← 普鲁塔克

论苏格拉底的守护神

§33-34

解救狱中同胞与收复卡德迈亚卫城

起义同伴汇合后攻入监狱,斩杀狱吏并释放囚犯;随后埃帕米农达等人加入,起义军分发兵器并吹响号角大造声势,迫使惊恐的斯巴达守军困守卡德迈亚卫城,最终依约献城撤退。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33

ἐκεῖθεν δὲ πρὸς ἡμᾶς ἠπείγοντο καὶ συμβάλλουσιν ἡμῖν ἔξωθεν παρὰ τὴν πολύστυλον. ἀσπασάμενοι δʼ ἀλλήλους καὶ συλλαλήσαντες ἐχωροῦμεν ἐπὶ τὸ δεσμωτήριον. ἐκκαλέσας δὲ τὸν ἐπὶ τῆς εἱρκτῆς ὁ Φυλλίδας Ἀρχίας ἔφη καὶ Φίλιππος κελεύουσὶ σε ταχέως ἄγειν ἐπʼ αὐτοὺς Ἀμφίθεον ὁ δʼ ὁρῶν καὶ τῆς ὥρας τὴν ἀτοπίαν καὶ τὸ μὴ καθεστηκότα λαλεῖν αὐτῷ τὸν Φυλλίδαν,1 ἀλλὰ θερμὸν ὄντα τῷ ἀγῶνι καὶ μετέωρον, ὑπειδόμενος τὸ πλάσμα πότʼ ἔλεγεν ὦ Φυλλίδα, τηνικαῦτα μετεπέμψαντο δεσμώτην οἱ πολέμαρχοι; πότε δὲ διὰ σοῦ; τί δὲ κομίζεις παράσημον; ἅμα δὲ τῷ λόγῳ ξυστὸν ἱππικὸν ἔχων διῆκε τῶν πλευρῶν2 καὶ κατέβαλε πονηρὸν ἄνθρωπον, ᾧ καὶ μεθʼ ἡμέραν ἐπενέβησαν καὶ προσέπτυσαν οὐκ ὀλίγαι γυναῖκες, ἡμεῖς δὲ τὰς θύρας τῆς εἱρκτῆς κατασχίσαντες ἐκαλοῦμεν ὀνομαστὶ πρῶτον μὲν τὸν Ἀμφίθεον, εἶτα τῶν ἄλλων πρὸς ὃν ἕκαστος ἐπιτηδείως εἶχεν. οἱ δὲ τὴν φωνὴν γνωρίζοντες ἀνεπήδων ἐκ τῶν χαμευνῶν ἄσμενοι τὰς ἁλύσεις ἐφέλκοντες· οἱ δὲ τοὺς πόδας ἐν τῷ ξύλῳ δεδεμένοι τὰς χεῖρας ὀρέγοντες ἐβόων δεόμενοι μὴ ἀπολειφθῆναι. λυομένων δὲ τούτων, ἢδη πολλοὶ προσεφέροντο τῶν ἐγγὺς οἰκούντων αἰσθανόμενοι τὰ πραττόμενα καὶ χαίροντες. αἱ δὲ γυναῖκες, ὡς ἑκάστη περὶ τοῦ προσήκοντος ἤκουσεν, οὐκ ἐμμένουσαι τοῖς Βοιωτῶν ἔθεσιν ἐξέτρεχον πρὸς ἀλλήλας καὶ διεπυνθάνοντο παρὰ τῶν ἀπαντώντων αἱ δʼ ἀνευροῦσαι πατέρας ἢ ἄνδρας αὑτῶν ἠκολούθουν, οὐδεὶς δʼ ἐκώλυε· ῥοπὴ γὰρ ἦν μεγάλη πρὸς τοὺς ἐντυγχάνοντας ὁ παρʼ αὐτῶν ἔλεος καὶ δάκρυα καὶ δεήσεις σωφρόνων γυναικῶν.

