- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
行动决行前夕,菲利达斯与希波斯泰内达斯赶到,揭露后者擅自派使者让回城的流亡同志折返,令密谋者们陷入恐慌。希波斯泰内达斯辩解称敌方已有戒备、牺牲祭祀显现凶兆,且有关于卡隆寓所的不祥怪梦,据此力陈此刻动手无异于自取灭亡。
ἐν τούτῳ δʼ ὁ μὲν ἰατρὸς προσελθὼν περιέλυσε τοῦ Σιμμίου τὸν ἐπίδεσμον ὡς θεραπεύσων τὸ σῶμα· Φυλλίδας δʼ ἐπεισελθὼν μεθʼ Ἱπποσθενείδου καὶ κελεύσας ἐμὲ καὶ Χάρωνα καὶ Θεόκριτον ἐξαναστῆναι προσῆγεν εἴς τινα γωνίαν τοῦ περιστύλου, σφόδρα τεταραγμένος ὡς διεφαίνετο τῷ προσώπῳ κἀμοῦ μή τι καινότερον, ὦ Φυλλίδα, προσπέπτωκεν εἰπόντος, ἐμοὶ μὲν οὐδέν ἔφη καινόν, ὦ Καφεισία· καὶ γὰρ προῄδειν καὶ προύλεγον ὑμῖν τὴν Ἱπποσθενείδου μαλακίαν, δεόμενος μὴ ἀνακοινοῦσθαι μηδὲ παραλαμβάνειν εἰς τὴν πρᾶξιν. ἐκπλαγέντων δὲ τὸν λόγον ἡμῶν, ὁ Ἱπποσθενείδας μὴ λέγε πρὸς θεῶν ἔφη Φυλλίδα, ταῦτα· μηδὲ τὴν προπέτειαν εὐτολμίαν οἰόμενος ἀνατρέψῃς καὶ ἡμῶν καὶ τὴν πόλιν· ἀλλʼ ἔασον ἀσφαλῶς, εἴπερ εἵμαρται, κατελθεῖν τοὺς ἄνδρας. καὶ ὁ Φυλλίδας παροξυνόμενος· εἰπέ μοι φησίν ὦ Ἱπποσθενείδα, πόσους οἴει μετέχειν τῶν ἀπορρήτων εἰς τὴν πρᾶξιν ἡμῖν; ἐγὼ μέν εἶπεν οὐκ ἐλάσσους ἢ τριάκοντα γιγνώσκω. τί οὖν ἔφη τοσούτων τὸ πλῆθος ὄντων, τὰ πᾶσι δόξαντα μόνος ἀνῄρηκας καὶ διακεκώλυκας ἐκπέμψας ἱππέα πρὸς τοὺς ἄνδρας ἤδη καθʼ ὁδὸν ὄντας, ἀναστρέφειν κελεύσας καὶ μὴ κατατεῖναι σήμερον, ὅτε τῶν πρὸς τὴν κάθοδον αὐτοῖς τὰ πλεῖστα καὶ ταὐτόματον συμπαρεσκεύασεν. εἰπόντος δὲ ταῦτα τοῦ Φυλλίδου, πάντες μὲν διεταράχθημεν ὁ δὲ Χάρων τῷ Ἱπποσθενείδᾳ πάνυ σκληρῶς τὴν ὄψιν ἐνερείσας ὦ μοχθηρέ εἶπεν ἄνθρωπε, τί δέδρακας ἡμᾶς; οὐδέν ἔφη δεινόν ὁ Ἱπποσθενείδας ἐὰν ἀνεὶς τὴν τραχύτητα τῆς φωνῆς, ἀνδρὸς ἡλικιώτου καὶ πολιὰς παραπλησίως ἔχοντος λογισμῶν μετάσχῃς. εἰ μὲν γὰρ εὐψυχίαν φιλοκίνδυνον ἀποδείξασθαι τοῖς πολίταις καὶ θυμὸν ὀλιγωροῦντα τοῦ βίου προῃρήμεθα, Φυλλίδα, πολὺ τὸ τῆς ἡμέρας μῆκος ἔτι· καὶ τὴν ἑσπέραν μὴ περιμένωμεν ἀλλʼ ἤδη βαδίζωμεν ἐπὶ τοὺς τυράννους τὰ ξίφη λαβόντες· ἀποκτιννύωμεν, ἀποθνήσκωμεν, ἀφειδῶμεν ἑαυτῶν. εἰ δὲ ταῦτα μὲν οὔτε δρᾶσαι χαλεπὸν οὔτε παθεῖν, ἐξελέσθαι δὲ τὰς Θήβας ὅπλων,1 τοσούτων πολεμίων περιεχόντων, καὶ τὴν Σπαρτιατῶν