← 普鲁塔克

论苏格拉底的守护神

§11

关于灵兆本质的争论与德利翁撤退的预知

加拉克西多罗斯将苏格拉底的灵兆理性化为打破思虑平衡的微小征兆,但波吕姆尼斯反驳称若灵兆只是喷嚏便有违苏格拉底坚定的伟大人格,并举出德利翁战役撤退等真正的预知事例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

καὶ ὁ Γαλαξίδωρος οἴει γάρ ἔφη Θεόκριτε, τὸ Σωκράτους δαιμόνιον ἰδίαν καὶ περιττὴν ἐσχηκέναι δύναμιν; οὐχὶ τῆς κοινῆς μόριόν τι μαντικῆς τὸν ἄνδρα πείρᾳ βεβαιωσάμενον, ἐν τοῖς ἀδήλοις καὶ ἀτεκμάρτοις τῷ λογισμῷ ῥοπὴν ἐπάγειν;1 ὡς γὰρ ὁλκὴ μία καθʼ αὑτὴν οὐκ ἄγει τὸν ζυγόν, ἰσορροποῦντι δὲ βάρει προστιθεμένη κλίνει τὸ σύμπαν ἐφʼ, ἑαυτήν οὕτω πταρμὸς ἢ κληδὼν ἤ τι τοιοῦτον σύμβολον καὶ κοῦφον, ἐμβριθῆ διάνοιαν ἐπισπάσασθαι πρὸς πρᾶξιν· δυεῖν δʼ ἐναντίων λογισμῶν θατέρῳ προσελθὸν ἔλυσε τὴν ἀπορίαν, τῆς ἰσότητος ἀναιρεθείσης, ὥστε κίνησιν γίγνεσθαι καὶ ὁρμήν. ὑπολαβὼν δʼ ὁ πατήρ ἀλλὰ μήν ἔφη καὶ αὐτός, ὦ Γαλαξίδωρε, Μεγαρικοῦ τινος ἤκουσα, Τερψίωνος δὲ ἐκεῖνος, ὅτι τὸ Σωκράτους δαιμόνιον πταρμὸς ἦν, ὅ τε παρʼ αὐτοῦ καὶ ὁ παρʼ ἄλλων· ἑτέρου μὲν πταρόντος ἐκ δεξιᾶς εἴτʼ ὄπισθεν εἴτʼ ἔμπροσθεν, ὁρμᾶν αὐτὸν ἐπὶ τὴν πρᾶξιν· εἰ δʼ ἐξ ἀριστερᾶς, ἀποτρέπεσθαι τῶν δʼ αὐτοῦ πταρμῶν τὸν μὲν ἔτι μέλλοντος βεβαιοῦν τὸν δʼ ἤδη πράσσοντος ἐπέχειν καὶ κωλύειν τὴν ὁρμήν. ἀλλʼ ἐκεῖνό μοι δοκεῖ θαυμαστόν, εἰ πταρμῷ χρώμενος οὐ τοῦτο τοῖς ἑταίροις ἀλλὰ δαιμόνιον εἶναι τὸ κωλῦον ἢ κελεῦον ἔλεγε· τύφου γὰρ ἂν ἦν τινος, ὦ φίλε, κενοῦ καὶ κόμπου τὸ τοιοῦτον, οὐκ ἀληθείας καὶ ἁπλότητος οἷς τὸν ἄνδρα μέγαν ὡς ἀληθῶς καὶ διαφέροντα τῶν πολλῶν γεγονέναι δοκοῦμεν, ὑπὸ φωνῆς ἔξωθεν ἢ πταρμοῦ τινος ὁπηνίκα τύχοι θορυβούμενον ἐκ τῶν πράξεων ἀνατρέπεσθαι καὶ προΐεσθαι τὸ δεδογμένον. αἱ δὲ Σωκράτους αὖ ὁρμαὶ τὸ βέβαιον ἔχουσαι καὶ σφοδρότητα φαίνονται πρὸς ἅπαν, ὡς ἂν ἐξ ὀρθῆς καὶ ἰσχυρᾶς ἀφειμέναι κρίσεως καὶ ἀρχῆς. πενίᾳ γὰρ ἐμμεῖναι παρὰ πάντα τὸν βίον ἑκουσίως, σὺν παὶ χάριτι τῶν διδόντων ἔχειν δυνάμενον, καὶ φιλοσοφίας μὴ ἐκστῆναι πρὸς τοσαῦτα κωλύματα καὶ τέλος εἰς σωτηρίαν καὶ φυγὴν αὐτῷ σπουδῆς ἑταίρων καὶ παρασκευῆς εὐμηχάνου γενομένης, μήτε καμφθῆναι λιπαροῦσι μήθʼ ὑποχωρῆσαι τῷ θανάτῳ πελάζοντι, χρῆσθαι δʼ ἀτρέπτῳ τῷ λογισμῷ πρὸς τὸ δεινόν, οὐκ ἔστιν ἀνδρὸς ἐκ κληδόνων ἢ πταρμῶν μεταβαλλομένην ὅτε τύχοι γνώμην ἔχοντος2 ἀλλʼ ὑπὸ μείζονος ἐπιστασίας καὶ ἀρχῆς ἀγομένου πρὸς τὸ καλόν. ἀκούω δὲ καὶ τὴν ἐν Σικελίᾳ τῆς Ἀθηναίων δυνάμεως φθορὰν προειπεῖν αὐτὸν ἐνίοις τῶν φίλων. καὶ πρότερον ἔτι τούτων Πυριλάμπης ὁ Ἀντιφῶντος ἁλοὺς ἐν τῇ διώξει περὶ Δήλιον ὑφʼ ἡμῶν δορατίῳ τετρωμένος, ὡς ἤκουσε τῶν ἐπὶ τὰς σπονδὰς ἀφικομένων Ἀθήνηθεν, ὅτι Σωκράτης μετʼ Ἀλκιβιάδου καὶ Λάχητος ἐπὶ Ῥηγίστης καταβὰς ἀπονενοστήκοι, πολλὰ μὲν τοῦτον ἀνεκαλέσατο,3 πολλὰ δὲ φίλους τινὰς καὶ λοχίτας οἷς συνέβη μετʼ αὐτοῦ παρὰ τὴν Πάρνηθα φεύγουσιν ὑπὸ τῶν ἡμετέρων ἱππέων ἀποθανεῖν, ὡς τοῦ Σωκράτους δαιμονίου παρακούσαντας, ἑτέραν ὁδὸν οὐχ ἣν ἐκεῖνος ἦγε τρεπομένους ἀπὸ τῆς μάχης. ταῦτα δʼ οἶμαι καὶ Σιμμίαν ἀκηκοέναι πολλάκις ὁ Σιμμίας ἔφη καὶ πολλῶν διεβοήθη γὰρ οὐκ ἠρέμα τὸ Σωκράτους Ἀθήνησιν ἐκ τούτων δαιμόνιον.

