- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:22#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
无形的声音解释星辰乃是降入肉体的灵魂与留于体外的精灵,阐明了理智对情欲的驾驭以及赫尔莫多鲁斯漫游的真相,并在预言蒂马库斯三个月后的命运后令其在神谕所入口处苏醒。
ἀλλʼ οὐδὲν ὁρῶ τὸν Τίμαρχον εἰπεῖν ἢ πολλοὺς ἀστέρας περὶ τὸ χάσμα παλλομένους, ἑτέρους δὲ καταδυομένους εἰς αὐτό, τοὺς δʼ ᾅττοντας αὖ κάτωθεν. αὐτοὺς ἄρα φάναι τοὺς δαίμονας ὁρῶν ἀγνοεῖς. ἔχει γὰρ ὧδε· ψυχὴ πᾶσα νοῦ μετέσχεν, ἄλογος δὲ καὶ ἄνους οὐκ ἔστιν, ἀλλʼ ὅσον ἂν αὐτῆς σαρκὶ μιχθῇ καὶ πάθεσιν, ἀλλοιούμενον τρέπεται καθʼ ἡδονὰς καὶ ἀλγηδόνας εἰς τὸ ἄλογον. μίγνυται δʼ οὐ πᾶσα τὸν αὐτὸν τρόπον· ἀλλʼ αἱ μὲν ὅλαι κατέδυσαν εἰς σῶμα, καὶ διʼ ὅλων ἀναταραχθεῖσαι τὸ σύμπαν ὑπὸ παθῶν διαφέρονται κατὰ τὸν βίον· αἱ δὲ πῆ μὲν ἀνεκράθησαν, πῆ δʼ ἔλιπον ἔξω τὸ καθαρώτατον, οὐκ ἐπισπώμενον ἀλλʼ οἷον ἀκρόπλουν ἐπιψαῦον ἐκ κεφαλῆς τοῦ ἀνθρώπου καθάπερ ἐν βυθῷ δεδυκότος ἄρτημα κορυφαῖον, ὀρθουμένης περὶ αὐτὸ τῆς ψυχῆς ἀνέχον ὅσον ὑπακούει καὶ οὐ κρατεῖται τοῖς πάθεσιν. τὸ μὲν οὖν ὑποβρύχιον ἐν τῷ σώματι φερόμενον ψυχὴ λέγεται· τὸ δὲ φθορᾶς λειφθὲν1 οἱ πολλοὶ νοῦν καλοῦντες ἐντὸς εἶναι νομίζουσιν αὑτῶν, ὥσπερ ἐν τοῖς ἐσόπτροις τὰ φαινόμενα κατʼ ἀνταύγειαν2 οἱ δʼ ὀρθῶς ὑπονοοῦντες, ὡς ἐκτὸς ὄντα δαίμονα προσαγορεύουσι. τοὺς μὲν οὖν ἀποσβέννυσθαι δοκοῦντας ἀστέρας, ὦ Τίμαρχε φάναι τὰς εἰς σῶμα καταδυομένας ὅλας ψυχὰς ὁρᾶν νόμιζε, τοὺς δʼ οἷον ἀναλάμποντας πάλιν καὶ ἀναφαινομένους κάτωθεν, ἀχλύν τινα καὶ ζόφον ὥσπερ πηλὸν ἀποσειομένους, τὰς ἐκ τῶν σωμάτων ἐπαναπλεούσας μετὰ τὸν θάνατον· οἱ δʼ ἄνω διαφερόμενοι δαίμονές εἰσι τῶν νοῦν ἔχειν λεγομένων ἀνθρώπων. πειράθητι δὲ κατιδεῖν ἑκάστου τὸν σύνδεσμον, ᾧ τῇ ψυχῇ συμπέφυκε. ταῦτʼ ἀκούσας αὐτὸς ἀκριβέστερον προσέχειν καὶ θεᾶσθαι τῶν ἀστέρων ἀποσαλεύοντας τοὺς μὲν ἧττον τοὺς δὲ μᾶλλον, ὥσπερ τοὺς τὰ δίκτυα διασημαίνοντας ἐν τῇ θαλάσσῃ φελλοὺς ὁρῶμεν ἐπιφερομένους· ἐνίους δὲ τοῖς κλωθομένοις ἀτράκτοις ὁμοίως ἐγκατατεταραγμένην καὶ ἀνώμαλον ἕλκοντας, οὐ δυναμένους καταστῆσαι τὴν κίνησιν ἐπʼ εὐθείας. λέγειν δὲ τὴν φωνὴν τοὺς μὲν εὐθεῖαν καὶ τεταγμένην κίνησιν ἔχοντας εὐηνίοις ψυχαῖς χρῆσθαι διὰ τροφὴν καὶ παίδευσιν ἀστείαν, οὐκ ἄγαν σκληρὸν καὶ ἄγριον παρεχομέναις τὸ ἄλογον τοὺς δʼ ἄνω καὶ κάτω πολλάκις ἀνωμάλως καὶ τεταραγμένως ἐγκλίνοντας, οἷον ἐκ δεσμοῦ σπαραττομένους, δυσπειθέσι καὶ ἀναγώγοις διʼ ἀπαιδευσίαν ζυγομαχεῖν ἤθεσι, πῆ μὲν κρατοῦντας καὶ περιάγοντας ἐπὶ δεξιάν, πῆ δὲ καμπτομένους ὑπὸ τῶν παθῶν καὶ συνεφελκομένους τοῖς ἁμαρτήμασιν, εἶτα πάλιν ἀντιτείνοντας καὶ βιαζομένους. τὸν μὲν γὰρ σύνδεσμον οἷα χαλινὸν τῷ ἀλόγῳ τῆς ψυχῆς ἐμβεβλημένον, ὅταν ἀντισπάσῃ, τὴν λεγομένην μεταμέλειαν ἐπάγειν ταῖς ἁμαρτίαις καὶ τὴν ἐπὶ ταῖς ἡδοναῖς, ὅσαι παράνομοι καὶ ἀκρατεῖς, αἰσχύνην, ἀλγηδόνα καὶ πληγὴν οὖσαν ἐνθένδε τῆς ψυχῆς ὑπὸ τοῦ κρατοῦντος καὶ ἄρχοντος ἐπιστομιζομένης· μέχρι ἂν οὕτω κολαζομένη πειθήνιος γένηται καὶ συνήθης ὥσπερ θρέμμα πρᾶον ἄνευ πληγῆς καὶ ἀλγηδόνος ὑπὸ συμβόλων ὀξέως καὶ σημείων, αἰσθανομένη τοῦ δαίμονος. αὗται μὲν οὖν ὀψέ ποτε καὶ βραδέως ἄγονται καὶ καθίστανται πρὸς τὸ δέον. ἐκ δὲ τῶν εὐηνίων ἐκείνων καὶ κατηκόων εὐθὺς ἐξ ἀρχῆς καὶ γενέσεως τοῦ οἰκείου δαίμονος καὶ τὸ μαντικόν ἐστι καὶ θεοκλυτούμενον γένος· ὧν τὴν Ἑρμοδώρου τοῦ Κλαζομενίου ψυχὴν ἀκήκοας δήπουθεν, ὡς3 ἀπολείπουσα παντάπασι τὸ σῶμα νύκτωρ καὶ μεθʼ ἡμέραν ἐπλανᾶτο πολὺν τόπον, εἶτʼ αὖθις ἐπανῄει, πολλοῖς τῶν μακρὰν λεγομένων καὶ πραττομένων ἐντυχοῦσα καὶ παραγενομένη· μέχρι οὗ τὸ σῶμα, τῆς γυναικὸς προδούσης, λαβόντες οἱ ἐχθροὶ ψυχῆς ἔρημον οἴκοι κατέπρησαν. τοῦτο μὲν οὖν οὐκ ἀληθές ἐστιν· οὐ γὰρ ἐξέβαινεν ἡ ψυχὴ τοῦ σώματος, ὑπείκουσα δʼ ἀεὶ καὶ χαλῶσα τῷ δαίμονι τὸν σύνδεσμον ἐδίδου περιδρομὴν καὶ περιφοίτησιν, ὥστε πολλὰ συνορῶντα καὶ κατακούοντα τῶν ἐκτὸς εἰσαγγέλλειν. οἱ δʼ ἀφανίσαντες τὸ σῶμα κοιμωμένου μέχρι νῦν δίκην ἐν τῷ ταρτάρῳ τίνουσι. ταῦτα δʼ εἴσῃ φάναι σαφέστερον, ὦ νεανία, τρίτῳ μηνὶ· νῦν δʼ ἄπιθι παυσαμένης δὲ τῆς φωνῆς, βούλεσθαι μὲν αὑτὸν ὁ Τίμαρχος ἔφη θεάσασθαι περιστρέφοντα, τίς ὁ φθεγγόμενος εἴη· σφόδρα δὲ τὴν κεφαλὴν αὖθις ἀλγήσας, καθάπερ βίᾳ συμπιεσθεῖσαν, οὐδὲν ἔτι γιγνώσκειν οὐδʼ αἰσθάνεσθαι τῶν καθʼ ἑαυτόν· εἶτα μέντοι μετὰ μικρὸν ἀνενεγκὼν ὁρᾶν αὑτὸν ἐν Τροφωνίου παρὰ τὴν εἴσοδον, οὗπερ ἐξ ἀρχῆς κατεκλίθη, κείμενον.
