← 普鲁塔克

论苏格拉底的守护神

§23-24

蒂马库斯之死与精灵对灵魂的引导

在叙述了蒂马库斯之死及苏格拉底的反应后,针对厄帕米农达的沉默,客邦人塞阿诺尔阐述了诸神与精灵如何引导并拯救追求卓越的人类灵魂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23

ὁ μὲν οὖν Τιμάρχου μῦθος οὗτος. ἐπεὶ δʼ ἐλθὼν Ἀθήναζε τρίτῳ μηνὶ μετὰ τὴν γενομένην φωνὴν ἐτελεύτησεν, ἡμεῖς δὲ Σωκράτει θαυμάζοντες ἀπηγγέλλομεν, ἐμέμψατο Σωκράτης ἡμᾶς, ὅτι μὴ ζῶντος ἔτι τοῦ Τιμάρχου διήλθομεν αὐτοῦ γὰρ ἂν ἡδέως ἐκείνου πυθέσθαι· καὶ προσανακρῖναι σαφέστερον.1 ἀπέχεις, ὦ Θεόκριτε, μετὰ τοῦ λόγου τὸν μῦθον· ἀλλʼ ὅρα μὴ καὶ τὸν ξένον ἡμῖν παρακλητέον ἐπὶ τὴν ζήτησιν οἰκεία γὰρ πάνυ καὶ προσήκουσα θείοις ἀνδράσι. τί δʼ εἶπεν Ἐπαμεινώνδας οὐ συμβάλλεται γνώμην ἀπὸ τῶν αὐτῶν ἀναγόμενος ἡμῖν; καὶ ὁ πατὴρ μειδιάσας τοιοῦτον ἔφη τὸ ἦθος, ὦ ξένε, τὸ τούτου, σιωπηλὸν καὶ πρὸς τοὺς λόγους εὐλαβές, ἄπληστον δὲ τοῦ μανθάνειν καὶ ἀκροᾶσθαι· διὸ καὶ Σπίνθαρος ὁ Ταραντῖνος οὐκ ὀλίγον αὐτῷ συνδιατρίψας ἐνταῦθα χρόνον ἀεὶ δήπου λέγει μηδενί πη τῶν καθʼ ἑαυτὸν ἀνθρώπων ἐντετυχηκέναι μήτε πλείονα γιγνώσκοντι μήτε ἐλάσσονα φθεγγομένῳ. σὺ οὖν ἃ φρονεῖς αὐτὸς δίελθε περὶ τῶν εἰρημένων.

蒂马库斯的神话故事便是如此。当他返回雅典,在那声音响起后的第三个月去世,我们惊奇地将此事报告给苏格拉底时,苏格拉底责怪我们没有趁蒂马库斯还活着时将此事和盘托出;因为他说,他本会乐于亲自向他本人询问并更加明确地予以查究。“神话与论证你都已得到了,西奥克利图斯;但且看我们是否也应当邀请这位异邦人参与探讨;因为这对于神圣之人而言乃是极其切合且适宜的。” “为何厄帕米农达不发表意见呢,”他说,“他岂不是与我们出自同一种原则么?” 其父微笑着说: “异邦人啊,他的性情便是如此:寡言而对言谈审慎,却对求知与倾听贪得无厌。因此塔兰托的斯平塔罗斯在此地与他共度了不少时日,也总是说,在他同代的人中,从未遇见过比他懂得更多、言语更少的人。因此,你自己来详细阐述一下关于方才所言之事的高见吧。”

