← 普鲁塔克

论苏格拉底的守护神

§22#1

蒂马库斯的宇宙异象与神谕启示

蒂马库斯讲述了自己在特罗福尼乌斯灵洞中灵魂出窍并目睹天体与深渊的异象,并从一无形之声那里获得了关于宇宙四大本原、命运三女神、斯梯克斯河与月球职能的教诲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22#1

ἔφη δὲ καταβὰς εἰς τὸ μαντεῖον περιτυχεῖν σκότῳ πολλῷ τὸ πρῶτον, εἶτʼ ἐπευξάμενος κεῖσθαι πολὺν χρόνον, οὐ μάλα συμφρονῶν ἐναργῶς εἴτʼ ἐγρήγορεν εἴτʼ ὠνειροπόλει πλὴν δόξαι γε, τῆς κεφαλῆς ἅμα ψόφῳ προσπεσόντι πληγείσης, τὰς ῥαφὰς διαστάσας μεθιέναι τὴν ψυχήν.1 ὡς δʼ ἀναχωροῦσα κατεμίγνυτο πρὸς ἀέρα διαυγῆ καὶ καθαρὸν ἀσμένη, πρῶτον μὲν ἀναπνεῦσαι τότε δοκεῖν διὰ χρόνου συχνοῦ στεινομένην τέως, καὶ πλείονα γίγνεσθαι τῆς πρότερον ὥσπερ ἱστίον ἐκπεταννύμενον ἔπειτα κατακούειν ἀμαυρῶς ῥοίζου τινὸς ὑπὲρ κεφαλῆς περιελαυνομένου φωνὴν ἡδεῖαν ἱέντος. ἀναβλέψας δὲ τὴν μὲν γῆν οὐδαμοῦ καθορᾶν, νήσους δὲ λαμπομένας μαλακῷ πυρί, κατʼ ἀλλήλων ἐξαμειβούσας ἄλλην ἄλλοτε χρόαν, ὥσπερ βαφὴν ἄγειν τῷ φωτὶ ποικιλλομένῳ κατὰ τὰς μεταβολάς. φαίνεσθαι δὲ πλήθει μὲν ἀναρίθμους μεγέθει δʼ ὑπερφυεῖς, οὐκ ἴσας δὲ πάσας ἀλλʼ ὁμοίως κυκλοτερεῖς· οἴεσθαι δὲ ταύταις τὸν αἰθέρα κύκλῳ φερομέναις ὑπορροιζεῖν εἶναι γὰρ ὁμολογουμένην τῇ τῆς κινήσεως λειότητι τὴν πραότητα τῆς φωνῆς ἐκείνης ἐκ πασῶν συνηρμοσμένης. διὰ μέσου δʼ αὐτῶν θάλασσαν ἢ λίμνην ὑποκεχύσθαι τοῖς χρώμασι διαλάμπουσαν διὰ τῆς γλαυκότητος ἐπιμιγνυμένοις· καὶ τῶν νήσων ὀλίγας μὲν ἐκπλεῖν κατὰ πόρον καὶ διακομίζεσθαι πέραν τοῦ ῥεύματος, ἄλλας δὲ πολλὰς ἐφέλκεσθαι τῇ σχεδὸν ὑποφερομένας. εἶναι δὲ τῆς θαλάσσης πῆ μὲν πολὺ βάθος κατὰ νότον, μάλιστα δʼ ἀραιὰ τενάγη καὶ βραχέα, πολλαχῆ δὲ καὶ ὑπερχεῖσθαι καὶ ἀπολείπειν αὖθις οὐ μεγάλας ἐκβολὰς λαμβάνουσαν, καὶ τῆς χρόας τὸ μὲν ἄκρατον καὶ πελάγιον, τὸ δʼ οὐ καθαρὸν ἀλλὰ συγκεχυμένον καὶ λιμνῶδες. τῶν δὲ ῥοθίων τὰς νήσους ἅμα περαινομένας ἐπανάγειν οὐδὲν εἰς ταὐτὸ τῇ ἀρχῇ συνάπτειν πέρας2 οὐδὲ ποιεῖν κύκλον, ἀλλʼ ἡσυχῆ παραλλάσσειν τὰς ἐπιβολὰς ἕλικα ποιούσας μίαν ἐν τῷ περιστρέφεσθαι. τούτων δὲ πρὸς τὸ μέσον μάλιστα τοῦ περιέχοντος καὶ μέγιστον ἐγκεκλίσθαι τὴν θάλασσαν ὀλίγῳ τῶν ὀκτὼ μερῶν τοῦ παντὸς ἔλαττον, ὡς αὐτῷ κατεφαίνετο· δύο δʼ αὐτὴν ἔχειν ἀναστομώσεις πυρὸς ἐμβάλλοντας ἐναντίους ποταμοὺς δεχομένας, ὡς