φρουρὰν ἀπώσασθαι δυσὶ νεκροῖς ἢ τρισὶν οὐ ῥᾴδιον (οὐδὲ γὰρ τοσοῦτον εἰς τὰ συμπόσια καὶ τὰς ὑποδοχὰς παρεσκεύακε Φυλλίδας ἄκρατον, ὥστε τοὺς χιλίους καὶ πεντακοσίους Ἀρχίᾳ μεθυσθῆναι δορυφόρους2 ἀλλὰ κἂν ἐκεῖνον ἀνέλωμεν, ἐφεδρεύει, τῇ νυκτὶ νήφων Ἡριππίδας καὶ Ἄρκεσος), τί σπεύδομεν κατάγειν φίλους καὶ οἰκείους ἄνδρας ἐπὶ προῦπτον ὄλεθρον, καὶ τοῦτο μηδʼ ἀγνοούντων τῶν ἐχθρῶν παντάπασι τὴν κάθοδον; διὰ τί γὰρ Θεσπιεῦσι μὲν παρήγγελται τρίτην ἡμέραν ταύτην ἐν τοῖς ὅπλοις εἶναι προσέχειν, ὅταν οἱ Σπαρτιατῶν ἡγεμόνες καλῶσιν; Ἀμφίθεον δὲ σήμερον, ὡς πυνθάνομαι, μέλλουσιν ἀνακρίναντες, ὅταν Ἀρχίας ἐπανέλθῃ, διαφθερεῖν. οὐ μεγάλα ταῦτα σημεῖα τοῦ μὴ λανθάνειν τὴν πρᾶξιν; οὐ κράτιστον ἐπισχεῖν χρόνον οὐχὶ πολὺν ἀλλʼ ὅσον ἐξοσιώσασθαι τὰ θεῖα; καὶ γὰρ οἱ μάντεις τῇ Δήμητρι τὸν βοῦν θύοντες πολὺν θόρυβον καὶ κίνδυνον λέγουσι δημόσιον ἀποσημαίνειν τὰ ἔμπυρα. καὶ τὸ σοὶ πλείστης δεόμενον, ὦ Χάρων, εὐλαβείας, ἐχθὲς ἐξ ἀγροῦ μοι συνοδεύων Ὑπατόδωρος ὁ Ἐριάνθους χρηστὸς μὲν ἄλλως καὶ οἰκεῖος ἀνὴρ οὐδὲν δὲ τῶν πρασσομένων συνειδώς, ἔστι σοι φησὶν ὦ Ἱπποσθενείδα, Χάρων ἑταῖρος ἐμοὶ δʼ οὐ πάνυ συνήθης ἐὰν οὖν δοκῇ σοι, φράσον αὐτῷ φυλάττεσθαί τινα κίνδυνον ἐξ ἐνυπνίου μάλα δυσχεροῦς καὶ ἀτόπου· τῆς γὰρ ἄλλης νυκτὸς3 ᾤμην αὐτοῦ τὴν οἰκίαν ὠδίνειν ὥσπερ κύουσαν αὐτὸν δὲ καὶ τοὺς φίλους συναγωνιῶντας εὔχεσθαι καὶ κύκλῳ παρεῖναι τὴν δὲ μυκᾶσθαι καὶ ἀφιέναι φωνάς τινας ἀνάρθρους, τέλος δὲ πῦρ λάμψαι πολὺ καὶ δεινὸν ἐξ αὐτῆς ἔνδοθεν, ὡς τὰ πλεῖστα τῆς πόλεως φλέγεσθαι τὴν δὲ Καδμείαν καπνῷ μόνῳ περιέχεσθαι τὸ δὲ πῦρ ἄνω μὴ ἐπιπολάζειν., ἡ μὲν οὖν ὄψις, ὦ Χάρων, ἣν ὁ ἄνθρωπος; διεξῆλθε, τοιαύτη τις ἦν· ἐγὼ δὲ καὶ παραχρῆμα κατέδεισα, καὶ πολὺ μᾶλλον ἀκούσας σήμερον ὡς εἰς τὴν σὴν οἰκίαν οἱ φυγάδες καταίρειν μέλλουσιν, ἀγωνιῶ, μὴ μεγάλων κακῶν ἐμπλήσωμεν ἡμᾶς αὐτοὺς, οὐδὲν ἀξιόλογον τοὺς πολεμίους δράσαντες ἀλλʼ ὅσον διαταράξαντες. τὴν γὰρ πόλιν πρὸς ἡμῶν τίθεμαι, τὴν δὲ Καδμείαν ὥσπερ ἐστὶ πρὸς ἐκείνων.4