加拉克西多罗斯说道: “忒奥克利托斯啊,你难道真以为苏格拉底的灵兆具有某种独特而超凡的力量吗?难道你不认为是他凭经验证实了普通占卜术的某一部分,并在那些晦暗不明且无可推断的事务中,为自己的推论施加了一个倾斜的倾向吗?因为正如单一的微重本身无法拨动天平,但若是加在平衡的砝码之上,便能将全体拉向自身这一侧;同样,一个喷嚏或一句征兆之辞,或任何此类轻微的迹象,本身虽不足以拉动深沉的思虑去付诸行动,但加入到两种相反的推论之一中,便借着平衡的打破化解了进退两难的境地,从而产生了运动和冲动。” 我的父亲接过话头说道: “然而,加拉克西多罗斯,我自己也从一位墨加拉人那里听说过,而那人又是听特普西翁说的,即苏格拉底的灵兆其实就是喷嚏,既有他自己的,也有他人的:如果别人在右侧打喷嚏,无论是在身后还是在身前,他就奋起付诸行动;如果是在左侧,他就折回作罢;而关于他自己的喷嚏,当他尚在犹豫打算之时便予以肯定,若他已在付诸行动中,便加以制止并遏阻其冲动。但这在我看来令人费解:如果他使用的是喷嚏,却不对同伴照实明言,反而宣称是灵兆在制止或命令。因为,朋友啊,这种举动属于某种虚空的浮夸与吹嘘,绝非出于真诚与纯朴——正是凭借真诚与纯朴,我们才认为此人真正伟大且超乎众人——竟然因外界的声音或偶然的喷嚏而慌乱不安,以致从行动中退缩并放弃已经决定的事情。相反,苏格拉底的冲动在一切事上都显得极其坚定和强烈,仿佛是从正确而坚固的决断与原则中发出的。终其一生甘守贫困,即便本可在赠予者的感激中有所受纳;面对如此多的阻碍却不离弃哲学;最后,当同伴们为他的获救与逃脱进行了热切而巧妙周备的准备时,他既不为恳求所屈服,也不向逼近的死亡退缩,反而以不移的理性直面险境——这绝非一个意见随时因征兆或喷嚏而改变的人的作为,而是为一个更伟大的主导与原则所引向崇高美善之人的作为。我还听说,他曾向某些朋友预言了雅典军队在西西里的覆灭。在此之前,安提丰之子皮里兰佩斯在德利翁附近的追击中被标枪击伤并被我们俘获,当他从雅典前来缔结停战协定的人那里听说苏格拉底与阿尔基比亚德斯及拉凯斯一起沿着雷吉斯特走下安然归还时,便多次呼唤他,也多次呼唤随他一同逃跑的某些朋友与同伍之人——那些人在帕尔奈斯山旁被我们的骑兵击毙——因为他们违背了苏格拉底的灵兆,在离开战场时拐上了另一条路,而非他所引导的那条路。我想西米亚斯也听说过这些事吧。” “很多次了,”西米亚斯说道,“而且是从许多人那里听说的;因为苏格拉底在雅典的灵兆正是因这些事而名声大噪。”

