← 普鲁塔克

论苏格拉底的守护神

§31-32

诛杀僭主阿基亚斯与莱昂蒂达斯

梅隆与查隆等人冲入宴会击杀了阿基亚斯、菲利普斯和执政官卡比里科斯,佩罗皮达斯率领的另一队人马则闯入莱昂蒂达斯宅邸,经激烈搏斗将其诛杀,并斩杀了翻墙逃跑的休帕特斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31

τοιαύτης δὲ τὸν πότον ἐλπίδος διαπαιδαγωγησάσης, προσμίξαντες ἡμεῖς καὶ διὰ τῶν οἰκετῶν εὐθὺς ὠσάμενοι πρὸς τὸν ἀνδρῶνα, μικρὸν ἐπὶ ταῖς θύραις ἔστημεν ἐφορῶντες τῶν κατακειμένων ἕκαστον. ἡ μὲν οὖν τῶν στεφάνων καὶ τῆς ἐσθῆτος ὄψις παραλογιζομένη τὴν ἐπιδημίαν ἡμῶν σιγὴν ἐποίησεν· ἐπεὶ δὲ πρῶτος ὁ Μέλων ὥρμησε διὰ μέσου τὴν χεῖρα τῇ λαβῇ τοῦ ξίφους ἐπιβεβληκώς, Καβίριχος ὁ κυαμευτὸς ἄρχων τοῦ βραχίονος αὐτὸν παραπορευόμενον ἀντισπάσας, ἀνεβόησεν οὐ Μέλων οὗτος, ὦ Φυλλίδα; τούτου μὲν οὖν ἐξέκρουσε τὴν ἐπιβουλὴν ἅμα τὸ ξίφος· ἀνέλκων, διανιστάμενον δὲ χαλεπῶς τὸν Ἀρχίαν ἐπιδραμὼν οὐκ ἀνῆκε παίων ἕως ἀπέκτεινε. τὸν δὲ Φίλιππον ἔτρωσε μὲν Χάρων παρὰ τὸν τράχηλον ἀμυνόμενον δὲ τοῖς παρακειμένοις ἐκπώμασιν, ὁ Λυσίθεος ἀπὸ τῆς κλίνης χαμαὶ καταβαλὼν ἀνεῖλε. τὸν δὲ Καβίριχον ἡμεῖς κατεπραΰνομεν, ἀξιοῦντες μὴ τοῖς τυράννοις βοηθεῖν ἀλλὰ τὴν πατρίδα συνελευθεροῦν, ἱερὸν ὄντα καὶ τοῖς θεοῖς καθωσιωμένον ὑπὲρ αὐτῆς. ὡς δὲ καὶ διὰ τὸν οἶνον οὐκ ἦν εὐπαρακόμιστος τῷ λογισμῷ πρὸς τὸ συμφέρον ἀλλὰ μετέωρος καὶ τεταραγμένος ἀνίστατο, καὶ τὸ δόρυ προεβάλλετο κατʼ αἰχμήν, ὅπερ ἐξ ἔθους ἀεὶ φοροῦσιν οἱ παρʼ ἡμῖν ἄρχοντες ἐγὼ μὲν ἐκ μέσου διαλαβὼν τὸ δόρυ καὶ μετεωρίσας ὑπὲρ κεφαλῆς, ἐβόων ἀφεῖναι καὶ σῴζειν ἑαυτόν, εἰ δὲ μή, πεπλήξεσθαι,1 Θεόπομπος δὲ παραστὰς ἐκ δεξιῶν καὶ τῷ ξίφει πατάξας αὐτόν, ἐνταῦθʼ ἔφη κεῖσο μετὰ τούτων, οὓς ἐκολάκευες· μὴ γὰρ ἐν ἐλευθέραις στεφανώσαιο ταῖς Θήβαις μηδὲ θύσειας ἔτι τοῖς θεοῖς, ἐφʼ ὧν κατηράσω πολλὰ τῇ πατρίδι πολλάκις ὑπὲρ τῶν πολεμίων εὐχόμενος πεσόντος δὲ τοῦ Καβιρίχου, τὸ μὲν ἱερὸν δόρυ Θεόκριτος παρὼν ἀνήρπασεν ἐκ τοῦ φόνου, τῶν δὲ θεραπόντων ὀλίγους τολμήσαντας ἀμύνασθαι διεφθείραμεν ἡμεῖς· τοὺς δʼ ἡσυχίαν ἄγοντας εἰς τὸν ἀνδρῶνα κατεκλείσαμεν, οὐ βουλόμενοι διαπεσόντας ἐξαγγεῖλαι τὰ πεπραγμένα, πρὶν εἰδέναι καὶ τὰ τῶν ἑταίρων εἰ καλῶς κεχώρηκεν.

