- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:27-28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
密谋聚会时查隆突遭长官召见,他将独子托付给同伴作为人质与后嗣并毅然前往,众人遂下定决心即刻起义发起突袭。
ὡς οὖν ἅπαντες ἔνδον ἦμεν, πεντήκοντα δυεῖν δέοντες,1 ἤδη τοῦ Θεοκρίτου καθʼ ἑαυτὸν ἐν οἰκίσκῳ τινὶ σφαγιαζομένου, πολὺς ἦν τῆς θύρας ἀραγμός· καὶ μετὰ μικρὸν ἧκέ τις ἀγγέλλων ὑπηρέτας τοῦ Ἀρχίου δύο κόπτειν τὴν αὔλειον ἀπεσταλμένους σπουδῇ πρὸς Χάρωνα, καὶ κελεύειν ἀνοίγειν καὶ ἀγανακτεῖν, βράδιον ὑπακουόντων. θορυβηθεὶς οὖν ὁ Χάρων, ἐκείνοις μὲν εὐθὺς ἀνοιγνύναι προσέταξεν, αὐτὸς δʼ ἀπαντήσας ἔχων στέφανον ὡς τεθυκὼς καὶ πίνων, ἐπυνθάνετο τῶν ὑπηρετῶν ὅ τι βούλοιντο. λέγει δʼ ἅτερος Ἀρχίας καὶ Φίλιππος ἔπεμψαν ἡμᾶς κελεύοντες ὡς τάχιστά σʼ ἥκειν πρὸς αὐτούς. ἐρομένου τοῦ Χάρωνος, τίς ἡ σπουδὴ τῆς τηνικαῦτα μεταπέμψεως αὐτοῦ καὶ μή τι καινότερον,2 οὐδὲν ἴσμεν ὁ ὑπηρέτης ἔφη πλέον· ἀλλὰ τί λέγωμεν αὐτοῖς; ὅτι νὴ Δίʼ εἶπεν ὁ Χάρων θεὶς τὸν στέφανον ἤδη καὶ λαβὼν τὸ ἱμάτιον ἕπομαι μεθʼ ὑμῶν γὰρ τηνικαῦτα βαδίζων διαταράξω τινὰς ὡς ἀγόμενος. οὕτως ἔφησαν ποίει καὶ γὰρ ἡμᾶς δεῖ τοῖς ὑπὸ πόλιν φρουροῖς κομίσαι τι πρόσταγμα παρὰ τῶν ἀρχόντων ἐκεῖνοι μὲν οὖν ᾤχοντο. τοῦ δὲ Χάρωνος εἰσελθόντος πρὸς ἡμᾶς καὶ ταῦτα φράσαντος, ἔκπληξις ἅπαντας ἔσχεν οἰομένους μεμηνῦσθαι καὶ τὸν Ἱπποσθενείδαν ὑπενόουν οἱ πλεῖστοι, κωλῦσαι μὲν ἐπιχειρήσαντα τὴν κάθοδον διὰ τοῦ Χλίδωνος, ἐπεὶ δʼ ἀπέτυχε καὶ συνῆπται τῷ καιρῷ τὸ δεινόν, ἐξενηνοχέναι πιθανὸν ὄντα τὴν πρᾶξιν ὑπὸ δέους· οὐ γὰρ ἀφίκετο μετὰ τῶν ἄλλων εἰς τὴν οἰκίαν, ἀλλʼ ὅλως ἐδόκει πονηρὸς γεγονέναι καὶ παλίμβολος οὐ μὴν ἀλλὰ τόν γε Χάρωνα πάντες ᾠόμεθα χρῆναι βαδίζειν καὶ ὑπακούειν τοῖς ἄρχουσι καλούμενον. ὁ δὲ κελεύσας τὸν υἱὸν ἐλθεῖν κάλλιστον ὄντα Θηβαίων, ὦ Ἀρχίδαμε, παῖδα καὶ φιλοπονώτατον περὶ τὰ γυμνάσια, πεντεκαιδεκέτη μὲν σχεδὸν πολὺ δὲ ῥώμῃ καὶ μεγέθει διαφέροντα τῶν ὁμηλίκων, οὗτος εἶπεν ὦ ἄνδρες, ἐμοὶ μόνος ἐστὶ καὶ ἀγαπητός, ὥσπερ ἴστε· τοῦτον ὑμῖν παραδίδωμι πρὸς θεῶν ἅπασι πρὸς δαιμόνων