← 普鲁塔克

论苏格拉底的守护神

§14

伊帕密浓达安贫乐道谢绝赠金

面对塞阿诺尔的资助请求,父亲波吕姆尼斯动容落泪,卡斐西亚斯与伊帕密浓达兄弟二人则以安贫乐道为荣谢绝金钱,并表示吕西斯所传授的德性便是最大的回报。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14

ταῦτα τοῦ ξένου λέγοντος, ὁ μὲν πατὴρ ἐπεδάκρυσε τῇ μνήμῃ τοῦ Λύσιδος πολὺν χρόνον, ὁ δʼ ἀδελφὸς ὑπομειδιῶν, ὥσπερ εἰώθει πρὸς ἐμέ πῶς ἔφη ποιοῦμεν, ὦ Καφεισία; προϊέμεθα τὴν πενίαν τοῖς χρήμασι καὶ σιωπῶμεν; ἥκιστʼ ἔφην ἐγώ τὴν φίλην καὶ ἀγαθὴν κουροτρόφον·1 ἀλλʼ ἄμυνε σὸς γὰρ ὁ λόγος. καὶ μὴν ἐγώ εἶπεν ὦ πάτερ, ταύτῃ μόνον τὴν οἰκίαν ἐδεδίειν ἁλώσιμον ὑπὸ χρημάτων εἶναι, κατὰ τὸ Καφισίου σῶμα, καλῆς μὲν ἐσθῆτος δεόμενον ἵνα τοῖς ἐρασταῖς ἐγκαλλωπίσηται τοσούτοις οὖσιν, ἀφθόνου δὲ καὶ πολλῆς; τροφῆς ἵνʼ ἀντέχῃ πρὸς τὰ γυμνάσια καὶ πρὸς τοὺς ἐν ταῖς παλαίστραις ἀγῶνας· ὁπηνίκα δʼ οὗτος οὐ προδίδωσι τὴν πενίαν οὐδʼ ὡς βαφὴν ἀνίησι τὴν πάτριον πενίαν,2 ἀλλὰ καίπερ ὢν μειράκιον, εὐτελείᾳ καλλωπίζεται καὶ στέργει τὰ παρόντα, τίς ἂν ἡμῖν γένοιτο τῶν χρημάτων διάθεσις καὶ χρῆσις; ἦπου καταχρυσώσομεν τὰ ὅπλα, καὶ τὴν ἀσπίδα πορφύρᾳ συμμεμιγμένῃ πρὸς χρυσίον, ὥσπερ Νικίας ὁ Ἀθηναῖος, διαποικιλοῦμεν; σοὶ δʼ, ὦ πάτερ, Μιλησίαν χλανίδα τῇ δὲ μητρὶ παραλουργὸν ὠνησόμεθα χιτώνιον; οὐ γὰρ εἰς γαστέρα δήπου καταχρησόμεθα τὴν δωρεάν, εὐωχοῦντες αὑτοὺς πολυτελέστερον, ὥσπερ ξένον ὑποδεδεγμένοι βαρύτερον τὸν πλοῦτον ἄπαγʼ· εἶπεν ὁ πατήρ ὦ παῖ· μηδέποτε τοιαύτην ἐπίδοιμι μετακόσμησιν. τοῦ βίου ἡμῶν καὶ μὴν οὐδʼ ἀργόν ἔφη καθισόμεθα φρουροῦντες οἴκοι τὸν πλοῦτον· ἄχαρις γὰρ ἂν οὕτως ἡ χάρις καὶ ἄτιμος ἡ κτῆσις εἴη. τί μήν; εἶπεν ὁ πατήρ. οὐκοῦν ἔφη ὁ Ἐπαμεινώνδας Ἰάσωνι μὲν τῷ Θετταλῶν ταγῷ πέμψαντι δεῦρο πολὺ χρυσίον ἔναγχος πρὸς ἡμᾶς καὶ δεομένῳ λαβεῖν ἀγροικότερος ἐφάνην ἀποκρινόμενος ἀδίκων χειρῶν αὐτὸν κατάρχειν,3 ὅτι μοναρχίας ὢν ἐραστὴς ἄνδρα δημότην ἐλευθέρας καὶ αὐτονόμου πόλεως ἐπείρα διὰ χρημάτων. σοῦ δʼ, ὦ ξένε, τὴν μὲν προθυμίαν ʽ καλὴ γὰρ καὶ φιλόσοφοσʼ δέχομαι καὶ ἀγαπῶ διαφερόντως· ἥκεις δὲ φάρμακα φίλοις μὴ νοσοῦσι κομίζων. ὥσπερ οὖν εἰ πολεμεῖσθαι πυθόμενος ἡμᾶς ἔπλευσας ὅπλοις καὶ βέλεσιν ἡμᾶς ὠφελήσων, εἶτα φιλίαν καὶ εἰρήνην εὗρες, οὐκ ἂν ᾤου δεῖν ἐκεῖνα διδόναι καὶ ἀπολείπειν μὴ δεομένοις· οὕτω σύμμαχος μὲν ἀφῖξαι πρὸς πενίαν ὡς ἐνοχλουμένοις ὑπʼ αὐτῆς, ἡ δʼ ἐστὶ ῥᾴστη φέρειν ἡμῖν καὶ φίλη σύνοικος. οὔκουν δεῖ χρημάτων οὐδʼ ὅπλων ἐπʼ αὐτὴν μηδὲν ἀνιῶσαν ἀλλʼ ἀπάγγελλε τοῖς ἐκεῖ γνωρίμοις, ὅτι κάλλιστα μὲν αὐτοὶ πλούτῳ χρῶνται καλῶς δὲ πενίᾳ χρωμένους αὐτόθι φίλους ἔχουσι, τὰς δὲ Λύσιδος ἡμῖν τροφὰς καὶ ταφὰς αὐτὸς ὑπὲρ αὑτοῦ Λῦσις ἀπέδωκε, τὰ τʼ ἄλλα καὶ πενίαν διδάξας μὴ δυσχεραίνειν.