他们从那里向我们急奔而来,在多柱廊外与我们汇合。彼此致意并交谈后,我们向监狱进发。菲利达斯唤出看守,说道: “阿基亚斯和菲利普斯命你迅速将安菲特奥斯押送到他们面前。” 那看守见时辰反常,又见菲利达斯同他说话时并非神态镇定,而是因激斗而血脉贲张、躁动不安,便怀疑其中有诈,说道: “菲利达斯啊,军事长官们何时在这等时候差人提审过囚犯?又何时借你之手?你带了什么凭证?” 话音未落,手执骑兵长矛的菲利达斯便一矛刺穿了他的肋部,打倒了这个恶人;到了天明,不少妇人还践踏他的尸身并向其啐面。我们随即砸开牢门,首先直呼安菲特奥斯的名字,接着众人各呼叫熟识之人的名字。囚犯们听出声音,欣喜若狂地从地铺上跳起,拖带着锁链;那些双脚被木枷夹住的人则伸出双手,大呼乞求不要丢下他们。正当解救这些人的时候,许多住在附近的居民察觉到所发生的事,欢欣鼓舞地赶来相助。各家妇人一旦听到有关亲属的消息,便不再恪守玻俄提亚的闺门旧俗,纷纷跑到门外相聚,并向路上迎面而来的人打听;找到自己父亲或丈夫的妇人便紧紧随行,无一人阻拦,因为这些端庄妇人的悲戚、泪水与哀求,对遇见之人产生了巨大的打动与震慑。

§34

ἐν δὲ τούτῳ τῶν πραγμάτων ὄντων, πυθόμενος τὸν Ἐπαμεινώνδαν ἐγὼ καὶ τὸν Γοργίδαν ἢδη μετὰ τῶν φίλων συναθροίζεσθαι περὶ τὸ τῆς Ἀθηνᾶς ἱερόν, ἐπορευόμην πρὸς αὐτούς· ἧκον δὲ πολλοὶ κἀγαθοὶ τῶν πολιτῶν ὁμοῦ καὶ συνέρρεον ἀεὶ πλείονες. ὡς δʼ ἀπήγγειλα καθʼ ἕκαστον αὐτοῖς τὰ πεπραγμένα καὶ παρεκάλουν βοηθεῖν ἐλθόντας εἰς τὴν ἀγοράν, ἅμα πάντες εὐθὺς ἐπὶ τὴν ἐλευθερίαν ἐκήρυττον τοὺς πολίτας. τοῖς δὲ τότʼ ὄχλοις τῶν συνισταμένων ὅπλα παρεῖχον αἵ τε στοαὶ πλήρεις οὖσαι παντοδαπῶν λαφύρων, καὶ τὰ τῶν ἐγγὺς οἰκούντων ἐργαστήρια μαχαιροποιῶν. ἧκε δὲ καὶ Ἱπποσθενείδας μετὰ τῶν φίλων καὶ οἰκετῶν τοὺς ἐπιδεδημηκότας κατὰ τύχην πρὸς τὰ Ἡράκλεια σαλπικτὰς παραλαμβάνων. εὐθέως δʼ οἱ μὲν ἐπὶ τῆς ἀγορᾶς ἐσήμαινον οἱ δὲ κατʼ ἄλλους τόπους, πανταχόθεν ἐκταράττοντες τοὺς ὑπεναντίους, ὡς πάντων ἀφεστώτων, οἱ μὲν καὶ καπνίζοντες τὴν Καδμείαν ἔφευγον ἐπισπασάμενοι καὶ τοὺς κρείττους λεγομένους, εἰωθότας δὲ περὶ τὴν ἄκραν κάτω νυκτερεύειν· οἱ δʼ ἄνω, τούτων μὲν ἀτάκτως καὶ τεθορυβημένως ἐπιχεομένων, ἡμᾶς δὲ περὶ τὴν ἀγορὰν ἀφορῶντες, οὐδενὸς μέρους ἡσυχάζοντος, ἀλλὰ πανταχόθεν ψόφων καὶ θορύβων ἀναφερομένων, καταβαίνειν μὲν οὐ διενοοῦντο, καίπερ περὶ πεντακισχιλίους τὸ πλῆθος ὄντες· ἐκπεπληγμένοι δὲ τὸν κίνδυνον ἄλλως προυφασίζοντο Λυσανορίδαν. περιμένειν γὰρ ἡ τῆς ἡμέρας ἐκείνης.3 διὸ καὶ τοῦτον μὲν ὕστερον, ὡς πυνθανόμεθα, χρήμασιν οὐκ ὀλίγοις ἐζημίωσαν τῶν Λακεδαιμονίων οἱ γέροντες· Ἡριππίδαν δὲ καὶ Ἄρκεσον ἀπέκτειναν εὐθὺς ἐν Κορίνθῳ λαβόντες, τὴν δὲ Καδμείαν ὑπόσπονδον παραδόντες ἡμῖν ἀπήλλαττον μετὰ τῶν στρατιωτῶν.

