- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:18-19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
塞奥克里托斯将所谓的凶梦阐释为起义胜利的吉兆。此时本应前去送信的克利冬现身,解释称因找不到马勒引发家庭殴斗而未能成行;得知行动再无拖延余地后,起义者们深感危机临头并各自奔赴岗位。
ὑπολαβὼν δʼ ὁ Θεόκριτος καὶ κατασχὼν τὸν Χάρωνα βουλόμενον εἰπεῖν τι πρὸς τὸν Ἱπποσθενείδαν, ἀλλʼ ἔμοιγʼ εἶπεν ἀπʼ οὐδενὸς οὕτως οὐδέποτε θαρρῆσαι πρὸς τὴν πρᾶξιν, ὦ Ἱπποσθενείδα, παρέστη, καίπερ ἱεροῖς ἀεὶ χρησαμένῳ καλοῖς ὑπὲρ τῶν φυγάδων, ὡς ἀπὸ τῆς ὄψεως ταύτης·1 εἴ γε φῶς μὲν πολὺ καὶ λαμπρὸν ἐν τῇ πόλει λέγεις ἐξ οἰκίας φίλης ἀνασχεῖν, καπνῷ δὲ συμμελανθῆναι τὸ τῶν πολεμίων οἰκητήριον, οὐδὲν οὐδέποτε δακρύων καὶ ταραχῆς φέροντι2 κρεῖττον· ἀσήμους δὲ φωνὰς ἐκφέρεσθαι παρʼ ἡμῶν, ὥστε κἂν εἴ τις ἐπιχειροίη κατηγορεῖν, περιφώνησιν ἀσαφῆ καὶ τυφλὴν ὑπόνοιαν ἡ πρᾶξις λαβοῦσα μόνον ἅμα καὶ φανήσεται καὶ κρατήσει.3 δυσιερεῖν δέ γε θύοντας εἰκός ἡ γὰρ ἀρχὴ καὶ τὸ ἱερεῖον οὐ δημόσιον ἀλλὰ τῶν κρατούντων ἐστίν. ἔτι δὲ τοῦ Θεοκρίτου λέγοντος, λέγω πρὸς τὸν Ἱπποσθενείδαν τίνα πρὸς τοὺς ἄνδρας ἐξαπέστειλας; εἰ γὰρ οὐ πολὺ προείληφας, διωξόμεθα καὶ Ἱπποσθενείδας οὐκ οἶδʼ εἶπεν ὦ Καφεισία ʽ δεῖ γὰρ ὑμῖν τἀληθῆ λέγειν̓, εἰ καταλάβοις ἂν τὸν ἄνθρωπον ἵππῳ χρώμενον τῶν ἐν Θήβαις κρατίστῳ· γνώριμος δʼ ὑμῖν ὁ ἄνθρωπός ἐστι, τῶν Μέλωνα ἁρματηλατῶν ἐπιστάτης καὶ διὰ Μέλωνα τὴν πρᾶξιν ἀπʼ ἀρχῆς συνειδώς. κἀγὼ κατιδὼν τὸν ἄνθρωπον ἆρʼ οὐ Χλίδωνα λέγεις εἶπον ὦ Ἱπποσθενείδα, τὸν κέλητι τὰ Ἡραῖα νικῶντα πέρυσιν; ἐκεῖνον μὲν οὖν αὐτόν· ἔφησε. καὶ τίς οὗτος ἔφην ἐστὶν ὁ πρὸς ταῖς αὐλείοις θύραις ἐφεστὼς πάλαι καὶ προσβλέπων ἡμῖν; ἐπιστρέψας οὖν ὁ Ἱπποσθενείδας Χλίδων ἔφη νὴ τὸν Ἡρακλέα· φεῦ, μή τι χαλεπώτερον συμβέβηκε; κἀκεῖνος, ὡς εἶδεν ἡμᾶς προσέχοντας αὐτῷ, ἀπὸ τῆς θύρας ἡσυχῆ προσῆγε. τοῦ δʼ Ἱπποσθενείδου νεύσαντος αὐτῷ καὶ λέγειν