§24

ἐγὼ τοίνυν ἔφη τὸν μὲν Τιμάρχου λόγον ὥσπερ ἱερὸν καὶ ἄσυλον ἀνακεῖσθαί φημι τῷ θεῷ χρῆναι θαυμάζω δʼ εἰ τοῖς ὑπὸ Σιμμίου λεγομένοις περὶ αὐτοῦ δυσπιστήσουσί τινες, κύκνους μὲν ἱεροὺς καὶ δράκοντας καὶ κύνας καὶ ἵππους ὀνομάζοντες, ἀνθρώπους δὲ θείους εἶναι καὶ θεοφιλεῖς ἀπιστοῦντες, καὶ ταῦτα τὸν θεὸν οὐ φίλορνιν ἀλλὰ φιλάνθρωπον ἡγούμενοι. καθάπερ οὖν ἀνὴρ φίλιππος οὐ πάντων ὁμοίως ἐπιμέλεται τῶν ὑπʼ αὐτὸ τὸ γένος, ἀλλʼ ἀεὶ τινʼ ἄριστον ἐξαιρῶν καὶ ἀποκρίνων καθʼ αὑτὸν ἀσκεῖ καὶ τρέφει καὶ ἀγαπᾷ διαφερόντως· οὕτω καὶ ἡμῶν οἱ ὑπὲρ ἡμᾶς, τοὺς βελτίστους οἷον ἐξ ἀγέλης χαράξαντες, ἰδίας τινὸς καὶ περιττῆς παιδαγωγίας ἀξιοῦσι, οὐχ ὑφʼ ἡνίας οὐδὲ ῥυτήρων ἀλλὰ λόγῳ διὰ συμβόλων εὐθύνοντες· ὧν οἱ πολλοὶ καὶ ἀγελαῖοι παντάπασιν ἀπείρως ἔχουσιν. οὐδὲ γὰρ οἱ πολλοὶ κύνες τῶν θηρατικῶν σημείων οὐδʼ οἱ πολλοὶ ἵπποι τῶν ἱππικῶν συνιᾶσιν ἀλλʼ οἱ μεμαθηκότες, εὐθὺς ἀπὸ σιγμοῦ τοῦ τυχόντος ἢ ποππυσμοῦ τὸ προσταττόμενον αἰσθανόμενοι, ῥᾳδίως εἰς ὃ δεῖ καθίστανται. φαίνεται δὲ γιγνώσκων καὶ Ὅμηρος ἣν λέγομεν διαφορὰν ἡμεῖς· τῶν γὰρ μάντεων οἰωνοπόλους τινὰς καλεῖ καὶ ἱερεῖς, ἑτέρους δὲ τῶν θεῶν αὐτῶν διαλεγομένων συνιέντας καὶ συμφρονοῦντας ἀποσημαίνειν οἴεται τὸ μέλλον, ἐν οἷς λέγει "τῶν δʼ Ἕλενος, Πριάμοιο φίλος παῖς, ξύνθετο θυμῷ βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι" καί "ὣς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων." ὥσπερ γὰρ τῶν βασιλέων καὶ τῶν στρατηγῶν τὴν διάνοιαν οἱ μὲν ἐκτὸς αἰσθάνονται καὶ γιγνώσκουσι πυρσοῖς τισι καὶ κηρύγμασι καὶ ὑπὸ σαλπίγγων, τοῖς δὲ πιστοῖς καὶ συνήθεσιν αὐτοὶ φράζουσιν· οὕτω τὸ θεῖον ὀλίγοις ἐντυγχάνει διʼ αὑτοῦ καὶ σπανίως, τοῖς δὲ πολλοῖς σημεῖα δίδωσιν, ἐξ ὧν ἡ λεγομένη μαντικὴ συνέστηκε. θεοὶ μὲν γὰρ οὖν ὀλίγων ἀνθρώπων κοσμοῦσι βίον, οὓς ἂν ἄκρως μακαρίους τε καὶ θείους ὡς ἀληθῶς ἀπεργάσασθαι βουληθῶσιν· αἱ δʼ ἀπηλλαγμέναι γενέσεως ψυχαὶ καὶ σχολάζουσαι τὸ λοιπὸν ἀπὸ σώματος, οἷον ἐλεύθεραι πάμπαν ἀφιέμεναι, δαίμονές εἰσιν ἀνθρώπων ἐπιμελεῖς καθʼ Ἡσίοδον. ὡς γὰρ ἀθλητὰς καταλύσαντας ἄσκησιν ὑπὸ γήρως οὐ τελέως ἀπολείπει τὸ φιλότιμον καὶ φιλοσώματον, ἀλλʼ ἑτέρους ἀσκοῦντας ὁρῶντες ἥδονται καὶ παρακαλοῦσι καὶ συμπαραθέουσιν· οὕτως οἱ πεπαυμένοι τῶν περὶ τὸν βίον ἀγώνων διʼ ἀρετὴν ψυχῆς γενόμενοι δαίμονες οὐ παντελῶς ἀτιμάζουσι τἀνταῦθα πράγματα καὶ λόγους καὶ σπουδάς, ἀλλὰ τοῖς ἐπὶ ταὐτὸ γυμναζομένοις τέλος εὐμενεῖς ὄντες καὶ συμφιλοτιμούμενοι πρὸς τὴν ἀρετήν, ἐγκελεύονται καὶ συνεξορμῶσιν, ὅταν ἐγγὺς ἤδη τῆς ἐλπίδος ἁμιλλωμένους καὶ ψαύοντας ὁρῶσιν. οὐ γὰρ οἷς ἔτυχε συμφέρεται τὸ δαιμόνιον· ἀλλʼ οἷον ἐπὶ τῶν νηχομένων ἐν θαλάττῃ τοὺς μὲν πελαγίους ἔτι καὶ πρόσω τῆς γῆς φερομένους οἱ ἐπὶ γῆς ἑστῶτες σιωπῇ θεῶνται μόνον, τοὺς δʼ ἐγγὺς ἤδη παραθέοντες καὶ παρεμβαίνοντες ἅμα καὶ χειρὶ καὶ φωνῇ βοηθοῦντες ἀνασῴζουσιν οὕτως, ὦ τοῦ δαιμονίου ὁ τρόπος ἡμᾶς βαπτιζομένους ὑπὸ τῶν πραγμάτων, καὶ σώματα πολλὰ καθάπερ ὀχήματα μεταλαμβάνοντας, αὐτοὺς ἐξαμιλλᾶσθαι καὶ μακροθυμεῖν,2 διʼ οἰκείας πειρωμένους ἀρετῆς σῴζεσθαι καὶ τυγχάνειν λιμένος. ἥτις δʼ ἂν ἤδη διὰ μυρίων γενέσεων ἠγωνισμένη μακροὺς ἀγῶνας εὖ καὶ προθύμως ψυχή, τῆς περιόδου συμπεραινομένης κινδυνεύουσα καὶ φιλοτιμουμένη περὶ τὴν ἔκβασιν ἱδρῶτι πολλῷ ἄνω προσφέρηται, ταύτῃ τὸν οἰκεῖον οὐ νεμεσᾷ δαίμονα βοηθεῖν ὁ θεὸς3 ἀλλʼ ἀφίησι τῷ προθυμουμένῳ προθυμεῖται δʼ ἄλλος ἄλλην ἀνασῴζειν ἐγκελευόμενος· ἡ δὲ συνακούει διὰ τὸ πλησιάζειν καὶ σῴζεται μὴ πειθομένη δέ, ἀπολιπόντος τοῦ δαίμονος, οὐκ εὐτυχῶς ἀπαλλάσσει.