当事态处于这种局面时,我得知埃帕米农达和戈尔吉达斯已与朋友们聚集在雅典娜神庙一带,便前去同他们会合;许多优秀的公民一同赶到,源源不断地汇聚而来。当我向他们逐一通报了事情经过并敦促他们前往广场支援时,所有人立即齐声传呼号召公民们奔赴自由。堆满各种战利品的各处柱廊,以及附近居住的制刀匠的作坊,为当时聚集的群众提供了兵器。希波斯泰内达斯也带着朋友和家仆赶到,并带来了恰好因赫拉克勒斯节滞留城中的号手。他们有的立刻在广场吹响号角,有的在其他地方吹响,四处扰乱敌人的心智,使他们误以为所有人都已反叛。敌人有的点起浓烟逃向卡德迈亚卫城,并裹挟了被称为精锐的、惯于夜间在卫城脚下露营驻扎的部队;而卫城上的守军,见这伙人混乱惊惶地涌入,又俯瞰我们在广场一带集结,加之四下里毫无宁日、四面八方传来杂音与喧嚣,虽有约五千之众,却无意下山应战;他们被危险吓破了胆,借口推托在等候吕萨诺里达,声称他本该在当日赶到。因此据我们后来探知,拉刻代蒙人的长老会日后对吕萨诺里达处以重额罚金;而赫里皮达斯与阿尔刻索斯则在科林斯被捕获并立遭处决;至于卡德迈亚卫城,他们按协议向我们交出,便带着士兵们撤离了。

语法注3 条
  1. 598aτὸ μὴ καθεστηκότα λαλεῖν αὐτῷ τὸν Φυλλίδαν

    带冠词不定式结构(τὸ ... λαλεῖν)作 ὁρῶν(“看到”)的宾语。不定式的逻辑主语是宾格的 τὸν Φυλλίδαν,分词 μὴ καθεστηκότα 作其表语性修饰语(“神态不安”),在性数格上与之保持一致。

  2. 598bἅμα δὲ τῷ λόγῳ ξυστὸν ἱππικὸν ἔχων διῆκε τῶν πλευρῶν

    该句的主语是菲利达斯,而非方才发话的狱吏。动词 διῆκε(“刺穿”)的直接宾语省略(即所持的长矛),τῶν πλευρῶν(“肋部”)为表示受触及或贯穿部位的属格。

  3. 598eπεριμένειν γὰρ ἡ τῆς ἡμέρας ἐκείνης

    不定式 περιμένειν 由前文 προυφασίζοντο(“托辞、找借口”)所蕴含的言说含义所统辖,处于间接引语中。尽管该处文本可能存在脱文(如省去 ἥξειν),γάρ 从句表达了守军借口的内容(即“声称他们正等待他在那一天抵达”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:33-34