“但我什么也没看见,”蒂马库斯说,“除见许多星辰在裂口周围跳动,另一些沉入其中,还有一些又从下方冲射而出。” “那么,”那声音说,“你正是见到了精灵本身,却不自知。事情乃是如此:每一个灵魂都分有理智,绝无无理性或无理智之魂;但灵魂中与肉体和情欲相混的部分,便发生变异,顺从快乐与痛苦而转向非理性。然而并非所有灵魂都以同一种方式混杂:有的灵魂整个沉入肉体,通体完全为情欲所扰乱,在生涯中颠簸漂泊;另一些灵魂虽有部分混杂,却将其最纯粹的部分留于体外,这部分未被拉扯下去,而是宛如漂浮在水面的顶部浮标,从上方触及那如坠深渊之人的头颅,在其周围直立着,支撑起灵魂中服从且未被情欲压制的部分。因此,潜沉于肉体之内漂移的部分被称为灵魂;而免于败坏残存下来的部分,大众称之为理智,并以为它在自己体内,就像通过反光显现在镜子中的影像一样;但领悟正确的人,因见其居于体外,而称其为精灵。因此,蒂马库斯啊,”那声音说,“那些看似熄灭的星辰,你当明白,你所见到的是整个沉入肉体的灵魂;而那些宛如重新焕发光芒、从下方再次显现,如抖落泥浆般抖落迷雾与昏暗的星辰,是死后从肉体中重新泛舟升起的灵魂;至于在上方巡游盘旋的星辰,则是被称为具有理智之人的精灵。你要努力看清每一个精灵与灵魂自然结合的连结纽带。” 听闻此言,他便更加专注地观察,注视着星辰中有颠簸较轻的,也有颠簸较剧烈的,恰如我们在海上看到标示渔网的软木浮标随波逐流一样;另一些星辰则如同纺织中的锭子一般,拖拽着混乱而参差不齐的轨迹,无法使运动回归正道。那声音说道,那些拥有正直而规整运动的星辰,驾驭着因良好的抚育与优雅的教养而易受缰绳驯服、所呈现的非理性部分不致过于僵硬野蛮的灵魂;而那些常常忽上忽下参差紊乱地倾斜、仿佛要从羁绊中挣脱挣断的星辰,则因缺乏教养,与桀骜难驯的性情抗争,有时压服并引向右方,有时屈服于情欲而被过错所拖拽,随后又再度抗拒并强行拉回。因为这根如同马嚼子般套入灵魂非理性部分的纽带,每当向后勒紧时,便会针对过错带来所谓的悔恨,并针对所有非法与放纵的快乐带来羞耻,这是由于灵魂受到统治统驭者的勒抑,而由此承受的痛苦与打击;直到灵魂在如此管教之下变得驯服熟顺,宛如温顺的牲畜,无需鞭挞与痛苦,仅凭暗号与印记便能敏锐地感知精灵。 “这些灵魂历经良久才迟迟被引导并安顿于应当之处。而从那些自始自降生起便易受缰绳约束并顺从自身精灵的灵魂中,产生了具有预言能力的通神之族。在这些人中,你大概听说过克拉佐美奈的赫尔莫多鲁斯的灵魂:据说它完全脱离肉体,在昼夜间漫游于辽阔之地,随后在遇见并亲临许多远方所言所行之事后复又归来;直到其妻背叛,敌人在其家中趁肉体无灵魂留守之际将其焚毁。然而,这并非实情:因为灵魂并未脱离肉体,而是不断依顺精灵,为精灵放松纽带,给予其巡游周旋的余地,致使精灵洞察倾听外界诸多事物并予以通报。而那些在他熟睡时毁灭肉体之人,至今仍在塔耳塔洛斯遭受惩罚。这些事情,”那声音说,“年轻人啊,你在第三个月时自会更加明了;但此刻,去吧。” 声音停息后,蒂马库斯说他想要转过身去看看发声者是谁;但他头颅再度剧烈作痛,仿佛被强力挤压一般,再也无法认识或感知关于自身的任何事物。然而不久之后他苏醒过来,见自己正躺在特罗福尼乌斯的神庙入口旁,正是他最初躺卧的地方。
- 591eτὸ δὲ φθορᾶς λειφθὲν
φθορᾶς 是由被动分词 λειφθέν 所支配的离格性属格(genitive of separation),意为“免于毁灭而留存的部分”。此处并非表示所属或部分(“毁灭之残余”),而是指脱离了肉体之朽坏与消亡的纯粹部分(即理智/精灵)。
- 591eὥσπερ ἐν τοῖς ἐσόπτροις τὰ φαινόμενα κατʼ ἀνταύγειαν
用于对比的比喻句,修饰 νομίζουσιν。大众错误地认为理智在自己“体内”(ἐντὸς εἶναι),就如同人们产生错觉,以为通过反射(κατʼ ἀνταύγειαν)显现在镜中的影像真实存在于镜子内部一样。
- 592cὧν τὴν Ἑρμοδώρου τοῦ Κλαζομενίου ψυχὴν ἀκήκοας δήπουθεν, ὡς
提名前置(prolepsis)句式。从属节(ὡς... ἐπλανᾶτο)的逻辑主语 τὴν ψυχήν 被提前充当了主句动词 ἀκήκοας 的直接宾格补足语(“你大概听说过……的灵魂,它是如何漫游的”)。关系代词属格 ὧν 则指代前文所述“服从缰绳的灵魂”。