κελεύσαντος εἰς ἅπαντας. οἶδʼ ἔφη τοὺς ἄνδρας ἀκριβῶς, Ἱπποσθενείδα καί σε μήτε κατʼ οἶκον εὑρὼν μήτʼ ἐπʼ ἀγορᾶς δεῦρο πρὸς τούτους ἐτεκμαιρόμην ἥκειν, καὶ συνέτεινον εὐθύς, ἵνα μηδὲν ἀγνοῆτε τῶν γεγονότων. ὡς γὰρ ἐκέλευσας τάχει παντὶ χρησάμενον ἐπὶ τοῦ ὄρους ἀπαντῆσαι τοῖς ἀνδράσιν, εἰσῆλθον οἴκαδε ληψόμενος τὸν ἵππον· αἰτοῦντι δὲ μοι τὸν χαλινὸν οὐκ εἶχεν ἡ γυνὴ δοῦναι, ἀλλὰ διέτριβεν ἐν τῷ ταμιείῳ πολὺν χρόνον· ὡς δὲ ζητοῦσα καὶ σκευωρουμένη τὰ ἔνδον, ἱκανῶς ἀπολαύσασά μου, τέλος ὡμολόγησε κεχρηκέναι τῷ γείτονι τὸν χαλινὸν ἑσπέρας, αἰτησαμένης αὐτοῦ τῆς γυναικός· ἀγανακτοῦντος ἐμοῦ καὶ κακῶς αὐτὴν λέγοντος, τρέπεται πρὸς δυσφημίας ἀποτροπαίους, ἐπαρωμένη κακὰς ὁδοὺς κακὰς δʼ ἐπανόδους· ἃ νὴ Δία πάντα τρέψειαν εἰς αὐτὴν ἐκείνην οἱ θεοί. τέλος δὲ μέχρι πληγῶν προαχθεὶς ὑπʼ ὀργῆς, εἶτʼ ὄχλου γειτόνων καὶ γυναικῶν συνδραμόντος, αἴσχιστα ποιήσας καὶ παθὼν μόλις ἀφῖγμαι πρὸς ὑμᾶς, ὅπως ἄλλον ἐκπέμπητε πρὸς τοὺς ἄνδρας, ὡς ἐμοῦ παντάπασιν ἐκστατικῶς ἐν τῷ παρόντι καὶ κακῶς ἔχοντος.
塞奥克里托斯插言制止了想要对希波斯泰内达斯说些什么的卡隆,说道: “然而希波斯泰内达斯啊,对我而言,尽管我为流亡者们举行的祭祀中向来兆头极佳,但从来没有哪件事能像这个梦景一样让我对大业充满信心!如果你确实是说,城中有一道巨大而灿烂的光芒从友人之家升起,而敌人的住处则被除了眼泪和混乱之外从未带来任何好事的浓烟熏黑,且从我们这边发出的是模糊的声音,以致即使有人企图告发,事情也只会招致含糊的风声和盲目的猜疑,甫一现身便告克捷。至于他们在献祭时遇到凶兆也是理所当然的;因为权力与牺牲兽均不属于城邦公众,而属于掌权的那帮人。” 塞奥克里托斯还在说着,我便对希波斯泰内达斯说: “你派谁去见那些人了?如果他没有走得太远,我们还可以去追。” 希波斯泰内达斯说: “卡菲西亚斯啊,我必须对你们讲真话,我不知道你是否还能追得上那个人,因为他骑着全忒拜最好的骏马。那个人你们也是熟识的,他是梅隆车夫们的总管,因梅隆之故从一开始便知晓此项密谋。” 我看见了那个人,便说: “希波斯泰内达斯,你说的难道不是去年在赫拉节跑马比赛中获胜的克利冬吗?” “正是他本人。”他说道。 “那么,”我说,“在院门前站了许久并望着我们的这人又是谁?” 希波斯泰内达斯转过身去说道: “凭赫拉克勒斯起誓,正是克利冬!哎呀,难道发生了什么更糟糕的事吗?” 克利冬见我们注意到了他,便从门前静静走上前来。希波斯泰内达斯向他点头示意,命他在所有人面前把话说清楚,他便说道: “希波斯泰内达斯,我深知这几位先生;既然在家里和广场上都没找到你,我料想你定是到他们这里来了,便立刻急匆匆赶来,免得你们对发生的事一无所知。因为当你命我以最快的速度到山上去迎候那些人时,我便回家去牵马;但我索要马勒时,我妻子却拿不出来,反倒在储藏室里拖延了许久。她假装在里面翻找收拾,把我耍弄够了之后,终于承认昨晚应邻妇所求,把马勒借给邻居了。在我大为光火并痛骂她时,她竟反过来恶语诅咒,咒愿我凶途而去、凶途而返——指着宙斯起誓,但愿诸神将这些诅咒全报应到她自己头上!最终我因愤怒甚至动手打了起来,邻居和妇人们蜂拥而至,在做出并遭受了最丢脸的事情之后,我好不容易才赶到你们这里,以便你们另派他人去见那些同志,因为眼下我整个人已经心神大乱、狼狈不堪了。”
