- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:15#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊帕密浓达区分了德性的事功与修习,论证主动舍弃正当利益才是锤炼正义灵魂的克己训练,并以此谢绝了戴阿诺尔的赠礼。
ἆρʼ οὖν ἔφη διαφορὰν ὁρᾷς ἀσκήσεως καὶ τοῦ πρὸς ὃ ἡ ἄσκησις ἔργου, καὶ καθάπερ ἀθλητικῆς ἔργον μὲν ἂν εἴποις τὴν ὑπὲρ τοῦ στεφάνου πρὸς τὸν ἀντίπαλον ἅμιλλαν, ἄσκησιν δὲ τὴν ἐπὶ τοῦτο διὰ τῶν γυμνασίων παρασκευὴν τοῦ σώματος· οὕτω καὶ ἀρετῆς ὁμολογεῖς τὸ μὲν ἔργον εἶναι τὸ δʼ ἄσκησιν; ὁμολογήσαντος δὲ τοῦ ξένου, φέρε τοίνυν πρῶτον εἶπε τῆς ἐγκρατείας τὸ τῶν αἰσχρῶν καὶ παρανόμων ἡδονῶν ἀπέχεσθαι πότερον ἄσκησιν ἢ μᾶλλον ἔργον καὶ ἀπόδειξιν ἀσκήσεως εἶναι νομίζεις; ἔργον εἶπεν ἐγὼ καὶ ἀπόδειξιν ἄσκησιν δὲ καὶ μελέτην ἐγκρατείας, οὐχ ᾗπερ ἔτι νῦν ἐφείλκυσθε πάντες ὑμεῖς,1 ὅταν γυμναζόμενοι καὶ κινήσαντες ὥσπερ ζῷα τὰς ὀρέξεις, ἐπιστῆτε λαμπραῖς τραπέζαις καὶ ποικίλοις ἐδέσμασι πολὺν χρόνον, εἶτα ταῦτα τοῖς οἰκέταις ὑμῶν εὐωχεῖσθαι παραδόντες, αὐτοὶ τὰ λιτὰ καὶ ἁπλᾶ προσφέρησθε κεκολασμέναις ἤδη ταῖς ἐπιθυμίαις; ἡ γὰρ ἐν οἷς ἔξεστιν ἀποχὴ τῶν ἡδονῶν ἄσκησίς ἐστι τῇ ψυχῇ πρὸς ἃ κεκώλυται πάνυ μὲν οὖν εἶπεν. ἔστιν οὖν τις, ὦ φίλε, καὶ δικαιοσύνῃ πρὸς φιλοπλουτίαν καὶ φιλαργυρίαν ἄσκησις, οὐ τὸ μὴ κλέπτειν ἐπιόντα νύκτωρ τὰ τῶν πέλας μηδὲ λωποδυτεῖν· οὐδʼ εἰ μὴ προδίδωσί τις πατρίδα καὶ φίλους διʼ ἀργύριον, οὗτος ἀσκεῖ πρὸς φιλαργυρίαν ʽκαὶ γὰρ ὁ νόμος ἴσως ἐνταῦθα καὶ ὁ φόβος ἀπείργει τὴν πλεονεξίαν τοῦ ἀδικεῖν̓, ἀλλʼ ὁ τῶν δικαίων καὶ συγκεχωρημένων ὑπὸ τοῦ νόμου κερδῶν πολλάκις ἀφιστὰς ἑαυτὸν ἑκουσίως, ἀσκεῖ καὶ προσεθίζεται μακρὰν εἶναι παντὸς ἀδίκου καὶ παρανόμου λήμματος. οὔτε γὰρ ἐν ἡδοναῖς μεγάλαις μὲν ἀτόποις δὲ καὶ βλαβεραῖς οἷόν τε τὴν διάνοιαν ἠρεμεῖν μὴ πολλάκις ἐν ἐξουσίᾳ τοῦ ἀπολαύειν καταφρονήσασαν, οὔτε λήμματα μοχθηρὰ καὶ πλεονεξίας μεγάλας εἰς ἐφικτὸν ἡκούσας ὑπερβῆναι ῥᾴδιον ᾧτινι μὴ πόρρωθεν ἐνδέδεται καὶ κεκόλασται τὸ φιλοκερδές, ἀλλʼ οἷς ἔξεστιν ἀνέδην εἰς τὸ κερδαίνειν ἀνατεθραμμένον σπαργᾷ πρὸς τὰς ἀδικίας μάλα μόλις καὶ χαλεπῶς τοῦ πλεονεκτεῖν ἀπεχόμενον. ἀνδρὶ δὲ μὴ φίλων προϊεμένῳ χάρισι μὴ βασιλέων δωρεαῖς αὑτόν, ἀλλὰ καὶ τύχης κλῆρον ἀπειπαμένῳ καὶ θησαυροῦ φανέντος ἐπιπηδῶσαν ἀποστήσαντι τὴν φιλοπλουτίαν, οὐκ ἐπανίσταται2 πρὸς τὰς ἀδικίας οὐδὲ θορυβεῖ τὴν διάνοιαν ἀλλʼ εὐκόλως χρῆται πρὸς τὸ καλὸν αὑτῷ μέγα φρονῶν καὶ τὰ κάλλιστα τῇ ψυχῇ συνειδώς. τούτων ἐγὼ καὶ Καφεισίας ἐρασταὶ τῶν ἀνθρώπων ὄντες,3 ὦ φίλε Σιμμία, παραιτούμεθα τὸν ξένον ἐᾶν ἡμᾶς ἱκανῶς ἐγγυμνάσασθαι τῇ πενίᾳ πρὸς τὴν ἀρετὴν ἐκείνην.
