- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西米亚斯赞扬了埃帕米农达及其所受的教养,并询问西阿诺尔是否打算将吕西斯的遗骨迁往意大利。西阿诺尔解释说,通过夜间的神示以及与埃帕米农达的交谈,他确知吕西斯已得如法安葬且埃帕米农达受同一神灵庇佑,因此决定不再迁移遗骨。
ταῦτα τἀδελφοῦ διελθόντος, ὁ Σιμμίας δὶς ἢ τρὶς ἐπινεύσας τῇ κεφαλῇ μέγας ἔφη μέγας ἀνήρ ἐστιν Ἐπαμεινώνδας τούτου δʼ αἴτιος οὑτοσὶ Πολύμνις, ἐξ ἀρχῆς τὴν ἀρίστην τροφὴν ἐν φιλοσοφίᾳ τοῖς παισὶ παρασκευασάμενος. ἀλλὰ περὶ μὲν τούτων αὐτοὶ διαλύεσθε πρὸς αὑτούς, ὦ ξένε· τὸν δὲ Λῦσιν ἡμῖν, εἰ θέμις ἀκοῦσαι, πότερον ἄρα κινεῖς1 ἐκ τοῦ τάφου καὶ μετοικίζεις εἰς Ἰταλίαν ἢ καταμένειν ἐνταῦθα παρʼ ἡμῖν ἐάσεις εὐμενέσι καὶ φίλοις, ὅταν ἐκεῖ γενώμεθα,2 συνοίκοις χρησόμενον; καὶ ὁ Θεάνωρ ἐπιμειδιάσας ἔοικεν ἔφη Λῦσις, ὦ Σιμμία, φιλοχωρεῖν, οὐδενὸς τῶν καλῶν ἐνδεὴς γεγονὼς διʼ Ἐπαμεινώνδαν. ἔστι γάρ τι γιγνόμενον ἰδίᾳ περὶ τὰς ταφὰς τῶν Πυθαγορικῶν ὅσιον, οὗ μὴ τυχόντες οὐ δοκοῦμεν ἀπέχειν τὸ μακαριστὸν καὶ οἰκεῖον τέλος. ὡς οὖν ἔγνωμεν ἐκ τῶν ὀνείρων τὴν Λύσιδος τελευτὴν ʽ διαγιγνώσκομεν δὲ σημείῳ τινὶ φαινομένῳ κατὰ τοὺς ὕπνους, εἴτε τεθνηκότος εἴτε ζῶντος εἴδωλὸν ἐστιν̓, ἔννοια πολλοῖς ἐπεισῆλθεν, ὡς ἐπὶ ξένης ὁ Λῦσις ἄλλως κεκήδευται καὶ κινητέος ἐστὶν ἡμῖν ὅπως ἐκεῖ μεταλάχῃ τῶν νομιζομένων. τοιαύτῃ δὲ διανοίᾳ παραγενόμενος καὶ πρὸς τὸν τάφον εὐθὺς ὑπὸ τῶν ἐγχωρίων ὁδηγηθείς, ἑσπέρας ἤδη χοὰς ἐχεόμην ἀνακαλούμενος τὴν Λύσιδος ψυχὴν κατελθεῖν ἀποθεσπίσουσαν ὡς χρὴ ταῦτα πράσσειν. προϊούσης δὲ τῆς νυκτός, εἶδον μὲν οὐδὲν ἀκοῦσαι δὲ φωνῆς ἔδοξα τὰ ἀκίνητα μὴ κινεῖν·3 ὁσίως γὰρ ὑπὸ τῶν φίλων κεκηδεῦσθαι τὸ Λύσιδος σῶμα, τὴν δὲ ψυχὴν ἤδη κεκριμένην ἀφεῖσθαι πρὸς ἄλλην γένεσιν, ἄλλῳ δαίμονι συλλαχοῦσαν. καὶ μέντοι καὶ συμβαλὼν ἕωθεν Ἐπαμεινώνδᾳ καὶ τὸν τρόπον ἀκούσας ᾧ θάψειε Λῦσιν, ἐπέγνων ὅτι καλῶς ἄχρι τῶν ἀπορρήτων πεπαιδευμένος ὑπʼ ἐκείνου τἀνδρὸς εἴη καὶ χρῷτο ταὐτῷ δαίμονι πρὸς τὸν βίον, εἰ μὴ κακὸς ἐγὼ τεκμήρασθαι τῷ πλῷ τὸν κυβερνήτην. εὐρεῖαι μὲν γὰρ ἀτραποὶ βίων, ὀλίγαι δʼ ἃς δαίμονες ἀνθρώπους ἄγουσιν ὁ μὲν οὖν Θεάνωρ ταῦτʼ εἰπὼν τῷ Ἐπαμεινώνδᾳ προσέβλεψεν, οἷον ἐξ ὑπαρχῆς ἀναθεώμενος αὐτοῦ τὴν φύσιν καὶ τὸ εἶδος.
