← 普鲁塔克

论苏格拉底的守护神

§20#1

苏格拉底神魅的本质与其对智性的传达

西米亚斯等人深入探讨了苏格拉底“神魅”的本质,指出它并非外在的幻象或声音,而是神魅无声的思想(道)直接触及苏格拉底那摆脱肉体激情羁绊的纯洁智性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20#1

οἱ δʼ ἦσαν πρόσω ζητήσεως οὐκ ἀγεννοῦς νὴ Δίʼ ἀλλʼ ἧς ὀλίγον ἔμπροσθεν οἱ περὶ Γαλαξίδωρον καὶ Φειδόλαον ἥψαντο, διαποροῦντες τίνος οὐσίας καὶ δυνάμεως εἴη τὸ Σωκράτους λεγόμενον δαιμόνιον. ἃ μὲν οὖν πρὸς τὸν Γαλαξιδώρου λόγον ἀντεῖπεν ὁ Σιμμίας οὐκ ἠκούσαμεν αὐτὸς δὲ Σωκράτη μὲν ἔφη περὶ τούτων ἐρόμενός ποτε μὴ τυχεῖν ἀποκρίσεως, διὸ μηδʼ αὖθις ἐρέσθαι πολλάκις δʼ αὐτῷ παραγενέσθαι τοὺς μὲν διʼ ὄψεως ἐντυχεῖν θείῳ τινὶ λέγοντας ἀλαζόνας ἡγουμένῳ, τοῖς δʼ ἀκοῦσαί τινος φωνῆς φάσκουσι προσέχοντι τὸν νοῦν1 καὶ διαπυνθανομένῳ μετὰ σπουδῆς ὅθεν ἡμῖν παρίστατο, σκοπουμένοις ἰδίᾳ πρὸς ἀλλήλους, ὑπονοεῖν μήποτε τὸ Σωκράτους δαιμόνιον οὐκ ὄψις ἀλλὰ φωνῆς τινος αἴσθησις ἢ λόγου νόησις εἴη, συνάπτοντος ἀτόπῳ τινὶ τρόπῳ πρὸς αὐτόν· ὥσπερ καὶ καθʼ ὕπνον οὐκ ἔστι φωνή, λόγων δέ τινων δόξας καὶ νοήσεις λαμβάνοντες οἴονται φθεγγομένων ἀκούειν, ἀλλὰ τοῖς μὲν ὡς ἀληθῶς ὄναρ ἡ τοιαύτη σύνεσις γίγνεται, διʼ ἡσυχίαν καὶ γαλήνην τοῦ σώματος, ὅταν καθεύδωσι μόλις ἐπήκοον ἔχουσι τὴν ψυχὴν τῶν κρειττόνων καὶ πεπνιγμένοι γε θορύβῳ τῶν παθῶν καὶ περιαγωγῇ τῶν χρειῶν εἰσακοῦσαι καὶ παρασχεῖν τὴν διάνοιαν οὐ δύνανται τοῖς δηλουμένοις. Σωκράτει δʼ ὁ νοῦς καθαρὸς ὢν καὶ ἀπαθής, τῷ σώματι μικρὰ τῶν ἀναγκαίων χάριν καταμιγνὺς αὑτόν, εὐαφὴς ἦν καὶ λεπτὸς ὑπὸ τοῦ προσπεσόντος ὀξέως μεταβαλεῖν· τὸ δὲ προσπῖπτον οὐ φθόγγον ἀλλὰ λόγον ἄν τις εἰκάσειε δαίμονος, ἄνευ φωνῆς ἐφαπτόμενον αὐτῷ τῷ δηλουμένῳ τοῦ νοοῦντος2 πληγῇ γὰρ ἡ φωνὴ προσέοικε τῆς ψυχῆς, διʼ ὤτων βίᾳ τὸν λόγον εἰσδεχομένης, ὅταν ἀλλήλοις ἐντυγχάνωμεν. ὁ δὲ τοῦ κρείττονος νοῦς ἄγει τὴν εὐφυᾶ ψυχὴν ἐπιθιγγάνων τῷ νοηθέντι πληγῆς μὴ δεομένην· ἡ δʼ ἐνδίδωσιν αὐτῷ χαλῶντι καὶ συντείνοντι τὰς ὁρμάς, οὐ βιαίους ὑπὸ παθῶν ἀντιτεινόντων, ἀλλʼ εὐστρόφους καὶ μαλακὰς ὥσπερ ἡνίας ἐνδούσας. οὐ δεῖ δὲ θαυμάζειν ὁρῶντας τοῦτο μὲν ὑπὸ μικροῖς οἴαξι μεγάλων περιαγωγὰς ὁλκάδων, τοῦτο δὲ τροχῶν κεραμεικῶν δίνησιν ἄκρας παραψαύσει χειρὸς ὁμαλῶς περιφερομένων· ἄψυχα μὲν γὰρ ἀλλʼ ὅμως τροχαλὰ ταῖς κατασκευαῖς ὑπὸ λειότητος ἐνδίδωσι πρὸς τὸ κινοῦν ῥοπῆς γενομένης. ψυχὴ δʼ ἀνθρώπου μυρίαις ὁρμαῖς οἷον ὕσπληξιν ἐντεταμένη,3 μακρῷ πάντων ὀργάνων εὐστροφώτατόν ἐστιν, ἄν τις κατὰ λόγον ἅπτηται, ῥοπὴν λαβοῦσα πρὸς τὸ νοηθὲν κινεῖσθαι ἐνταῦθα γὰρ εἰς τὸ νοοῦν αἱ τῶν παθῶν καὶ ὁρμῶν κατατείνουσιν ἀρχαί· τούτου δὲ σεισθέντος, ἑλκόμεναι σπῶσι καὶ συντείνουσι τὸν ἄνθρωπον.