客人说到这里,父亲因缅怀吕西斯而落泪良久,兄长却如平日对我那般微笑着说: “卡斐西亚斯啊,我们该怎么办?是要为了这笔钱财而放弃贫困并保持沉默吗?” “绝不,”我说,“绝不能放弃我们那亲切而善良的育儿慈母!但请你出面辩护吧,因为这番话该由你来说。” “确实,”兄长说道,“父亲啊,我原本只担心我们家在这一处会被金钱攻陷——那就是为了卡斐西亚斯的身体,因为他需要漂亮的衣裳,好在众多的爱慕者面前装点自己,也需要充足而丰盛的滋养,好承受体操训练和摔跤场中的竞技较量。然而,既然他没有背叛贫困,也没有像褪去染料那样抛弃祖辈相传的贫困,反而虽是少年却以节俭为荣、安于现状,那么这笔钱对我们又能有何处置与用途呢?难道我们要把武器涂上黄金,像雅典人尼基阿斯那样,用掺杂黄金的紫布来修饰盾牌吗?或者,父亲啊,我们要为您购置米利都斗篷,为母亲购置镶紫边的短袍吗?因为我们绝不至于把这份馈赠耗费在肠胃之上,把自己款待得更加豪奢,仿佛把财富迎为一位沉重难耐的客人一样!” “休得胡说,”父亲说道,“孩子啊,愿我永远不必看到我们的生活发生这等变故。” “再者,”兄长说,“我们也不会闲居在家看守着毫无用处的财富;因为这样一来,恩惠便不成其为恩惠,财产也将是不光彩的。” “可不是嘛!” 父亲说。 “那么,”伊帕密浓达说道,“前不久色萨利的长官伊阿宋送来大量黄金给我们并恳求收下时,我回答说他这是在主动挑起不法侵害,当时显得颇为粗鲁,因为他热衷于专制,却妄图用金钱来诱惑一个自由自治城邦的平民。然而,客人啊,对于你的热忱——因为它是高尚而符合哲学的——我由衷接纳并格外赞赏;但你却是给未生病的朋友送来了药物。因此,这正如你听说我们处于战争之中而航海前来,打算用武器与箭矢援助我们,随后却发现这里只有友谊与和平一样,你决不会认为应当把这些东西送给并留给不需要的人;同样,你是作为抗击贫困的盟友前来的,以为我们正受其困扰,但贫困对我们来说却是最易承受的,也是亲切的同居伴侣。因此,针对毫不令人痛苦的贫困,既不需要金钱也不需要武器。相反,请转告那里的熟人:他们自己把财富运用得最是美善,但他们在此地也有把贫困运用得极好的朋友;至于我们在吕西斯生前的供养和死后的安葬之恩,吕西斯本人已替自己偿还了,因为他不仅教导了其他道理,更教会了我们不要对贫困心生嫌怨。”

语法注3 条
  1. 583dτὴν φίλην καὶ ἀγαθὴν κουροτρόφον

    承前文疑问句中的动词 προϊέμεθα(我们要放弃……吗)而省略动词的宾格宾语。κουροτρόφος(育儿的)本是荷马史诗等作品中用来形容土地、故乡的史诗性修饰语,在此被转借为拟人化的“贫困”(πενία)之同位或代称。

  2. 583dοὐδʼ ὡς βαφὴν ἀνίησι τὴν πάτριον πενίαν

    动词 ἀνίησι(褪色、脱色)构成的纺织染色比喻。正如染好的布料不会轻易脱落色泽一样,喻指弟弟没有抛弃融入骨髓的祖传贫困。ὡς βαφήν 作比喻性状语(“如同染料一般”)。

  3. 583eἀδίκων χειρῶν αὐτὸν κατάρχειν

    源自阿提卡司法术语 ἄρχειν χειρῶν ἀδίκων(率先实施不法暴力/先行侵犯)的习语,此处由 κατάρχειν 接属格(ἀδίκων χειρῶν)构成。伊帕密浓达将僭主用金钱腐蚀自由公民德性的行径比作法律上的非正义先制攻击。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:14