与此同时,医生走上前来解开西米亚斯的绷带,以便医治他的身体。然而菲利达斯同希波斯泰内达斯一起走进来,示意我、卡隆和塞奥克里托斯站起身来,引我们走到柱廊的一个角落,从神色上可以看出他极度不安。我说:“菲利达斯啊,难道发生了什么变故吗?”他回答说:“对我来说并没有什么新鲜事,卡菲西亚斯;因为我早就预料到并屡次提醒过你们希波斯泰内达斯的软弱,恳求你们不要将机密告知他,也不要让他参与这项行动。” 我们听了这话大为震惊,希波斯泰内达斯说道:“菲利达斯啊,指着诸神起誓,切莫说这等话;不要把鲁莽误认作勇敢,以致毁灭了我们自己和城邦;若是命定如此,还是任由那些人平安返回吧。” 菲利达斯勃然大怒道:“告诉我,希波斯泰内达斯,你以为知晓我们行动机密的共有多少人?”他回答说:“据我所知,不下于三十人。”菲利达斯说:“那么在人数如此众多的情况下,你为何凭一人之力就推翻并阻挠了大家共同决定的事,竟派出一名骑马的信使去见那些已经在路上的同志,命令他们折返、今日不要急进呢?要知道,连机缘巧合都已协助他们把归来所需的大部分条件准备妥当了。” 菲利达斯这番话一出,我们所有人都大惊失色。卡隆极其严厉地怒视着希波斯泰内达斯说道:“你这个恶劣的家伙,你对我们做了什么!” 希波斯泰内达斯说:“只要你收敛粗暴的语气,愿意听一听一个与你同龄、同样满头白发之人的理性考虑,就没有任何可怕的事。菲利达斯啊,如果我们决意要向公民们展示不避险阻的勇气和视死如归的血气,那么白天的时间还很充裕;我们不必等待黄昏,现在就拔剑冲向僭主们吧:去杀戮,去牺牲,不惜自身。然而,做这些事与遭受这些下场固然都不难,但要在如此多敌人的包围下将忒拜从武装占领中解救出来,仅凭两三条人命就击退斯巴达的守军,却绝非易事(因为菲利达斯在宴会和招待中准备的纯酒,并不足以灌醉阿尔基阿斯麾下一千五百名持矛护卫;即使我们除掉了他,还有赫里庇达斯和阿尔克索斯在夜间保持清醒地戒备着)。既然如此,我们为何还要急于引导朋友和至亲之人走向显而易见的毁灭,况且敌人对他们的归来也绝非全然不知呢?因为为何忒斯皮亚人从前天起就奉命武装戒备,一旦斯巴达将领召唤就须听命呢?而且据我得知,今天一旦阿尔基阿斯返回,他们就打算审讯并处死安菲塞奥斯。这些难道不是行动已经走漏风声的重大征兆吗?难道最稳妥的做法不是暂缓片刻,不必太久,只需足以向神明行祭求安即可吗?因为占卜师在向德墨忒尔宰牛献祭时,也说祭坛上的燔肉预示着巨大的骚乱与公共危机。还有一件最需要你警惕的事,卡隆:昨天厄里安图斯之子许帕托多罗斯(平日是个忠厚诚恳的亲友,但对正在筹划的事一无所知)与我从乡下一同进城时,对我说道:‘希波斯泰内达斯,卡隆是你的同伴,与我却不太熟识。如果你觉得合适,请转告他要防备因一个极其凶险怪异的梦境所昭示的某种危险。因为前几天晚上,我梦见他的宅邸如怀孕的妇人一般阵痛,他本人和朋友们焦急万分地围在周围祈祷,而宅邸则发出隆隆低吼和模糊不清的呼喊,最后从房屋内部喷射出巨大可怖的烈火,吞噬了城内的大部分地方,但卡德墨亚却仅被浓烟笼罩,大火并未蔓延至高处。’卡隆啊,那人详细叙述的梦境便是如此。我当场便感到恐惧,而今天听说流亡者打算下榻在你的寓所,我更加焦虑不安,唯恐我们在未能对敌人造成实质打击而仅引起一些骚乱的情况下,使我们自身陷入灭顶之灾。因为在我看来,城邦是站在我们这边的,而卡德墨亚卫城,正如现状所示,是属于敌人的。”
- 586eἐξελέσθαι δὲ τὰς Θήβας ὅπλων
中动不定词 ἐξελέσθαι 支配直接宾语 τὰς Θήβας 与分离属格 ὅπλων,意为“将忒拜从武装占领/武力压迫中解救出来”。此处 ὅπλων 不作工具或手段解,与后文的 καὶ τὴν Σπαρτιατῶν φρουρὰν ἀπώσασθαι(击退斯巴达守军)在语意上形成对仗。
- 586eὥστε τοὺς χιλίους καὶ πεντακοσίους Ἀρχίᾳ μεθυσθῆναι δορυφόρους
在由 ὥστε 引导的结果从句中,与格 Ἀρχίᾳ 作所有/关涉与格,修饰 τοὺς χιλίους καὶ πεντακοσίους... δορυφόρους,意为“阿尔基阿斯的一千五百名持矛护卫”。此处采用了修饰语与中心词分离的倒装结构(hyperbaton)。
- 587aτῆς γὰρ ἄλλης νυκτὸς
表示时间的属格(genitivus temporis),属于成语性表达,意为“前几天晚上”或“前天夜里”,其中 ἄλλος 指代过去不久的某个具体夜晚。
- 587bτὴν γὰρ πόλιν πρὸς ἡμῶν τίθεμαι, τὴν δὲ Καδμείαν ὥσπερ ἐστὶ πρὸς ἐκείνων
介词 πρός 接属格表示立场或归属,意为“站在……一边/属于……一方”。中动动词 τίθεμαι 在此意为“视作、认为”,整个句子构成了严谨的对比骨架:“我认为下城城邦属于我们这一边,而卡德墨亚要塞正如现状所示属于他们那一边”。
