- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:25-26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
厄帕米农达虽获邀参与起义,但拒绝在未经审判下诛杀公民,意图保持清白以待事后安抚民众;与此同时,卡菲西亚斯等人在体育馆联络同谋,并在恶劣天气的掩护下迎回潜入城内的珀罗皮达斯等流亡者。
τούτων εἰρημένων, ὁ Ἐπαμεινώνδας ἀποβλέψας εἰς ἐμὲ σοὶ μέν. εἶπεν ὦ Καφεισία, σχεδὸν ὥρα βαδίζειν εἰς τὸ γυμνάσιον ἤδη καὶ μὴ ἀπολείπειν τοὺς συνήθεις ἡμεῖς δὲ Θεάνορος ἐπιμελησόμεθα, διαλύσαντες ὅταν δοκῇ τὴν συνουσίαν κἀγώ ταῦτʼ ἔφην πράττωμεν· ἀλλὰ μικρὸν οἶμαί τι μετʼ ἐμοῦ καὶ Γαλαξιδώρου βούλεταί σοι διαλεχθῆναι οὑτοσὶ Θεόκριτος. ἀγαθῇ τύχῃ εἶπε διαλεγέσθω· καὶ προῆγεν ἀναστὰς εἰς τὸ ἐπικάμπειον τῆς στοᾶς. καὶ ἡμεῖς περισχόντες αὐτὸν ἐπεχειροῦμεν παρακαλεῖν ἐπὶ τὴν πρᾶξιν. ὁ δὲ καὶ τὴν ἡμέραν ἔφη πάνυ σαφῶς εἰδέναι τῆς καθόδου τῶν φυγάδων, καὶ συντετάχθαι μετὰ Γοργίδου τοῖς φίλοις πρὸς τὸν καιρόν· ἀποκτενεῖν δὲ τῶν πολιτῶν ἄκριτον οὐδένα, μὴ μεγάλης ἀνάγκης γενομένης· ἄλλως δὲ καὶ πρὸς τὸ πλῆθος ἁρμόζειν τὸ Θηβαίων εἶναί τινας ἀναιτίους καὶ καθαροὺς τῶν πεπραγμένων, οἳ μᾶλλον ἕξουσιν ἀνυπόπτως πρὸς τὸν δῆμον ὡς ἀπὸ τοῦ βελτίστου παραινοῦντες, ἐδόκει ταῦθʼ ἡμῖν.1 κἀκεῖνος μὲν ἀνεχώρησεν αὖθις ὡς τοὺς περὶ Σιμμίαν· ἡμεῖς δὲ καταβάντες εἰς τὸ γυμνάσιον ἐνετυγχάνομεν τοῖς φίλοις, καὶ διαλαμβάνων ἄλλος ἄλλον ἐν τῷ συμπαλαίειν τὰ μὲν ἐπυνθάνετο τὰ δʼ ἔφραζε καὶ συνετάττετο πρὸς τὴν πρᾶξιν. ἑωρῶμεν δὲ καὶ τοὺς περὶ Ἀρχίαν καὶ Φίλιππον ἀληλιμμένους ἀπιόντας ἐπὶ τὸ δεῖπνον. ὁ γὰρ Φυλλίδας, δεδιὼς μὴ τὸν Ἀμφίθεον προανέλωσιν, εὐθὺς ἀπὸ τῆς Λυσανορίδου προπομπῆς τὸν Ἀρχίαν δεξάμενος καὶ περὶ τῆς γυναικός, ἧς ἐπιθυμῶν ἐτύγχανεν, εἰς ἐλπίδας ἐμβαλὼν, ὡς ἀφιξομένης εἰς τὸν πότον,2 ἔπεισε πρὸς ῥᾳθυμίαν καὶ ἄνεσιν τραπέσθαι μετὰ τῶν εἰωθότων αὐτῷ συνακολασταίνειν.
