← 普鲁塔克

论苏格拉底的守护神

§29-30

义士出击与阿基亚斯推迟拆阅密信

查隆机智化解了僭主们的盘问,起义者分作两路奔赴僭主官邸;与此同时,一封揭露整个密谋的告密信从雅典送达,但沉湎酒色的阿基亚斯却将其置于枕下推迟到明日阅览。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29

ὁπλιζομένων δʼ ἡμῶν καὶ συνταττομένων, αὖθις ἀφικνεῖται Χάρων ἱλαρῷ τῷ προσώπῳ καὶ μειδιῶν καὶ προσβλέπων εἰς ἡμᾶς θαρρεῖν ἐκέλευεν, ὡς δεινοῦ μηδενὸς ὄντος ἀλλὰ τῆς πράξεως ὁδῷ βαδιζούσης. ὁ γὰρ Ἀρχίας, ἔφη, καὶ ὁ Φίλιππος ὡς ἤκουσαν ἥκειν ἐμὲ κεκλημένον, ἤδη βαρεῖς ὑπὸ τῆς μέθης ὄντες καὶ συνεκλελυμένοι τοῖς σώμασι τὰς ψυχάς,1 μόλις διαναστάντες ἔξω προῆλθον ἐπὶ τὰς θύρας. εἰπόντος δὲ τοῦ Ἀρχίου φυγάδας, ὦ Χάρων, ἀκούομεν ἐν τῇ πόλει κρύπτεσθαι παρεισελθόντας οὐ μετρίως ἐγὼ διαταραχθείς ποῦ δʼ εἶπον εἶναι λέγονται καὶ τίνες; ἀγνοοῦμεν ὁ Ἀρχίας εἶπε· καί σε τούτου χάριν ἐλθεῖν ἐκελεύσαμεν, εἰ δή τι τυγχάνοις σαφέστερον ἀκηκοώς. κἀγὼ μικρὸν ὥσπερ ἐκ πληγῆς ἀναφέρων τὴν διάνοιαν ἐλογιζόμην λόγον εἶναι τὴν μήνυσιν οὐ βέβαιον, οὐδʼ ὑπὸ τῶν συνειδότων ἐξενηνέχθαι τὴν πρᾶξιν οὐδενός· οὐ γὰρ ἂν ἀγνοεῖν τὴν οἰκίαν αὐτούς, εἴ τις εἰδὼς ἀκριβῶς ἐμήνυεν·2 ἄλλως δʼ ὑποψίαν ἢ λόγον ἄσημον ἐν τῇ πόλει περιφερόμενον ἥκειν εἰς ἐκείνους. εἶπον οὖν πρὸς αὐτὸν ὅτι ʽ ζῶντος μὲν Ἀνδροκλείδου πολλάκις ἐπίσταμαι φήμας τοιαύτας ῥυείσας διακενῆς καὶ λόγους ψευδεῖς ἐνοχλήσαντας ἡμῖν· νυνὶ δʼ ἔφην οὐδὲν ἀκήκοα τοιοῦτον, ὦ Ἀρχία σκέψομαι δὲ τὸν λόγον, εἰ κελεύεις· κἂν πύθωμαί τι φροντίδος ἄξιον, οὐ λήσεται ὑμᾶς. πάνυ μὲν οὖν ὁ Φυλλίδας εἶπε μηδέν, ὦ Χάρων, ἀδιερεύνητον μηδʼ ἄπυστον ὑπὲρ τούτων ἀπολίπῃς· τί γὰρ κωλύει μηδενὸς καταφρονεῖν ἀλλὰ πάντα φυλάττεσθαι καὶ προσέχειν; καλὸν γὰρ ἡ πρόνοια καὶ τὸ ἀσφαλές ἅμα δὲ τὸν Ἀρχίαν ὑπολαβὼν ἀπῆγεν εἰς τὸν οἶκον, ἐν ᾧ πίνοντες τυγχάνουσιν. ἀλλὰ μὴ μέλλωμεν, ἄνδρες ἔφη, προσευξάμενοι δὲ τοῖς θεοῖς ἐξίωμεν. ταῦτα τοῦ Χάρωνος εἰπόντος, εὐχόμεθα τοῖς θεοῖς καὶ παρεκαλοῦμεν ἀλλήλους.