ἡμᾶς δέ τις ἔσχεν ἄτοπος μεταβολὴ τοῦ πάθους. μικρὸν γὰρ ἔμπροσθεν τῷ κεκωλῦσθαι δυσχεραίνοντες, πάλιν διὰ τὴν ὀξύτητα τοῦ καιροῦ καὶ τὸ τάχος, ὡς οὐκ οὔσης ἀναβολῆς, εἰς ἀγωνίαν ὑπηγόμεθα καὶ φόβον. οὐ μὴν ἀλλʼ ἐγὼ προσαγορεύσας τὸν Ἱπποσθενείδαν καὶ δεξιωσάμενος ἐθάρρυνον, ὡς καὶ τῶν θεῶν παρακαλούντων ἐπὶ τὴν πρᾶξιν. ἐκ δὲ τούτου Φυλλίδας μὲν ᾤχετο τῆς ὑποδοχῆς ἐπιμελησόμενος, καὶ τὸν Ἀρχίαν εὐθὺς ἐνσείσων εἰς τὸν πότον· Χάρων δὲ τῆς οἰκίας4 ἐγὼ δὲ καὶ Θεόκριτος πάλιν πρὸς τὸν Σιμμίαν ἐπανήλθομεν, ὅπως τῷ Ἐπαμεινώνδᾳ καιρὸν λαβόντες ἐντύχοιμεν.
我们心中产生了一种奇特的感情转变。因为片刻之前我们还在为行动受阻而懊恼,如今却因情势的紧迫与迅速,深知再无拖延余地,反倒重新陷入了焦虑与恐惧之中。尽管如此,我还是向希波斯泰内达斯打了招呼,握住他的右手鼓励他,说这表明诸神也在催促我们采取行动。随后,菲利达斯便离去照料宴请之事,打算立即将阿尔基阿斯灌入酒局;卡隆去照看自己的住宅;我和塞奥克里托斯则重新回到西米亚斯身边,以便抓准时机去见埃帕梅诺达斯。
- 18ἀλλʼ ἔμοιγʼ... οὐδέποτε θαρρῆσαι πρὸς τὴν πρᾶξιν, ὦ Ἱπποσθενείδα, παρέστη... ὡς ἀπὸ τῆς ὄψεως ταύτης
非人称动词 παρέστη 搭配与格代词 ἔμοιγε 与不定词 θαρρῆσαι,意为“对我而言产生了……的勇气/信心”。再与相关结构 οὐδέποτε ... οὕτως ... ὡς ἀπὸ ...(从未像来自这一景象那样……)相结合,构成了对大业必胜信念的强烈肯定。
- 587cφέροντι
与格分词 φέροντι 与前方的名词 καπνῷ(烟)在性、数、格上保持一致,修饰烟雾的特质,即“从未带来除眼泪和骚乱之外任何好事的(浓烟)”。
- 587cὥστε κἂν εἴ τις ἐπιχειροίη κατηγορεῖν, περιφώνησιν ἀσαφῆ καὶ τυφλὴν ὑπόνοιαν ἡ πρᾶξις λαβοῦσα μόνον ἅμα καὶ φανήσεται καὶ κρατήσει
在 ὥστε 引导的结果从句中,嵌入了含有潜在假设的条件短语 κἂν εἰ(即 καὶ ἂν εἰ)加希求法动词 ἐπιχειροίη(“即使有人企图告发”)。结果从句的主语是 ἡ πρᾶξις,谓语动词为并列的将来时 ἅμα καὶ φανήσεται καὶ κρατήσει(“甫一现身便告获胜”)。
- 588bΧάρων δὲ τῆς οἰκίας
承接前一个分句 Φυλλίδας μὲν ᾤχετο τῆς ὑποδοχῆς ἐπιμελησόμενος 省略了谓语动词(ᾤχετο ... ἐπιμελησόμενος 或 ἐπεμελεῖτο)。属格 τῆς οἰκίας 为动词 ἐπιμελέομαι 所支配的宾格性属格,意为“卡隆则去照看自己的房屋”。
