← 普鲁塔克

论苏格拉底的守护神

§15#1

关于接受财富与克制欲望的辩论

戴阿诺尔论证友人出于正义所赠之财理当接受,以此敦促伊帕密浓达收下财富;伊帕密浓达则反驳道,通过理性的操练来断绝多余的欲望,不接受即便是美好馈赠的财富才是更为尊贵之举。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15#1

ὑπολαβὼν δʼ ὁ Θεάνωρ ἆρʼ οὖν ἔφη τὸ πενίαν δυσχεραίνειν ἀγεννές ἐστι τὸ δὲ πλοῦτον δεδιέναι καὶ φεύγειν οὐκ ἄτοπον; ἄτοπον, εἰ μὴ λόγῳ τις αὐτὸν ἀλλὰ σχηματιζόμενος ἢ διʼ ἀπειροκαλίαν ἢ τῦφόν τινα διωθεῖται. καὶ τίς ἄν ἔφη λόγος ἀπείργοι τὴν ἐκ καλῶν καὶ δικαίων κτῆσιν, ὦ Ἐπαμεινώνδα; μᾶλλον δὲ ʽπραότερον γὰρ ἡμῖν ἢ τῷ Θετταλῷ πρὸς τὰς ἀποκρίσεις ἐνδίδου σαυτὸν ὑπὲρ τούτωνʼ εἰπέ μοι, πότερον ἡγῇ δόσιν μὲν εἶναί τινα χρημάτων ὀρθὴν λῆψιν δὲ μηδεμίαν ἢ καὶ τοὺς διδόντας ἁμαρτάνειν πάντως καὶ τοὺς λαμβάνοντας; οὐδαμῶς εἶπεν ὁ Ἐπαμεινώνδας, ἀλλʼ ὥσπερ ἄλλου τινὸς ἐγὼ καὶ πλούτου χάριν τε καὶ κτῆσιν εἶναι νομίζω, τὴν μὲν αἰσχρὰν τὴν δʼ ἀστείαν. ἆρʼ οὖν ἔφη ὁ Θεάνωρ ὁ ἃ ὀφείλει διδοὺς ἑκουσίως καὶ προθύμως οὐ καλῶς δίδωσιν; ὡμολόγησεν. ὁ δʼ ἅ τις καλῶς δίδωσι δεξάμενος οὐ καλῶς εἴληφεν; ἢ γένοιτʼ ἂν δικαιοτέρα χρημάτων λῆψις τῆς παρὰ τοῦ δικαίως διδόντος; οὐκ ἄν ἔφη γένοιτο. δυεῖν ἄρα φίλων εἶπεν ὦ Ἐπαμεινώνδα, εἰ θατέρῳ δοτέον, θατέρῳ δήπου ληπτέον· ἐν μὲν γὰρ ταῖς μάχαις τὸν εὖ βάλλοντα τῶν πολεμίων ἐκκλιτέον, ἐν δὲ ταῖς χάρισι τὸν καλῶς διδόντα τῶν φίλων οὔτε φεύγειν οὔτʼ ἀπωθεῖσθαι δίκαιον· εἰ γὰρ ἡ πενία μὴ δυσχερὲς οὐδʼ αὖ πάλιν ὁ πλοῦτος οὕτως ἄτιμος καὶ ἀπόβλητος. οὐ γὰρ οὖν εἶπεν ὁ Ἐπαμεινώνδας ἀλλʼ ἔστιν ὅτῳ μὴ λαβόντι τὸ καλῶς διδόμενον τιμιώτερον ὑπάρχει καὶ κάλλιον·1 οὑτωσὶ δʼ ἐπίσκεψαι μεθʼ ἡμῶν. εἰσὶ δήπουθεν ἐπιθυμίαι πολλαὶ καὶ πολλῶν, ἔνιαι μὲν ἔμφυτοι λεγόμεναι καὶ περὶ τὸ σῶμα βλαστάνουσαι, πρὸς τὰς ἀναγκαίας ἡδονάς αἱ δʼ ἐπήλυδες, αἳ ἕνεκα κενῶν δοξῶν, ἰσχὺν δὲ καὶ βίαν ὑπὸ χρόνου καὶ συνηθείας ἐν τροφῇ μοχθηρᾷ λαβοῦσαι, πολλάκις ἕλκουσι καὶ ταπεινοῦσι τὴν ψυχὴν ἐρρωμενέστερον τῶν ἀναγκαίων· ἔθει δὲ καὶ μελέτῃ πολὺ μέν τις ἤδη καὶ τῶν ἐμφύτων ἀπαρύσαι παθῶν τῷ λόγῳ παρέσχε· τὸ δὲ πᾶν τῆς ἀσκήσεως κράτος, ὦ φίλε, ταῖς ἐπεισοδίοις καὶ περιτταῖς προσαγαγόντας ἐπιθυμίαις ἐκπονεῖν χρὴ καὶ ἀποκόπτειν αὐτὰς ἀνείρξεσι καὶ κατοχαῖς ὑπὸ τοῦ λόγου κολαζομένας.2 εἰ γὰρ δίψαν ἐκβιάζεται καὶ πεῖναν ἡ πρὸς τροφὴν καὶ ποτὸν ἀντίβασις τοῦ λογισμοῦ, μακρῷ δήπου ῥᾷόν ἐστι φιλοπλουτίαν κολοῦσαι καὶ φιλοδοξίαν ἀποχαῖς ὧν ἐφίενται καὶ ἀνείρξεσιν εἰς τέλος καταλυθείσας3 ἢ οὐ δοκεῖ σοι; ὡμολόγησεν ὁ ξένος.