正当我们穿戴甲胄、整顿队伍之时,查隆面带喜色、含着微笑再次归来;他注视着我们,命大家鼓起勇气,因为并无任何凶险,起义行动正在按部就班地进行。 “因为,”他说道,“阿基亚斯和菲利普斯听说应召的我已到,他们早已酩酊大醉,肉体与心神俱已瘫软,好不容易才站起身来走到门外。阿基亚斯说道: ‘查隆啊,我们听说流亡者潜入了城内,正藏身某处。’ 我虽惊慌非小,却开口问道: ‘据说他们在何处,又是些什么人呢?’ ‘我们不知道。’阿基亚斯说, ‘召你前来正是为此,看你是否恰好听到了什么更确切的消息。’ 我仿佛从重击中稍稍定过神来,思忖这密报不过是捕风捉影的传言,同谋者中并无一人泄露机密;因为若是有知晓确情之人告密,他们不可能不知道那所藏身的宅院;想必只是城中流传的猜疑或无凭之谈传到了他们耳中。于是我对阿基亚斯说道: ‘安德罗克莱达斯在世时,我知道常有这类流言空穴来风,虚妄之词频频惊扰我们;但眼下,’我说,‘阿基亚斯大人,我未曾听到任何这类的风声。不过若您吩咐,我会查明这传言;若探听到任何值得警惕之事,绝不会瞒过诸位大人。’ ‘正是如此!’菲利达斯说道, ‘查隆啊,关于这些事,切莫留下任何未予查清或未经探明之处;何妨对一切都不可轻视,事事防范警惕呢?居安思危、防患未然总是好的。’ 说着,他便搀扶着阿基亚斯,将他引回了他们饮酒的房间。 来吧,同志们,”他说道,“切莫迟延,向诸神祈祷后我们便出发吧!” 查隆说完这番话,我们便向诸神祈求庇佑,并互相勉励。

§30

ὥρα μὲν οὖν ἦν καθʼ ἣν ἅνθρωποι μάλιστα περὶ δεῖπνόν εἰσι, τὸ δὲ πνεῦμα μᾶλλον ἐπιτεῖνον ἤδη νιφετὸν ὑπεκίνει ψεκάδι λεπτῇ μεμιγμένον· ὥστε πολλὴν ἐρημίαν εἶναι διὰ τῶν στενωπῶν διεξιοῦσιν. οἱ μὲν οὖν ἐπὶ τὸν Λεοντίδην καὶ τὸν Ὑπάτην ταχθέντες ἐγγὺς ἀλλήλων οἰκοῦντας, ἐν ἱματίοις ἐξῄεσαν ἔχοντες οὐδὲν ἕτερον τῶν ὅπλων ἢ μάχαιραν ἕκαστος (ἐν δὲ τούτοις ἦν καὶ Πελοπίδας καὶ Δαμοκλείδας καὶ Κηφισόδωρος)· Χάρων δὲ καὶ Μέλων καὶ οἱ μετʼ αὐτῶν ἐπιτίθεσθαι τοῖς περὶ Ἀρχίαν μέλλοντες, ἡμιθωράκια ἐνδεδυμένοι καὶ στεφάνους δασεῖς ἔχοντες, οἱ μὲν ἐλάτης οἱ δὲ πεύκης ἔνιοι δὲ καὶ χιτώνια τῶν γυναικείων ἀμπεχόμενοι, μεθύοντας ἀπομιμούμενοι κώμῳ χρωμένους μετὰ γυναικῶν. ἡ δὲ χείρων, ὦ Ἀρχίδαμε, τύχη καὶ τὰς τῶν πολεμίων μαλακίας καὶ ἀγνοίας ταῖς ἡμετέραις ἐπανισοῦσα τόλμαις καὶ παρασκευαῖς, καὶ καθάπερ δρᾶμα τὴν πρᾶξιν ἡμῶν ἀπʼ ἀρχῆς διαποικίλλουσα κινδυνώδεσιν ἐπεισοδίοις, εἰς αὐτὸ συνέδραμε τὸ ἔργον, ὀξὺν ἐπιφέρουσα καὶ δεινὸν ἀνελπίστου περιπετείας ἀγῶνα. τοῦ γὰρ Χάρωνος ὡς ἀνέπεισε τοὺς περὶ Ἀρχίαν καὶ Φίλιππον ἀναχωρήσαντος οἴκαδε καὶ διασκευάζοντος ἡμᾶς ἐπὶ τὴν πρᾶξιν, ἧκεν ἐνθένδε παρʼ ὑμῶν3 ἐπιστολὴ παρʼ Ἀρχίου τοῦ ἱεροφάντου πρὸς Ἀρχίαν ἐκεῖνον, ὄντα φίλον αὐτῷ καὶ ξένον, ὡς ἔοικεν, ἐξαγγέλλουσα τὴν κάθοδον καὶ τὴν ἐπιβουλὴν τῶν φυγάδων καὶ τὴν οἰκίαν, εἰς ἣν παρεληλύθεισαν, καὶ τοὺς συμπράττοντας αὐτοῖς. ἤδη δὲ καὶ τῇ μέθῃ κατακεκλυσμένος Ἀρχίας καὶ τῇ προσδοκίᾳ τῶν γυναικῶν ἀνεπτοημένος, ἐδέξατο μὲν τὴν ἐπιστολήν, τοῦ δὲ γραμματοφόρου φήσαντος ὑπέρ τινων σπουδαίων αὐτῷ γεγράφθαι· τὰ σπουδαῖα τοίνυν εἰς αὔριον4 ἔφη. καὶ τὴν μὲν ἐπιστολὴν ὑπέθηκεν ὑπὸ τὸ προσκεφάλαιον, αἰτήσας δὲ ποτήριον ἐκέλευσεν ἐγχεῖν, καὶ τὸν Φυλλίδαν ἐξέπεμπε συνεχῶς ἐπὶ θύρας σκεψόμενον εἰ τὰ γύναια πρόσεισι.