ἐπισκήπτων· εἰ φανείην ἐγὼ πονηρὸς περὶ ὑμᾶς, ἀποκτείνατε,3 μὴ φείσησθʼ ἡμῶν· τὸ δὲ λοιπόν, ὦ ἄνδρες ἀγαθοί, πρὸς τὸ συμπεσὸν ἀντιτάξασθε, μὴ πρόησθε τὰ σώματα διαφθεῖραι τοῖς αἰσχίστοις ἀνάνδρως καὶ ἀκλεῶς, ἀλλʼ ἀμύνασθε τὰς ψυχὰς ἀηττήτους τῇ πατρίδι φυλάττοντες· ταῦτα τοῦ Χάρωνος λέγοντος, τὸ μὲν φρόνημα καὶ τὴν καλοκἀγαθίαν ἐθαυμάζομεν, πρὸς δὲ τὴν ὑποψίαν ἠγανακτοῦμεν καὶ ἀπάγειν ἐκελεύομεν τὸν παῖδα. τὸ δʼ ὅλον εἶπεν ὁ Πελοπίδας οὐδʼ εὖ βεβουλεῦσθαι δοκεῖς ἡμῖν, ὦ Χάρων, μὴ μεταστησάμενος εἰς οἰκίαν ἑτέραν τὸν υἱόν· τί γὰρ αὐτὸν δεῖ κινδυνεύειν μεθʼ ἡμῶν ἐγκαταλαμβανόμενον; καὶ νῦν ἐκπεμπτέος, ἵνʼ ἡμῖν, ἐάν τι πάσχωμεν, εὐγενὴς ὑποτρέφηται τιμωρὸς ἐπὶ τοὺς τυράννους. οὐκ ἔστιν εἶπεν ὁ Χάρων ἀλλʼ αὐτοῦ παραμενεῖ καὶ κινδυνεύσει μεθʼ ὑμῶν· οὐδὲ γὰρ τούτῳ καλὸν ὑποχείριον γενέσθαι τοῖς ἐχθροῖς ἀλλὰ τόλμα παρʼ ἡλικίαν, ὦ παῖ, γευόμενος ἄθλων ἀναγκαίων, καὶ κινδύνευε μετὰ πολλῶν καὶ ἀγαθῶν πολιτῶν ὑπὲρ ἐλευθερίας καὶ ἀρετῆς· πολλὴ δʼ ἐλπὶς ἔτι λείπεται· καὶ πού τις ἐφορᾷ θεῶν ἡμᾶς ἀγωνιζομένους περὶ τῶν δικαίων.
当我们所有人都在屋内汇集,差两人满五十(实为四十八人),而西奥克利图斯已在一间小屋里独自举行祭牲仪式时,门外传来了急促剧烈的叩门声。不久,有人来报,说阿基亚斯的两个仆从奉命火速来找查隆,正捶打着中庭大门,命人开门,并因应答迟缓而大发雷霆。查隆虽感震惊,但吩咐立即给他们开门,自己则戴着花冠迎了出去,装出刚献过祭、正在饮酒作乐的模样,向仆从们打听所为何来。其中一人说道: “阿基亚斯和菲利普斯差遣我们来,命你尽快去见他们。” 查隆询问,在这个时辰召他前往有何急事,是否发生了什么意外变故?仆从说道: “我们不知道更多内情;但我们要怎样回复他们呢?” “凭宙斯起誓,”查隆说,“就说我立刻摘下花冠、穿上外套便随你们前去;因为若我在这个时辰与你们同行,会让人以为我被逮捕而惊扰市民。” “那就照这样办吧,”他们说,“因为我们还得把长官们的指令送达城垣下的卫兵那里。” 于是那些人便离去了。但当查隆回到我们身边并说明了这一情况时,众人都陷入恐慌,以为密谋已经泄露;大多数人都怀疑是希波斯塞尼达斯所为,认为他先是通过克利冬企图阻挠流亡者归城,失败之后眼见大难迫在眉睫,很可能因恐惧而出卖了起义行动。因为他并未随其他人来到这所宅院,似乎已彻底变节成了卑劣之徒。尽管如此,我们大家都认为查隆应当应召前去听命于长官。查隆却唤来了自己的儿子——阿基达姆斯啊,这孩子堪称底比斯最俊美的少年,极喜体育锻炼,年仅十五岁左右,但在力量和体魄上远超同龄之人——查隆说道: “列位同胞,如你们所知,这是我唯一的爱子;我指着诸神与神灵向你们大家托付他:若我被查出对你们有不义变节之举,你们就杀了他,不必饶恕我们!至于其余之事,勇士们,请整顿队伍应对眼前的变故,切莫懦弱无名地将身躯抛弃给最可耻之徒去毁灭,而要为祖国守住不可征服的心灵奋起抵抗!” 查隆说出这番话时,我们对他的崇高气节与高尚品性深感钦佩,却也对这一猜疑感到愤懑,纷纷要求他把孩子带走。佩罗皮达斯说道: “总的来说,查隆,你没有先把儿子转移到另一所屋子里,在我们看来绝非明智之策。为何要让他同我们一起陷于此地共历凶险呢?即便现在也该把他送走,以便我们若遭不幸,还能为我们养育出讨伐僭主的高贵复仇者。” “绝不可如此,”查隆说,“他将留在此处,同你们共历险境;因为落入仇敌之手对他而言也绝非体面之事。孩子,拿出超越年龄的勇气吧,去品尝不可逃避的艰辛磨砺,同众多优秀的公民一道为了自由与美德去冒险!我们依然抱有巨大的希望;想必某位神明正俯视着为正义而战的我们。”