家兄讲完这些话后,西米亚斯两三次点头说道:“伟大,埃帕米农达真是一个伟大的人物!而这归功于这里的波吕姆尼斯,他从一开始就为儿子们提供了哲学上最好的教养。不过客人啊,关于这些事你们自去相互解决;但关于吕西斯,若是允许我们听闻的话,你究竟是要将他移出坟墓迁往意大利,还是任由他留在我们身边,好在我们到达彼处时以我们为仁善友好的同伴呢?”西阿诺尔微笑着说:“西米亚斯啊,吕西斯似乎眷恋此地,因为在埃帕米农达的照料下,他不曾欠缺任何美好的礼节。因为在毕达哥拉斯派信徒的葬礼上,有一套特定的神圣仪轨,若未受此仪轨,我们便认为未曾获得应得的福佑圆满之终结。因此,当我们从梦境中得知吕西斯的死讯时(我们通过睡眠中显现的某种征兆,能分辨那是死者的幻影还是生者的幻影),许多人心中便升起一种念头,认为吕西斯在异邦未能依仪轨安葬,应当由我们迁移,以便他在彼处分享应得的传统之礼。我怀着这样的意图前来,并立即在当地人的引导下来到墓前;时值傍晚,我倾倒奠酒,呼唤吕西斯的灵魂降临,昭示应当如何办理此事。随着夜色渐深,我虽未见到任何形影,却仿佛听见一个声音告诫我不要挪动不可挪动之物;因为吕西斯的躯体已由朋友们虔敬安葬,而他的灵魂在受审之后已获得解脱,受另一神灵相伴而走向另一新生。果然,清晨与埃帕米农达相见并听闻他安葬吕西斯的方式后,我便确知他已被那人极好地施以教诲,乃至深谙密传之奥义,并在人生中受同一神灵的引领——只要我根据航程来评判舵手的本领尚且不差的话。因为生活的道路广阔多样,但神灵引导人们行走的道路却屈指可数。”西阿诺尔说完这些话,便望向埃帕米农达,仿佛重新审视他的本性与相貌一般。
- 16τὸν δὲ Λῦσιν ἡμῖν, εἰ θέμις ἀκοῦσαι, πότερον ἄρα κινεῖς
此为先取构文(prolepsis),名词短语 τὸν δὲ Λῦσιν 被提前至疑问从句引导词 πότερον 之前。它在句法上充当动词 κινεῖς 的实际宾语,置于句首用以强调主题并与前文的 περὶ μὲν τούτων 形成对照。
- 585eὅταν ἐκεῖ γενώμεθα
副词 ἐκεῖ(在那里)并非指具体的地理空间,而是委婉地指代冥府或死后世界,与前文的 ἐνταῦθα παρʼ ἡμῖν(在此处我们身边,即忒拜人间)相对照,整句意为“当我们(死后)到达彼处世界时”。
- 585eἀκοῦσαι δὲ φωνῆς ἔδοξα τὰ ἀκίνητα μὴ κινεῖν
不定词短语 τὰ ἀκίνητα μὴ κινεῖν 依附于属格名词 φωνῆς 所暗含的命令之意(“听到有声音[告诫]不要挪动……”),构成紧缩结构(brachylogy)。同时,“切莫挪动不可挪动之物”是希腊著名的格言警句,常用于告诫不可触碰神圣禁忌或不可变动之事。
