← 普鲁塔克

论苏格拉底的守护神

§21

蒂马库斯的来历与深入特罗福尼乌斯洞穴

西米亚斯摒弃了关于苏格拉底神魅之声的庸俗解释,并在忒奥克利托斯的追问下,开始交代喀罗尼亚青年蒂马库斯的身份以及他前往特罗福尼乌斯神谕洞穴探秘的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21

ἡμῖν μέν, ὦ Φειδόλαε, καὶ ζῶντος Σωκράτους καὶ τεθνηκότος, οὕτως ἐννοεῖν περὶ τοῦ δαιμονίου παρίσταται, τῶν κληδόνας ἢ πταρμοὺς ἤ τι τοιοῦτον εἰρηκότων ἄλλο καταφρονοῦσιν·1 ἃ δὲ Τιμάρχου τοῦ Χαιρωνέως ἠκούσαμεν ὑπὲρ τούτου διεξιόντος, οὐκ οἶδα μὴ μύθοις ὁμοιότερʼ ἢ λόγοις ὄντα σιωπᾶν ἄμεινον.2 μηδαμῶς εἶπεν ὁ Θεόκριτος ἀλλὰ δίελθʼ αὐτά· καὶ γὰρ εἰ μὴ λίαν ἀκριβῶς, ἀλλʼ ἔστιν ὅπη ψαύει τῆς ἀληθείας καὶ τὸ μυθῶδες. πρότερον δὲ τίς ἦν οὗτος ὁ Τίμαρχος φράσον· οὐ γὰρ ἔγνων τὸν ἄνθρωπον εἰκότως γʼ εἶπεν ὁ Σιμμίας ὦ Θεόκριτε νέος γὰρ ὢν κομιδῇ ἐτελεύτησε, καὶ τοῦ Σωκράτους δεηθεὶς ταφῆναι παρὰ Λαμπροκλέα τὸν Σωκράτους υἱόν, ὀλίγαις πρότερον ἡμέραις αὐτοῦ τεθνηκότα, φίλον καὶ ἡλικιώτην γενόμενον. οὗτος οὖν ποθῶν γνῶναι τὸ Σωκράτους δαιμόνιον ἣν ἔχει δύναμιν, ἅτε δὴ νέος οὐκ ἀγεννὴς ἄρτι γεγευμένος φιλοσοφίας, ἐμοὶ καὶ Κέβητι κοινωσάμενος μόνοις εἰς Τροφωνίου κατῆλθε, δράσας τὰ νομιζόμενα περὶ τὸ μαντεῖον. ἐμμείνας δὲ δύο νύκτας κάτω καὶ μίαν ἡμέραν, τῶν πολλῶν ἀπεγνωκότων αὐτὸν ἤδη καὶ τῶν οἰκείων ὀδυρομένων, πρωὶ μάλα φαιδρὸς ἀνῆλθε προσκυνήσας δὲ τὸν θεόν, ὡς πρῶτον διέφυγε τὸν ὄχλον, διηγεῖτο ἡμῖν θαυμάσια πολλὰ καὶ ἰδεῖν καὶ ἀκοῦσαι.3

费多拉奥斯啊,对我们而言,无论是在苏格拉底生前还是死后,对于其神魅之声似乎都应当作如是理解,我们轻视那些声称那是征兆之言或喷嚏之类东西的人;但关于此事我们听喀罗尼亚的蒂马库斯详述的内容,我不知因其更似神话而非理性言说,是否闭口不谈更为妥当。 绝非如此,忒奥克利托斯说道,倒不如讲述一番;因为即便不甚精准,但神话之辞在某些方面也同样能触及真实。不过在此之前,请先告诉我这位蒂马库斯是何许人;因我并不认得此人。 理当如此,西米亚斯说道,忒奥克利托斯啊;因为他在极年轻时便已夭折,生前曾请求苏格拉底将他安葬在苏格拉底的儿子兰普罗克勒斯身旁,后者在他去世前数日刚亡故,且是他的好友兼同龄人。这位年轻人渴望知晓苏格拉底的神魅之声具有何种力量,由于他秉性高尚且初尝哲学滋味,只告知了我与凯贝斯二人,在履行了有关神谕所的既定习俗后,便下到了特罗福尼乌斯的灵洞之中。在地下停留了两夜一日之后,当时众人多已断定他已罹难,亲属亦在哀恸哭泣,他却在清晨容光焕发地升了上来;在朝拜神明之后,他一摆脱人群,便向我们讲述了许多无论在目睹还是耳闻方面皆令人惊异的奇事。

语法注3 条
  1. 21τῶν κληδόνας ἢ πταρμοὺς ἤ τι τοιοῦτον εἰρηκότων ἄλλο καταφρονοῦσιν·

    原文中的 καταφρονοῦσιν 为与句首 ἡμῖν 一致的阳性复数与格分词。动词 καταφρονέω(轻蔑)支配属格补足语,故其宾语为属格分词短语 τῶν ... εἰρηκότων。

  2. 21οὐκ οἶδα μὴ μύθοις ὁμοιότερʼ ἢ λόγοις ὄντα σιωπᾶν ἄμεινον

    短语 οὐκ οἶδα μή 表达委婉的疑虑或推测,意为“我不知是否……倒更好”。分词 ὄντα 及其比较级补足语表原因,不定词 σιωπᾶν 则充当非人称谓语 ἄμεινον [ἐστί] 的实际主语。

  3. 590bθαυμάσια πολλὰ καὶ ἰδεῖν καὶ ἀκοῦσαι

    不定词 ἰδεῖν 与 ἀκοῦσαι 为说明性(解释性)不定词,用于限定形容词 θαυμάσια,意为“无论看还是听都令人惊异的奇事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:21