灾祸,亲近缪斯,通过论辩与知识平息激愤,从而彼此相安无损且互惠互利地和睦共处。”
μεταξὺ δὲ τοῦ Σιμμίου λέγοντος, ὁ πατὴρ ἡμῶν Πολύμνις ἐπεισῆλθε, καὶ καθίσας παρὰ τὸν Σιμμίαν Ἐπαμεινώνδας ἔφη καὶ σὲ καὶ τούτους παρακαλεῖ πάντας, εἰ μή τις ἀσχολία μείζων, ἐνταῦθα περιμεῖναι βουλόμενος ὑμῖν γνωρίσαι τὸν ξένον, ἄνδρα γενναῖον μὲν αὐτὸν ὄντα μετὰ γενναίας δὲ καὶ καλῆς ἀφιγμένον τῆς προαιρέσεως ἐξ Ἰταλίας τῶν Πυθαγορικῶν ἀφῖκται δὲ Λύσιδι τῷ γέροντι χοὰς χέασθαι περὶ τὸν τάφον ἔκ τινων ἐνυπνίων ὥς φησι καὶ φασμάτων ἐναργῶν. συχνὸν δὲ κομίζων χρυσίον οἴεται δεῖν Ἐπαμεινώνδᾳ τὰς Λύσιδος γηροτροφίας ἀποτίνειν, καὶ προθυμότατός ἐστιν οὐ δεομένων οὐδὲ βουλομένων ἡμῶν4 τῇ πενίᾳ βοηθεῖν. καὶ ὁ Σιμμίας ἡσθεὶς πάνυ θαυμαστόν γε λέγεις εἶπεν ἄνδρα καὶ φιλοσοφίας ἄξιον· ἀλλὰ τίς ἡ αἰτία, διʼ ἣν οὐκ εὐθὺς ἥκει πρὸς ἡμᾶς; ἐκεῖνον ἔφη νυκτερεύσαντα περὶ τὸν τάφον ἐμοὶ δοκεῖ τὸν Λύσιδος ἦγεν Ἐπαμεινώνδας πρὸς τὸν Ἰσμηνὸν ἀπολουσόμενον,5 εἶτʼ ἀφίξονται δεῦρο πρὸς ἡμᾶς· πρὶν δʼ ἐντυχεῖν ἡμῖν ἐνηυλίσατο τῷ τάφῳ, διανοούμενος ἀνελέσθαι τὰ λείψανα τοῦ σώματος καὶ κομίζειν εἰς Ἰταλίαν, εἰ μή τι νύκτωρ ὑπεναντιωθείη δαιμόνιον. ὁ μὲν οὖν πατὴρ ταῦτʼ εἰπὼν ἐσιώπησεν.
西米亚斯正说着,我们的父亲波吕姆尼斯走了进来,坐在西米亚斯身旁, “厄帕米农达斯 说道, 请你和这里的大家,若无更紧要的事务,都在此稍等片刻,因为他想向你们介绍那位异乡人——他本身是一位高尚的男子,来自意大利的毕达哥拉斯派,怀着高尚而美好的意图而来。他说由于某些梦境和真切的显灵,他是为老吕西斯在其墓旁献奠酒而来的;他携带着大量黄金,认为理应为厄帕米农达斯在吕西斯晚年所尽的照料之责给予补偿,并且极其热切地想接济我们的贫困,尽管我们既不需要也无此意愿。” 西米亚斯听后欣然: “你所说的真是一位奇人, 说道, 且无愧于哲学之名!但究竟是什么缘故,使他不立刻来我们这里呢?” “据我看, 父亲说道, 是因为那人在吕西斯墓旁宿了夜,厄帕米农达斯正领着他去伊斯墨诺斯河沐浴净身,随后他们便会到我们这里来;而在见我们之前,他在墓地露宿,本意是想收殓遗骸运回意大利,除非夜间遇到神异之兆的阻拦。” 父亲说完这些话,便沉默不语了。
- 7ἧκεν εἰς Μέμφιν ὡς Χόνουφιν τὸν προφήτην
介词 ὡς 带人物宾格表示目的地(“前往先知霍努菲斯处”),与带地名(孟菲斯)的介词 εἰς 并列。
- 579bδιʼ ἀπειρίαν ἀναλογίας ἣ τῷ μήκει διπλάσιον παρέχεται
关系代词 ἣ 的先行词为 ἀναλογίας,指“在长度上产生两倍(即线度加倍)的比例”。由于将各边加倍会使体积变为八倍(2³ = 8),此处指出了他们对使立体倍增所需的真正比例关系的无知。
- 579cδυεῖν μέσων ἀνάλογον λῆψιν
指倍立方问题(提洛问题)的几何解法,即“求两个比例中项”(a : x = x : y = y : 2a,从而推导出 x³ = 2a³)。ἀνάλογον 作副词性/惯用修饰,整体意为“求出成比例的两个比例中项”。
- 579eοὐ δεομένων οὐδὲ βουλομένων ἡμῶν
属格绝对结构,表示让步或伴随状况(“尽管我们既未求告亦不愿如此”)。
- 579eἐκεῖνον νυκτερεύσαντα περὶ τὸν τάφον ἐμοὶ δοκεῖ τὸν Λύσιδος ἦγεν Ἐπαμεινώνδας πρὸς τὸν Ἰσμηνὸν ἀπολουσόμενον
包含倒置(hyperbaton)的长句。主干结构为 Ἐπαμεινώνδας ἦγεν ἐκεῖνον ... πρὸς τὸν Ἰσμηνὸν ἀπολουσόμενον(“厄帕米农达斯领着他去伊斯墨诺斯河沐浴”)。插入语 ἐμοὶ δοκεῖ 打断了语序,宾语 ἐκεῖνον 受到不定过去时分词 νυκτερεύσαντα(“已度过夜间的”)和表目的的将来时分词 ἀπολουσόμενον(“为了净身”)的修饰;后置的 τὸν Λύσιδος 则修饰 τὸν τάφον(“吕西斯的墓”)。