“那么,依我之见,”异邦人说,“蒂马库斯的记述应当作为神圣不可侵犯之物奉献给神明。然而,若有人对西米亚斯所言关于他的事心存怀疑,称天鹅、蛇、犬与马为神圣,却不信人类能成为神圣且蒙神恩宠者,明明还认为神明并非爱飞禽而是爱人类,这便令我感到惊异了。正如爱马之人并非同样照料该物种的所有马匹,而是始终挑选并隔离出最为优良的一匹,亲自予以训育、喂养并特别喜爱;我们之上的存在对待我们亦是如此:他们仿佛从畜群中甄选出最优秀的人,认为他们配得上某种特殊的卓越教养,不用缰绳亦不用马勒,而是通过暗号借言词来规正他们;而那些大众和群氓对此类暗号则全然无知。因为多数犬只并不理解狩猎的信号,多数马匹亦不懂马术的信号;唯有受过训导者,即便由偶然的嘘声或咂嘴声便能即刻感知命令,轻而易举地归于应有的轨道。荷马似乎也深谙我们所言的这种差异;因为在预言者中,他将某些人称为鸟占师和祭司,而认为另一些人则是通过理解并通晓神明交谈时的意旨来预示未来,他在诗中写道: ‘普里阿摩斯的爱子赫勒诺斯,心中领悟了他们的计策,即深谋远虑的诸神所中意的计策,’ 以及: ‘因我正是如此听闻了永生诸神的声音。’ 正如君王与统帅的意图,外人乃是通过烽火、宣告与号角声来感知和知晓,而对于可信的心腹亲信,他们则亲自告知;神圣之物亦是如此,它通过自身同少数人沟通,且极少如此,而对大众则赐予征兆,所谓预言术便由此构成。诸神确实规整着少数人的生涯,即那些他们意欲使其成为真正至福且神圣的人;然而根据赫西俄德的说法,那些摆脱了生成、从此脱离肉体而得以憩息的灵魂,仿佛完全自由地被释放开来,乃是照看人类的精灵。正如因年老而停止训练的竞技者,并未完全丧失好胜心与对体魄的挚爱,反而目睹他人训练时倍感欢欣,从旁鼓励并一同奔跑;同样,那些因灵魂的卓越而结束了人世角逐并化为精灵的人,也绝不轻视此世的事物、言论与热诚,而是对那些为了同一终极目标而操练的人怀抱善意,与他们竞逐卓越,每逢看见他们正在接近希望并触手可及之处奋力拼搏时,便予以激励并共同催促。因为神灵绝不与平庸之辈交往;但正如在海上游泳的人,站在陆地上的人对于尚在汪洋中漂向远方的游泳者仅是默默注视,而对已经临近陆地的人,则奔跑上前涉入水中,以双手和呼喊救助并捞起他们——神灵对待我们的方式亦是如此,它允许我们被世事沉沦,如换乘车辆般轮换多具肉体,让我们自身去抗争并忍耐,试图凭借自身的卓越去拯救自己并抵达港湾。但无论哪一个灵魂,若已历经万千世代,出色而热忱地完成了漫长角逐,在循环行将结束之际,虽冒危险却满怀热诚地在归宿前奋战,汗流浃背地向上攀升,神便不怪罪属于其自身的精灵前往相助,反而允许热望者施以援手。精灵们便各怀热望呼喊着去拯救各自的灵魂;而灵魂因接近而听从其声,从而得救;但若不遵从,精灵离弃之后,其结局便难言幸免了。”