ἐπὶ πλεῖστον ἀνακοπτομένην κοχλάζειν καὶ ἀπολευκαίνεσθαι τὴν γλαυκότητα. ταῦτα μὲν οὖν ὁρᾶν τερπόμενος τῇ θέᾳ· κάτω δʼ ἀπιδόντι φαίνεσθαι χάσμα μέγα στρογγύλον οἷον ἐκτετμημένης σφαίρας, φοβερὸν δὲ δεινῶς καὶ βαθύ, πολλοῦ σκότους πλῆρες οὐχ ἡσυχάζοντος ἀλλʼ ἐκταραττομένου καὶ ἀνακλύζοντος πολλάκις· ὅθεν ἀκούεσθαι μυρίας μὲν ὠρυγὰς καὶ στεναγμοὺς ζῴων μυρίων δὲ κλαυθμὸν βρεφῶν καὶ μεμιγμένους ἀνδρῶν καὶ γυναικῶν ὀδυρμούς, ψόφους δὲ παντοδαποὺς καὶ θορύβους ἐκ βάθους πόρρωθεν ἀμυδροὺς ἀναπεμπομένους οἷς οὐ μετρίως αὐτὸς ἐκπεπλῆχθαι. χρόνου δὲ προϊόντος, εἰπεῖν τινα πρὸς αὐτὸν οὐχ ὁρώμενον ὦ Τίμαρχε, τί ποθεῖς πυθέσθαι φράσαι δʼ αὐτὸν ὅτι πάντα, τί γὰρ οὐ θαυμάσιον; ἀλλʼ ἡμῖν φάναι τῶν ἄνω μέτεστι μικρόν· ἄλλων γὰρ θεῶν ἐκεῖνα· τὴν δὲ Φερσεφόνης μοῖραν, ἣν ἡμεῖς διέπομεν, τῶν τεττάρων μίαν οὖσαν ὧν ἡ Στὺξ ὁρίζει, βουλομένῳ σοι σκοπεῖν πάρεστιν ἐρομένου δʼ αὐτοῦ τίς ἡ Στύξ ἐστιν; ὁδὸς εἰς Ἅιδου φάναι καὶ πρόεισιν ἐξ ἐναντίας, αὐτῇ σχίζουσα τῇ κορυφῇ τὸ φῶς ἀνατείνουσα δʼ, ὡς ὁρᾷς, ἐκ τοῦ Ἅιδου κάτωθεν ᾗ ψαύει περιφερομένη καὶ τοῦ φωτός, ἀφορίζει τὴν ἐσχάτην μερίδα τῶν ὅλων. τέσσαρες δʼ εἰσὶν ἀρχαὶ πάντων, ζωῆς μὲν ἡ πρώτη κινήσεως δʼ ἡ δευτέρα γενέσεως δʼ ἡ τρίτη φθορᾶς δʼ ἡ τελευταία· συνδεῖ δὲ τῇ μὲν δευτέρᾳ τὴν πρώτην Μονὰς κατὰ τὸ ἀόρατον; τὴν δὲ δευτέραν τῇ τρίτῃ Νοῦς καθʼ ἥλιον, τὴν δὲ τρίτην πρὸς τετάρτην Φύσις κατὰ σελήνην; τῶν δὲ συνδέσμων ἑκάστου Μοῖρα κλειδοῦχος Ἀνάγκης θυγάτηρ κάθηται, τοῦ μὲν πρώτου Ἄτροπος τοῦ δὲ δευτέρου Κλωθώ, τοῦ δὲ πρὸς σελήνην Λάχεσις, περὶ ἣν ἡ καμπὴ τῆς γενέσεως. αἱ μὲν γὰρ ἄλλαι, νῆσοι θεοὺς ἔχουσι σελήνη δὲ δαιμόνων, ἐπιχθονίων οὖσα φεύγει τὴν Στύγα μικρὸν ὑπερφέρουσα· λαμβάνεται δʼ ἅπαξ ἐν μέτροις δευτέροις ἑκατὸν ἑβδομήκοντα ἑπτά·3 καὶ τῆς Στυγὸς ἐπιφερομένης αἱ ψυχαὶ βοῶσι δειμαίνουσαι πολλὰς γὰρ ὁ Ἅιδης ἀφαρπάζει περιολισθανούσας ἄλλας δʼ ἀνακομίζεται κάτωθεν ἡ σελήνη προσνηχομένας, αἷς εἰς καιρὸν τῆς γενέσεως ἡ τελευτὴ συνέπεσε, πλὴν ὅσαι μιαραὶ καὶ ἀκάθαρτοι ταύτας δʼ ἀστράπτουσα καὶ μυκωμένη φοβερὸν οὐκ ἐᾷ πελάζειν, ἀλλὰ θρηνοῦσαι τὸν ἑαυτῶν πότμον ἀποσφαλλόμεναι φέρονται κάτω πάλιν ἐπʼ ἄλλην γένεσιν, ὡς ὁρᾷς.