正当这样的期待让酒宴沉迷其中时,我们逼近前去,立即冲开仆役径直闯向宴厅,在门口稍立片刻,审视着横卧在榻上的每一个人。花冠与〔女子〕衣裳的打扮使他们对我们的到来产生误判,四下里顿时鸦雀无声。然而,梅隆一手搭在剑柄上,首当其冲穿过厅堂正中,通过抽签当选的首席行政官卡比里科斯在梅隆经过身旁时一把拉住他的手臂,大叫道: “菲利达斯,这难道不是梅隆吗?” 梅隆顺势拔出利剑甩开了这一阻挠,并向正挣扎着起身的阿基亚斯直扑过去,连续砍击,直至将其毙命。查隆刺中了菲利普斯的颈部,当菲利普斯拿身旁的酒杯自卫时,吕西特奥斯将他从卧榻掀翻在地并杀死了他。我们则试图安抚卡比里科斯,劝他切莫协助僭主,而当同心合力解放祖国,因他身为神圣之官,为祖国而奉献于诸神。然而,由于烈酒的缘故,他的理智无法轻易引向明智的选择,反而激动而混乱地站起身来,将长矛的尖端平举——这长矛是我们城邦的执政官依照惯例日常所携之物——我便从正中抓住长矛并举过头顶,向他大喊要他放手以保全性命,否则必遭击杀;但特奥庞波斯从右侧逼近,用剑刺中了他,说道: “躺在这里陪你阿谀逢迎的这伙人吧!因为你既不能在获得自由的忒拜戴上冠冕,也不能再向诸神献祭——你曾在诸神面前多次向祖国降下诅咒,频频为敌人祈求福祉!” 卡比里科斯倒下后,在场的特奥克里托斯从血泊中夺过那柄神圣的长矛,而仆役中敢于抵抗的少数几人被我们诛杀;其余按兵不动的仆役则被我们锁在宴厅内,唯恐他们溜走并在我们查明同伴的行动是否顺利之前走漏风声。

§32

ἐπράχθη δὲ κἀκεῖνα τοῦτον τὸν τρόπον· ἔκοψαν οἱ περὶ Πελοπίδαν τοῦ Λεοντίδου τὴν αὔλειον ἡσυχῆ προσελθόντες, καὶ πρὸς τὸν ὑπακούσαντα τῶν οἰκετῶν ἔφασαν ἥκειν Ἀθήνηθεν γράμματα τῷ Λεοντίδῃ παρὰ Καλλιστράτου κομίζοντες. ὡς δʼ ἀπαγγείλας καὶ κελευσθεὶς ἀνοῖξαι τὸν μοχλὸν ἀφεῖλε καὶ μικρὸν ἐνέδωκε τὴν θύραν, ἐμπεσόντες ἀθρόοι καὶ ἀνατρέψαντες τὸν ἄνθρωπον ἵεντο δρόμῳ διὰ τῆς αὐλῆς ἐπὶ τὸν θάλαμον. ὁ δʼ εὐθὺς ἐπὶ τὴν ἀλήθειαν ἐξενεχθεὶς τῇ ὑπονοίᾳ καὶ σπασάμενος τὸ ἐγχειρίδιον ὥρμησε πρὸς ἄμυναν, ἄδικος μὲν ἀνὴρ καὶ τυραννικὸς εὔρωστος δὲ τῇ ψυχῇ καὶ κατὰ χεῖρα ῥωμαλέος· οὐ μὴν ἔγνω γε τὸν λύχνον καταβαλεῖν καὶ διὰ σκότους συμμῖξαι τοῖς ἐπιφερομένοις, ἀλλʼ ἐν φωτὶ καθορώμενος ὑπὸ τούτων ἅμα τῆς θύρας ἀνοιγομένης παίει τὸν Κηφισόδωρον εἰς τὸν λαγόνα· καὶ δευτέρῳ τῷ Πελοπίδᾳ συμπεσὼν μέγα βοῶν ἀνεκαλεῖτο τοὺς θεράποντας. ἀλλʼ ἐκείνους μὲν οἱ περὶ τὸν Σαμίδαν ἀνεῖργον, οὐ παρακινδυνεύοντας εἰς χεῖρας ἐλθεῖν ἀνδράσιν ἐπιφανεστάτοις τῶν πολιτῶν καὶ κατʼ ἀλκὴν διαφέρουσιν. ἀγὼν δʼ ἦν τῷ Πελοπίδᾳ πρὸς τὸν Λεοντίδην καὶ διαξιφισμὸς ἐν ταῖς θύραις τοῦ θαλάμου στεναῖς οὔσαις, καὶ τοῦ Κηφισοδώρου πεπτωκότος ἐν μέσαις αὐταῖς καὶ θνήσκοντος, ὥστε μὴ δύνασθαι τοὺς ἄλλους προσβοηθεῖν. τέλος δʼ ὁ ἡμέτερος λαβὼν μὲν εἰς τὴν κεφαλὴν οὐ μέγα τραῦμα· δοὺς δὲ πολλὰ καὶ καταβαλὼν τὸν Λεοντίδην, ἐπέσφαξε θερμῷ τῷ Κηφισοδώρῳ.2 καὶ γὰρ εἶδε πίπτοντα τὸν ἐχθρὸν ὁ ἀνὴρ καὶ τῷ Πελοπίδᾳ τὴν δεξιὰν ἐνέβαλε· καὶ τοὺς ἄλλους ἀσπασάμενος ἅμʼ ἵλεως ἐξέπνευσε. γενόμενοι δʼ ἀπὸ τούτων3 ἐπὶ τὸν Ὑπάτην τρέπονται, καὶ τῶν θυρῶν ὁμοίως αὐτοῖς ἀνοιχθεισῶν φεύγοντα τὸν Ὑπάτην ὑπὲρ τέγους τινὸς εἰς τοὺς γείτονας ἀποσφάττουσιν.