“那么,”他说,“你是否看出了修习与修习所指向的事功之间的区别?正如人们会说竞技之术的事功是针对对手争夺桂冠的较量,而修习则是为此通过体育对身体进行的预备一样;在德性方面,你是否也同样承认其一为事功,其二为修习呢?”在客人表示承认之后,他说:“那么且先说说,关于节制,你认为戒除可耻与违法的快乐,是修习,还是毋宁说是修习的事功与明证呢?”“依我看,”他说,“是事功与明证。”“而节制的修习与磨砺,难道不正是如今你们所有人仍然为之吸引的那样吗:每当你们通过锻炼而像野兽般激发起食欲,长久地站在丰盛的餐桌和琳琅满目的佳肴面前,然后将这些交付给你们的仆从享用,你们自己则在欲望已被惩戒平息的状态下食用质朴而简单的粗粮?因为在被允许的事物中对快乐的节制,乃是灵魂针对被禁止事物所受的修习。”“确实如此,”他说。 “因此,我的朋友啊,正义针对爱财与贪金之念同样也存在某种修习,这并非指不在夜间潜入邻家偷窃财物,亦非指不拦路抢劫衣物;若有人不为了钱财出卖祖国与朋友,此人也算不上是在针对贪财进行修习(因为在此处,或许是法律和恐惧阻遏了贪欲去作恶),相反,只有经常自愿使自己远离正当且受法律允许的利益之人,才是在修习并习惯于彻底远离一切不正与非法的获得。因为,如果在拥有享受特权之时不曾多次予以蔑视,理智便不可能在巨大却悖理且有害的快乐中保持安宁;同样,对于任何不曾早已束缚并惩戒其求利之心的人而言,要越过送至唾手可得境地的不义之获与巨大贪欲也是绝非易事的;相反,若在被允许的事物中任凭求利之心向着获利放纵滋长,它便会向着不义狂躁膨胀,极难且极为勉强地才能克制贪求。然而对于一个既不屈身于朋友的恩惠,也不屈身于君王的赐予,甚至推却命运所赋的遗产,并在宝藏现前时将扑跃而来的爱财之心推开的人而言,贪欲便不会冲动发起不义之举,亦不会扰乱其理智,相反,他心怀高远之志,灵魂深知何为最美好之事,从而能顺遂自如地使自身趋向于高尚。亲爱的西米亚斯啊,我和卡菲西亚斯作为这些人的仰慕者,请求客人允许我们在贫困中充分磨砺自身,以朝向那项德性。”
- 585aοὐχ ᾗπερ ἔτι νῦν ἐφείλκυσθε πάντες ὑμεῖς
由否定词 οὐχ 引出的修辞性疑问句,承接上文对修习本质的探讨(“难道不是正如……吗?”)。关系副词 ᾗπερ 引导从句,具体指代毕达哥拉斯派所熟悉的体能锻炼后面对美食而自甘粗粝的克己训练方式。
- 585cἀνδρὶ δὲ μὴ φίλων προϊεμένῳ... οὐκ ἐπανίσταται
句首的与格 ἀνδρί 作句中的关涉与格(或所有与格)。谓语动词 ἐπανίσταται 的隐含主语是承接上文的“求利之心/爱财之心”(τὸ φιλοκερδές / ἡ φιλοπλουτία),表明在此类能够抵御各种诱惑的自律之人身上,贪欲绝不会叛起作乱。
- 585dτούτων ἐγὼ καὶ Καφεισίας ἐρασταὶ τῶν ἀνθρώπων ὄντες
此处出现倒装离隔(hyperbaton),指示代词属格 τούτων 与其修饰的名词 τῶν ἀνθρώπων 被隔开,共同作为名词表语 ἐρασταί 的宾格性属格(意为“作为这些人的仰慕者”)。