δάκρυα πολλοῖς ἐπῆλθεν ἡμῶν, ὦ Ἀρχίδαμε, πρὸς τοὺς λόγους τἀνδρός· αὐτὸς δʼ ἄδακρυς καὶ ἄτεγκτος ἐγχειρίσας Πελοπίδᾳ τὸν υἱὸν ἐχώρει διὰ θυρῶν δεξιούμενος ἕκαστον ἡμῶν καὶ παραθαρρύνων. ἔτι δὲ μᾶλλον ἂν ἠγάσω τοῦ παιδὸς αὐτοῦ τὴν φαιδρότητα καὶ τὸ ἀδεὲς πρὸς τὸν κίνδυνον, ὥσπερ τοῦ Νεοπτολέμου, μήτʼ ὠχριάσαντος μήτʼ ἐκπλαγέντος, ἀλλʼ ἕλκοντος τὸ ξίφος τοῦ Πελοπίδου καὶ καταμανθάνοντος. ἐν τούτῳ, Κηφισοδώρῳ Διότονος, εἷς τῶν φίλων, παρῆν πρὸς ἡμᾶς ξίφος ἔχων καὶ θώρακα σιδηροῦν ὑπενδεδυμένος καὶ πυθόμενος τὴν Χάρωνος ὑπʼ Ἀρχίου μετάπεμψιν ᾐτιᾶτο τὴν μέλλησιν ἡμῶν, καὶ παρώξυνεν εὐθὺς ἐπὶ τὰς οἰκίας βαδίζειν· φθήσεσθαι γὰρ ἐμπεσόντας4 αὐτοῖς· εἰ δὲ μή, βέλτιον εἶναι προελθόντας ἐν ὑπαίθρῳ συμπλέκεσθαι, πρὸς ἀλλήλους ἀσυντάκτους καὶ σποράδας, ἢ μένειν ἐν οἰκίσκῳ καθείρξαντας αὑτοὺς ὥσπερ σμῆνος ἐξαιρεθησομένους ὑπὸ τῶν πολεμίων. ἐνῆγε δὲ καὶ ὁ μάντις Θεόκριτος, ὡς τῶν ἱερῶν σωτηρίων καὶ καλῶν καὶ πρὸς ἀσφάλειαν ἐχεγγύων αὐτῷ γεγονότων.
阿基达姆斯啊,听了这个人的话,我们许多人都流下了眼泪。但他自己毫无泪痕、坚定不移,将儿子交托给佩罗皮达斯后,便走出门去,握住我们每个人的右手加以勉励。若你见到那少年面对危险时的勃勃英气与无所畏惧,定会更加赞叹不已,他就宛如涅奥普托勒摩斯一般,既不面色发白,也不惊惶失措,而是拔出佩罗皮达斯的佩剑仔细端详。正在此时,同伴之一、刻菲索多罗斯之子狄奥格诺托斯携剑而至,内穿铁胸甲来到我们面前;他得知查隆被阿基亚斯召见之事,便指责我们迟疑不决,力劝大家立即向那几座官邸进发。因为他说我们抢先杀奔过去便能先发制人;若不然,冲向开阔地在彼此散乱无序中交战,也总好过关在小屋里像蜂群一样被敌人一网打尽。预言者西奥克利图斯也极力敦促,因为祭牲的征兆对他而言是保命救难、吉祥顺遂并能确保安全的。
- 27πεντήκοντα δυεῖν δέοντες
动词 δέω(缺少)的现在主动分词带属格补足语 δυεῖν,构成希腊语特有的减法数词表达:“五十欠二”,即四十八人。
- 27καὶ μή τι καινότερον
由 μή 引导的间接疑问表达,后接中性比较级 καινότερον(某种意外/异常情况)。此处省略了希求法动词(如 εἴη 或 γένοιτο),表达带有顾虑的探询:“是否发生了什么变故”。
- 595bεἰ φανείην ἐγὼ πονηρὸς περὶ ὑμᾶς, ἀποκτείνατε
由条件从句中的不定过去时被动希求法(εἰ φανείην)与主句中的不定过去时祈使语气(ἀποκτείνατε)构成的混合条件句。希求法将假设置于遥远、退缩的可能性层面,而祈使句则发出坚决的命令,表达“万一我被证实背叛,就请绝不宽恕地杀了他”的决绝誓言。
- 595eφθήσεσθαι γὰρ ἐμπεσόντας
间接引语中 φθάνω 搭配分词的惯用结构。将来时不定词 φθήσεσθαι 与分词 ἐμπεσόντας(连同其隐含主语)均采用宾格,意为“抢先突袭以占得先机”。