语法注3 条
  1. 23αὐτοῦ γὰρ ἂν ἡδέως ἐκείνου πυθέσθαι · καὶ προσανακρῖναι σαφέστερον

    间接引语中 ἄν 搭配不定式(πυθέσθαι 与 προσανακρῖναι)的结构,接续于苏格拉底的责备(ἐμέμψατο)之后。这相当于与过去事实相反的非真实条件句(原话为 ἂν ἐπυθόμην),表示“要是他还在世,本会乐于亲自向其询问并进一步明确审查”。

  2. 593eοὕτως, ὦ τοῦ δαιμονίου ὁ τρόπος ἡμᾶς βαπτιζομένους ὑπὸ τῶν πραγμάτων, καὶ σώματα πολλὰ καθάπερ ὀχήματα μεταλαμβάνοντας, αὐτοὺς ἐξαμιλλᾶσθαι καὶ μακροθυμεῖν

    传抄中存在残缺之处,ὦ 之后疑似脱落呼语名词(如 ἑταῖρε),且句中缺少限定动词(如 ἐᾷ)。结合上下文比喻(岸上之人对远海游泳者仅作旁观),此处将“神灵的运作方式(ὁ τρόπος)”与宾格不定式结构(ἡμᾶς ... αὐτοὺς ἐξαμιλλᾶσθαι καὶ μακροθυμεῖν)统合理解为:“神灵的法则乃是容许我们在诸般事务沉沦之中,自行奋争并长期忍耐”。

  3. 593eἥτις δʼ ἂν ἤδη διὰ μυρίων γενέσεων ἠγωνισμένη μακροὺς ἀγῶνας εὖ καὶ προθύμως ψυχή, τῆς περιόδου συμπεραινομένης κινδυνεύουσα καὶ φιλοτιμουμένη περὶ τὴν ἑκβασιν ἱδρῶτι πολλῷ ἄνω προσφέρηται, ταύτῃ τὸν οἰκεῖον οὐ νεμεσᾷ δαίμονα βοηθεῖν ὁ θεός

    由 ἥτις ἂν ... προσφέρηται(现在虚拟语气)构成的泛指条件关系从句。先行词名词 ψυχή 被包含在关系从句内部,而在主句中由与格代词 ταύτῃ(作为 βοηθεῖν 的补足语)加以指代回引。主句谓语 οὐ νεμεσᾷ ... βοηθεῖν 意为“神并不怨尤/阻碍属于其自身的精灵前去相助”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:23-24