而那一边的行动也是按如下方式完成的:佩罗皮达斯一伙人静静走近,敲击莱昂蒂达斯宅第的中庭门,并对开门应答的仆人声称他们是从雅典来为莱昂蒂达斯带来卡利斯特拉托斯书信的。当仆人回禀并奉命开门、拔掉门闩微启门扇时,他们合力冲入,撞翻那仆人,穿过庭院飞奔向寝室。莱昂蒂达斯顿时凭直觉猜出了真相,拔出短剑奋起自卫——他虽是不义与僭政之人,却心智顽强、拳臂刚猛。但他并未想到要打翻油灯在黑暗中与来袭者交手,反而在光亮之下被众人看个真切,门一打开,他就一刀刺中刻菲索多罗斯的肋部;接着他又向佩罗皮达斯扑去,高声呼喊召集家仆。然而萨米达斯一伙阻拦住了那些仆人,他们不敢冒险与城中最显赫且勇武过人的公民交锋。佩罗皮达斯与莱昂蒂达斯在狭窄的寝室门口展开了一场激烈的击剑搏斗,而刻菲索多罗斯正倒在门正中奄奄一息,以至于其他人无法上前相助。最终,我们的同志虽然头部受了轻伤,但还以多次重击将莱昂蒂达斯打翻在地,并将他宰杀在尚有余温的刻菲索多罗斯身上。原来这位壮士亲眼目睹了仇敌倒下,便握住了佩罗皮达斯的右手;在向其他人致意告别的同时,安然咽下了最后一口气。结束了这些事之后,他们又转向休帕特斯,当门同样为他们打开时,他们斩杀了正越过屋顶逃向邻舍的休帕特斯。

语法注3 条
  1. 597bεἰ δὲ μή, πεπλήξεσθαι

    依附于间接引语动词 ἐβόων 的将来完成时被动态不定式 πεπλήξεσθαι,反映了直接引语中的将来完成时(πεπλήξῃ 或 πεπλήξει,“你将被立遭击杀”),有力地传达了若不依从便即刻降临的致命后果。

  2. 597eἐπέσφαξε θερμῷ τῷ Κηφισοδώρῳ

    复合动词 ἐπισφάζω(在其上宰杀、割喉)支配与格 θερμῷ τῷ Κηφισοδώρῳ。该结构既在画面上呈现了将敌人勒死/割喉压在尚存余温、奄奄一息的刻菲索多罗斯身躯之上,同时也蕴含着将敌人的鲜血作为祭牲献给垂死同袍的宗教祭献隐喻。

  3. 597eγενόμενοι δʼ ἀπὸ τούτων

    由 γίγνομαι 的分词与介词短语 ἀπὸ τούτων 构成的习语,意为“在脱身于这些事务之后”或“完成这些事情之后”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:31-32