戴阿诺尔接着说道: “那么,如果厌弃贫困是卑劣的,难道畏惧并逃避财富就不是荒谬的吗?” “确是荒谬的,”〔伊帕密浓达说,〕“如果一个人并非出于理性,而是出于装模作样,或因缺乏审美品味及某种虚荣而将其推开的话。” “那么,伊帕密浓达啊,”他说,“又有什么理性会阻拦源于美好与正义之物的获取呢?或者——因为在这些问题的回答上,请你对待我们要比对待那位色萨利人更为温和宽容——请告诉我,你是认为金钱存在正当的给予却毫无正当的接受,还是认为给予者与接受者完全都在犯错呢?” “绝非如此,”伊帕密浓达说,“相反,正如同其他任何事物一样,我认为对于财富的惠施与获取,也同样有可耻的与高尚的之分。” “那么,”戴阿诺尔说,“自愿且热切地偿付自己所欠之物的人,难道不是在美好地给予吗?” 他承认了这一点。 “而接纳他人所美好给予之物的人,难道不是美好地接受了吗?难道还能有比来自公正给予者那里的金钱接受更为正当的接受吗?” “不可能有,”他说。 “那么,伊帕密浓达啊,”他说,“在两位朋友之间,若其中一方应当给予,另一方自然应当接受。因为在战斗中固然必须避开敌人中善于射击者,但在施惠中,逃避或推开朋友中美好给予者却是不公正的;因为如果贫困并非令人嫌怨之物,财富反过来也不至于是如此不光彩且应被抛弃之物。” “确实不是,”伊帕密浓达说,“然而,对于某些不接受美好给予之物的人来说,不予接受反而是更为尊贵且美好的。请随我们这样来审视:正如大家所知,欲望是繁多的,且指向诸多事物;其中一些被称为先天的,围绕肉体萌发,朝向必需的快乐;而另一些则是外来的,它们因空虚的虚妄之念而生,且在败坏的教养中历经时间与习惯获得了力量与狂暴,往往比必需的欲望更强有力地拖拽并贬低灵魂。然而,借助习惯与磨砺,人已经能够让理性甚至从先天的激情中也汲取消解掉许多东西;而另一方面,我的朋友啊,必须将修习的全部力量引向这些派生的、多余的欲望,加以磨砺克制,并通过理性施加的节制与拘束将它们惩戒削除。因为如果理智针对食物和饮品的抗拒尚且能强力克服渴与饿,那么通过对所渴望之物的戒绝与遏制,将爱财与慕虚名之心削减截断直至彻底瓦解,无疑要容易得多;或者,你难道不这样认为吗?” 客人表示了赞同。

语法注3 条
  1. 584dἀλλʼ ἔστιν ὅτῳ μὴ λαβόντι τὸ καλῶς διδόμενον τιμιώτερον ὑπάρχει καὶ κάλλιον

    短语 ἔστιν ὅτῳ 是带有关系从句的惯用结构(“存在某人……”),与格分词 μὴ λαβόντι 依附于动词 ὑπάρχει。后者的主语在语境中是不受赠的行为本身:“对于不接受美好馈赠的人而言,这件事(不接受)反而显得更为尊贵和美好。”

  2. 584eτὸ δὲ πᾶν τῆς ἀσκήσεως κράτος, ὦ φίλε, ταῖς ἐπεισοδίοις καὶ περιτταῖς προσαγαγόντας ἐπιθυμίαις ἐκπονεῖν χρὴ καὶ ἀποκόπτειν αὐτὰς ἀνείρξεσι καὶ κατοχαῖς ὑπὸ τοῦ λόγου κολαζομένας

    该长句由无人称动词 χρή 支配,其逻辑主语为宾格分词 προσαγαγόντας,并统领 ἐκπονεῖν 和 ἀποκόπτειν 两个不定式。短语 τὸ πᾶν τῆς ἀσκήσεως κράτος 作 προσαγαγόντας 的直接宾语,ταῖς ... ἐπιθυμίαις 由复合动词中的前缀 πρός 支配。代词 αὐτάς 指代 ἐπιθυμίαις,由伴随的修饰分词 κολαζομένας 补充说明其状态。

  3. 584eφιλοπλουτίαν κολοῦσαι καὶ φιλοδοξίαν ἀποχαῖς ὧν ἐφίενται καὶ ἀνείρξεσιν εἰς τέλος καταλυθείσας

    关系代词 ὧν 经历了格吸引(attractio relativi),因动词 ἐφίενται 支配属格而由 τούτων ἅ 变为 ὧν。分词 καταλυθείσας 修饰两个直接宾语 φιλοπλουτίαν 和 φιλοδοξίαν,与表示手段的与格短语 ἀποχαῖς ... καὶ ἀνείρξεσιν 结合,表达“通过对所渴望之物的节制与禁绝,使爱财与慕虚名之心彻底瓦解并加以削减”的逻辑结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:15#1