他说,下到神谕所之后,起初遭遇了极度的黑暗;随后在祈祷之后躺卧了很久,无法明确分辨自己是醒着还是在做梦,只觉得头颅伴着一声骤然的撞击巨响遭到击打,颅骨骨缝裂开,释放出了灵魂。当灵魂退避而出、欢喜地与透明纯净的空气融为一体时,他首先觉得〔灵魂〕此前一直受到禁锢,此时时隔许久得以重新呼吸,并像张开的风帆一样变得比先前更加庞大;随后,他隐隐听到头顶上有某种旋转飞驰之物发出轻微的呼啸声,送出悦耳的声音。他抬眼望去,大地全然不见,却见诸多岛屿为柔和的火光所照亮,彼此不时变换着不同的色彩,宛如因那随着变化而呈现出斑驳多姿的光芒而染上了色泽。这些岛屿在数量上不可胜数,在形体上巨大无比,虽非全部均等,却皆呈球形;他以为由于它们作圆周运动,以太在其下发出轻微的呼啸之声,因为那种运动的平稳性与从所有岛屿调和而生的那声音的柔和完全相符。在它们中间,横卧着一片大海或湖泊,由于青碧色中交融着各种色彩而闪闪发光;岛屿中有少数沿着水道航行并渡过水流彼岸,许多其他岛屿则几乎顺着同一水流被牵引下行。这片海洋在某些地方(在南部)水深极大,但绝大多数地方是稀疏的浅滩和暗礁,在许多地方溢出复又退去,漫溢的范围并不巨大;其水色一部分纯粹宛如浩瀚外海,另一部分则不清澈,浑浊似沼泽。岛屿随波浪航行终了之时,并未回归同一终点与起点重合,亦未形成正圆,而是平缓地交错其轨道,在旋转之中形成单一的螺旋线。这片海洋主要朝向包容宇宙的中部且最大之处倾斜,在他看来比宇宙的八分之一略小一点;它有两个出口,接纳着从相反方向涌入的火河,以至于海水在大范围内被阻挡激荡而翻滚沸腾,将其青碧之色冲刷变白。他欢喜地注视着这番景象;但向下望去时,呈现出一个巨大的圆形裂口,好似被截开的球体,极其恐怖深邃,充满了不安息而频繁翻腾汹涌的浓密黑暗;从中听到了数以万计兽类的咆哮与呻吟、数以万计婴儿的啼哭以及男女混杂的悲泣,更有从深处远处隐隐传来的各色响声与喧嚣,他因此受到了极大的震撼。随着时间的推移,一个看不见的人向他说道: “蒂马库斯啊,你渴望知晓什么?” 他回答道: “一切;因为有什么是不令人惊叹的呢?” 〔那人〕说: “但对我们而言,对上方之物并无多少份分,因为那些属于其他的神明。至于斯梯克斯所划分的四份之一、由我们所执掌的珀耳塞福涅之份,你若愿意,便可审视。” 当他询问何为斯梯克斯时,〔那人〕说: “这是通往哈得斯的道路,它从相反方向延伸而出,以其顶峰将光芒劈开;正如你所见,它从下方的哈得斯升起,在旋转巡行中触及光芒之处,划定了万物的最边缘部分。万物共有四个本原:第一是生命之本原,第二是运动之本原,第三是生成之本原,最后是毁灭之本原。在不可见之界,太一将第一本原与第二本原维系在一起;在太阳之处,理智将第二本原与第三本原维系在一起;在月亮之处,自然将第三本原与第四本原维系在一起。在每一个连结处,都坐着一位掌管钥匙的阿南刻之女命运女神:第一处是阿特罗波斯,第二处是克洛托,在月亮处的那一处则是拉刻西斯,生成之转折正围绕着她展开。因为其他岛屿承载着神明,而月亮则属于地上的精灵,它以稍稍高出斯梯克斯的姿态避开它;然而在每一百七十七个第二度量中,它会被捕获一次。当斯梯克斯逼近时,灵魂惊恐呼号;因为哈得斯掠走许多滑落周遭的灵魂,而月亮则从下方接引那些泅泳而至、其生成之终结恰逢其时的灵魂——唯独污秽不洁之魂除外;对这些灵魂,月亮发出电光并可怕地怒吼,不容它们接近,它们哀叹自己的命运,受挫被逐,正如你所见,再次向下堕入另一轮生成之中。”