他们当时正在深入探讨一项绝非卑微的研究,这正是先前加拉克西多罗斯和斐多拉奥斯等人所触及的,他们困惑于苏格拉底所谓的“神魅”究竟具有何种本质和力量。至于西米亚斯对加拉克西多罗斯的话作何回应,我们未能听见;但他自己说,有一次他向苏格拉底询问此事却未获答复,因此便不再多问,但他曾多次在场目睹苏格拉底把那些声称通过视觉目睹神性之物的人视为招摇撞骗之徒,而对那些自称听见某种声音的人,则倾听注目并切切追问。由此,在我们私下相互琢磨时便产生了一种推想:苏格拉底的神魅或许并非视觉形象,而是一种声音的感知或对某种理念(话语)的领会,以某种奇妙的方式与他相通。正如在睡眠中并无真正的声音,但人们领受了某些话语的表象和意念,便自以为听到了说话者的声音;然而对普通人而言,这种理解实则只在梦中出现,这是由于他们睡眠时身体沉静安宁,灵魂才勉强能倾听那些更高的存在;但在清醒时,他们被激情的喧嚣和生计的牵扯所窒息,无法倾听并将心智集中于所示明的事物。然而对苏格拉底而言,其心智纯洁无染且不起激情,仅因必要的需要而稍微与肉体结合,因而异常灵敏纤细,能因外界的触动而迅速改变。至于那触动者,人们或可推测并非有声之响,而是神魅的道(理念),无须声音便以所示明的实质直接触及思考者的思想本身。因为当我们在彼此交谈时,发出的声音对于通过耳朵被动接受话语的灵魂而言,犹如一种打击;而更高存在的智性则引导那无须任何打击、富有天赋的灵魂,以被构想之物触及〔它〕。灵魂顺从于他,任由他放松或收紧冲动,而这些冲动并不会因受抗拒的激情而变得狂暴,反而像顺从的缰绳一样灵便而柔和。看到庞大的货船在小小的舵把操纵下转动,以及陶工的转盘因指尖的轻微触碰而平稳旋转,我们便不应对此感到惊异。因为它们虽属无生命之物,但由于结构滑润圆顺,一旦受到推动便顺从于动力源。而人的灵魂被数以万计的冲动紧绷着,宛如赛跑的发令绳,若有人依理性触动之,它获得朝向所构想之物的推动力,便远比世间一切器具都更为灵活敏捷。因为激情与冲动的根源正延伸至这思考的部分;一旦此处被摇动,它们便因受到牵引而拉动并绷紧整个人。

语法注3 条
  1. 588cπολλάκις δʼ αὐτῷ παραγενέσθαι τοὺς μὲν διʼ ὄψεως ἐντυχεῖν θείῳ τινὶ λέγοντας ἀλαζόνας ἡγουμένῳ, τοῖς δʼ ἀκοῦσαί τινος φωνῆς φάσκουσι προσέχοντι τὸν νοῦν

    与格分词 ἡγουμένῳ 和 προσέχοντι 与与格代词 αὐτῷ(指苏格拉底)保持一致,附属于不定式 παραγενέσθαι(其逻辑主语为西米亚斯),意为“当他(苏格拉底)把……视作……并对……倾注注意时,他(西米亚斯)常常在场”。句中形成严整对偶:τοὺς μὲν ... ἡγουμένῳ(接宾语及其补足语)与 τοῖς δʼ ... προσέχοντι τὸν νοῦν(接与格宾语)。

  2. 588eαὐτῷ τῷ δηλουμένῳ τοῦ νοοῦντος

    该句与 ἐφαπτόμενον(触及)连用。属格 τοῦ νοοῦντος 是动词所支配的接触对象(“触及思考者的部分/心智”),而与格短语 αὐτῷ τῷ δηλουμένῳ 则作手段或方式与格(“以所示明的实质本身”)。这与肉体声音通过耳朵施加外在冲击形成对比,强调所昭示之内涵直接与思考者的智性相契合。

  3. 588eοἷον ὕσπληξιν ἐντεταμένη

    ὕσπληξ 指古希腊竞技场上用于赛跑起跑的发令横绳。与完成时被动分词 ἐντεταμένη(紧绷的)连用,构成一个生动的机械隐喻,形象地表明人的灵魂被无数冲动紧紧绷起,犹如蓄势待发的起跑绳,只需受到合乎理性的微小触动便能立刻触发运动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:20#1