说完这些,厄帕米农达注视着我,说道: “卡菲西亚斯,对你而言,现在几乎该去体育馆,不要撇下你常日的伙伴们了;而我们将在认为适宜解散聚会之时解散,并款待塞阿诺尔。” 我说道: “我们就这样做吧;不过我想,眼前的西奥克利图斯希望同我以及加拉克西多罗斯一起与你说上几句话。” “愿借吉运,”他说,“就请讲吧。” 于是他站起身,领头走到柱廊的拐角处。我们围拢着他,试图力劝他加入起义行动。他却表示自己非常清楚流亡者回城的确切日子,并已同戈尔吉达斯一起为那一关键时刻在朋友间作好了安排;然而,若非迫不得已的大危局,他绝不在未经审判的情况下诛杀任何一名同胞公民。此外他还表示,对于底比斯的广大民众而言,保留一些对所做之事无可指摘、清白无染之人是合宜的,因为这些人更能不受怀疑地面对民众,被视为出于至善之心提出劝告;这番话在我们看来也甚为在理。于是他重新退回到西米亚斯等人身旁;而我们下到体育馆,与朋友们汇合,众人在相互摔跤纠缠的掩护下,彼此打听消息、互通情由,为起义行动部署整顿。我们还看见阿基亚斯和菲利普斯一伙人已涂好香膏,正动身前往赴宴。因为费利达斯生怕他们抢先处死安菲特奥斯,便在送走吕萨诺里达斯之后立即迎上阿基亚斯,就阿基亚斯恰好心仪的那名妇人给他以希望,佯称她会赶来酒席,从而劝诱他与那些素来同流合污纵欲享乐之徒一道转向怠惰与放纵。
ὀψὲ δʼ ἤδη τό τε ψῦχος ἐπέτεινε πνεύματος γενομένου, καὶ διὰ τοῦτο τῶν πολλῶν τάχιον εἰς τὰς οἰκίας ἀνακεχωρηκότων, ἡμεῖς μὲν τοὺς περὶ Δαμοκλείδαν καὶ Πελοπίδαν καὶ Θεόπομπον ἐντυχόντες ἀνελαμβάνομεν, ἄλλοι δʼ ἄλλους· ἐσχίσθησαν γὰρ εὐθὺς ὑπερβαλόντες τὸν Κιθαιρῶνα, καὶ παρέσχεν αὐτοῖς; ὁ χειμὼν τὰ πρόσωπα συγκεκαλυμμένοις ἀδεῶς διελθεῖν3 τὴν πόλιν ἐνίοις δʼ ἐπήστραψε δεξιὸν ἄνευ βροντῆς εἰσιοῦσι διὰ τῶν πυλῶν· καὶ τὸ σημεῖον ἐδόκει καλὸν πρὸς ἀσφάλειαν καὶ δόξαν, ὡς λαμπρῶν ἀκινδύνων δὲ τῶν πράξεων ἐσομένων.
时辰已晚,起风之后寒意更甚,大众因此比平日更早地退回各人家中;我们迎面遇见达摩克利达斯、珀罗皮达斯与塞奥庞普斯一行并予以接应,其他人则各自接应其余同伴。因为他们翻越基泰戎山后便立即化整为零,而风雪严寒使得他们遮掩住面容,毫无畏惧地穿城而过。对某些正穿过城门进城的人而言,右侧电闪而无雷鸣,这一征兆被视作关乎安全与荣耀的吉兆,预示着行动必将辉煌璀璨而免于危险。
- 594bἀποκτενεῖν δὲ τῶν πολιτῶν ἄκριτον οὐδένα, μὴ μεγάλης ἀνάγκης γενομένης· ἄλλως δὲ καὶ πρὸς τὸ πλῆθος ἁρμόζειν τὸ Θηβαίων εἶναί τινας ἀναιτίους καὶ καθαροὺς τῶν πεπραγμένων, οἳ μᾶλλον ἕξουσιν ἀνυπόπτως πρὸς τὸν δῆμον ὡς ἀπὸ τοῦ βελτίστου παραινοῦντες, ἐδόκει ταῦθʼ ἡμῖν.
句首以承接前文 ἔφη 的不定式结构(ἀποκτενεῖν... ἄλλως δὲ καὶ... ἁρμόζειν...)展开,在由关系从句 οἳ... παραινοῦντες 修饰后,句末以 ἐδόκει ταῦθʼ ἡμῖν 作结。在构词上,指示代词 ταῦτα 总结概括了厄帕米农达间接引语中的全部理由,并表达了叙述者等人对这一立场的认可。
- 594dὡς ἀφιξομένης εἰς τὸν πότον
由 ὡς 引导的属格独立结构,搭配将来时分词 ἀφιξομένης。它说明前文 ἐλπίδας(“希望”)的主观缘由或借口,即制造出“该妇人将出席酒宴”的虚假预期。
- 594eπαρέσχεν αὐτοῖς; ὁ χειμὼν τὰ πρόσωπα συγκεκαλυμμένοις ἀδεῶς διελθεῖν
此为 παρέχω + 与格 + 不定式(“使某人能够……”)的结构。与格代词 αὐτοῖς 与完成时分词 συγκεκαλυμμένοις 一致,并充当不定式 διελθεῖν 的逻辑主语。原文中 αὐτοῖς 后的分号(;)为传抄或排印偶误,在句法上 ὁ χειμὼν 直接作为 παρέσχεν 的主语连接。