语法注3 条
  1. 22τὰς ῥαφὰς διαστάσας μεθιέναι τὴν ψυχήν

    διαστάσας 为不及物第二不定过去时 διέστην 的阴性宾格复数分词,与 τὰς ῥαφάς 一致,意为“(骨缝)裂开”。在“宾格加不定式”结构中,τὰς ῥαφὰς 作 μεθιέναι 的逻辑主语(“颅缝裂开并释放了灵魂”)。

  2. 590eτῶν δὲ ῥοθίων τὰς νήσους ἅμα περαινομένας ἐπανάγειν οὐδὲν εἰς ταὐτὸ τῇ ἀρχῇ συνάπτειν πέρας

    间接引语中不定式 ἐπανάγειν 和 συνάπτειν 的逻辑主语为 τὰς νήσους。ἅμα περαινομένας 意为“伴随着浪潮(τῶν ῥοθίων)完成其行程”。οὐδὲν ... συνάπτειν πέρας 作状语性质的彻底否定,意为“绝未将终点与起点重合于同一之处”。

  3. 591cἐν μέτροις δευτέροις ἑκατὸν ἑβδομήκοντα ἑπτά

    177这一数值指古代天文学中六个朔望月的食周(约 29.5 × 6 = 177天)。“第二度量”(μέτροις δευτέροις)指日夜或朔望周期的计时单位,表明月球触及斯梯克斯(象征地球阴影)而发生月食的周期性规律。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:22#1