语法注3 条
  1. 11οὐχὶ τῆς κοινῆς μόριόν τι μαντικῆς τὸν ἄνδρα πείρᾳ βεβαιωσάμενον, ἐν τοῖς ἀδήλοις καὶ ἀτεκμάρτοις τῷ λογισμῷ ῥοπὴν ἐπάγειν;

    承接前文疑问动词 οἴει 的带宾格的不定式结构。宾格主语为 τὸν ἄνδρα,主导不定式为 ἐπάγειν。分词 βεβαιωσάμενον 为不定过去时中动相,与 τὸν ἄνδρα 一致,意为“自己证实之后”。

  2. 581dοὐκ ἔστιν ἀνδρὸς ἐκ κληδόνων ἢ πταρμῶν μεταβαλλομένην ὅτε τύχοι γνώμην ἔχοντος

    非人称结构,以前文列举的一系列不定式(ἐμμεῖναι, μὴ ἐκστῆναι, μήτε καμφθῆναι, μήθʼ ὑποχωρῆσαι, χρῆσθαι)作为实际主语,搭配表特征或性质的表语属格 ἀνδρὸς ... ἔχοντος,意为“……并非具有……之人的作为”。

  3. 581dΠυριλάμπης ὁ Ἀντιφῶντος ἁλοὺς ... ὡς ἤκουσε τῶν ἐπὶ τὰς σπονδὰς ἀφικομένων Ἀθήνηθεν, ὅτι Σωκράτης ... ἀπονενοστήκοι, πολλὰ μὲν τοῦτον ἀνεκαλέσατο

    分离结构(hyperbaton):句首的主语短语 Πυριλάμπης ὁ Ἀντιφῶντος ἁλοὺς ... 与其主要谓语动词 ἀνεκαλέσατο 之间,插入了时间从句 ὡς ἤκουσε ...(及其宾语从句 ὅτι ... ἀπονενοστήκοι)。全句的句法骨架为“皮里兰佩斯……当他听说……便多次呼唤他”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:11