其时正值众人多在享用晚餐的时刻,寒风渐紧,已卷起夹杂着细雨的雪花,因而在狭窄的街道上穿行时四下里空无一人。被指派去对付莱昂蒂达斯和休帕特斯的人(这两人宅邸毗邻),便身着外袍出发,除各自佩带一把短剑外别无其他兵器(佩罗皮达斯、达摩克莱达斯和刻菲索多罗斯均在其中);而查隆、梅隆及其同行之人负责袭击阿基亚斯一伙,他们内穿半胸甲,头戴茂密的花冠——有的用冷杉枝,有的用松枝编成——有些人甚至套上了女式短袍,装扮成同妇人纵酒狂欢的醉客。 然而,阿基达姆斯啊,那恶意的命运——它将敌人的怠惰昏聩与我们的英勇谋划扯平,从一开始就宛如戏剧般以惊险的插曲丰富着我们的行动——竟在行动的当口横生枝节,带来了一场意料之外的剧变所导致的险恶危机。因为就在查隆说服了阿基亚斯和菲利普斯、返回家中并为我们整备行动之际,从你们〔雅典〕这里由主持秘仪的祭司阿基亚斯寄来一封信,递交给那个阿基亚斯——后者看来是他的密友和宾主——信中巨细靡遗地告发了流亡者的归来与图谋、他们潜入的宅邸以及同谋之人。然而此时阿基亚斯已被烈酒冲昏了头脑,又因期待妇人到来而心神荡漾,虽然接下了信件,但在信使禀告这是关于某些重大紧急事项的信件时,他却说道: “要紧事,留待明日吧。” 说着,他便把信塞到了枕头底下,叫人拿过酒杯命仆人斟酒,并接连不断地差遣菲利达斯到门口去查看那些妇人是否已经到来。

语法注4 条
  1. 596aσυνεκλελυμένοι τοῖς σώμασι τὰς ψυχάς

    被动完成分词 συνεκλελυμένοι 支配限制宾格(所谓“希腊式宾格”)τὰς ψυχάς,意为“在心神方面”;τοῖς σώμασι 则是受复合动词前缀 σύν- 影响的相伴与格(“随同肉体一道”),全句意为“心神随同肉体一并瘫软松弛”。

  2. 596aοὐ γὰρ ἂν ἀγνοεῖν τὴν οἰκίαν αὐτούς, εἴ τις εἰδὼς ἀκριβῶς ἐμήνυεν

    由 ἐλογιζόμην 统领的间接引语中的与事实相反条件句。直接引语中的主句 οὐκ ἂν ἠγνόουν(未完成过去直陈式加 ἄν)转化为不定式 ἂν ἀγνοεῖν,主词为宾格 αὐτούς;条件从句(εἴ τις ... ἐμήνυεν)保留未完成过去直陈式,表达“若有确切知情之人告密,他们不可能不知道宅邸”的推理。

  3. 596eἐνθένδε παρʼ ὑμῶν

    指示副词 ἐνθένδε(“从这里”)与介词短语 παρʼ ὑμῶν(“从你们那里”)的连用。这体现了全篇的对话框架:讲述者卡菲西亚斯正在雅典向雅典听众阿基达姆斯讲述此事,因此“从这里、从你们那里”特指从雅典发往底比斯的那封信件。

  4. 596eτὰ σπουδαῖα τοίνυν εἰς αὔριον

    谓语动词的省略(如省略命令式 ἀναβεβλήσθω“且延期”或 ὑπερτίθεμαι“我推迟”)。这种简短的口语化表达后来成为希腊历史上象征致命松懈与拖延的名言成语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:29-30