← 普鲁塔克

论苏格拉底的守护神

§13

塞阿诺尔的到来与对伊帕密浓达的酬金

伊帕密浓达引荐了来自克罗顿的毕达哥拉斯派哲学家塞阿诺尔;塞阿诺尔回顾了学派受迫害的往事,并请在座众人评理,因伊帕密浓达拒绝接受他为报答已故吕西斯所受恩惠而带来的资助金。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

καὶ ὁ Θεόκριτος πρότερόν γʼ ἔφη τοὺς εἰσιόντας οἵτινές εἰσιν ἀποσκεψαμένοις,1 μᾶλλον δὲ τὸν ξένον ὃν ἔοικεν ἡμῖν Ἐπαμεινώνδας ὁδὶ κομίζειν., ἀποβλέψαντες οὖν πρὸς τὰς θύρας, ἑωρῶμεν ἡγούμενον μὲν τὸν Ἐπαμεινώνδαν καὶ συνεστώτων φίλων Ἰσμηνόδωρον καὶ Βακχυλίδαν καὶ Μέλισσον τὸν αὐλητήν, ἑπόμενον δὲ τὸν ξένον, οὐκ ἀγεννῆ τὸ εἶδος ἀλλὰ πραότητα καὶ φιλοφροσύνην τοῦ ἤθους ὑποφαίνοντα καὶ σεμνῶς ἀμπεχόμενον τὸ σῶμα καθίσαντος οὖν ἐκείνου μὲν αὐτοῦ παρὰ τὸν Σιμμίαν τοῦ δʼ ἀδελφοῦ παρʼ ἐμὲ τῶν δʼ ἄλλων ὡς ἕκαστος ἔτυχε καὶ γενομένης σιωπῆς, ὁ Σιμμίας τὸν ἀδελφὸν ἡμῶν καλέσας εἶεν εἶπεν ὦ Ἐπαμεινώνδα, τίνα χρὴ τὸν ξένον καὶ πῶς καὶ πόθεν προσαγορεύειν; ἀρχὴ γάρ τις ἐντυχίας καὶ γνώσεως αὕτη συνήθης. καὶ ὁ Ἐπαμεινώνδας Θεάνωρ εἶπεν ὦ Σιμμία, ὄνομα μὲν τἀνδρί, γένος δὲ Κροτωνιάτης τῶν ἐκεῖ φιλοσόφων οὐ καταισχύνων τὸ μέγα Πυθαγόρου κλέος· ἀλλὰ καὶ νῦν ἥκει δεῦρο μακρὰν ὁδὸν ἐξ Ἰταλίας ἔργοις καλοῖς καλὰ δόγματα βεβαιῶν. ὑπολαβὼν δʼ ὁ ξένος οὐκοῦν ἔφη σὺ κωλύεις, ὦ Ἐπαμεινώνδα, τῶν ἔργων τὸ κάλλιστον. εἰ γὰρ εὖ ποιεῖν φίλους καλόν, οὐκ αἰσχρὸν εὖ πάσχειν ὑπὸ φίλων· ἡ γὰρ χάρις οὐχ ἧττον δεομένη τοῦ λαμβάνοντος ἢ τοῦ διδόντος ἐξ ἀμφοῖν τελειοῦται πρὸς τὸ καλόν· ὁ δὲ μὴ δεξάμενος ὥσπερ σφαῖραν εὖ φερομένην κατῄσχυνεν ἀτελῆ πεσοῦσαν. ποίου γὰρ οὕτω σκοποῦ βάλλοντα καὶ τυχεῖν ἡδὺ καὶ διαμαρτάνειν ἀνιαρὸν ὡς ἀνδρὸς εὖ παθεῖν ἀξίου διὰ χάριτος ἐφιέμενον;2 ἀλλʼ ἐκεῖ μὲν ὁ τοῦ σκοποῦ μένοντος ἀτυχήσας σφάλλεται διʼ αὑτόν, ἐνταυθοῖ δ’ ὁ παραιτούμενος καὶ ὑποφεύγων ἀδικεῖ τὴν χάριν εἰς ὃ ἔσπευκε μὴ περαίνουσαν. σοὶ μὲν οὖν τὰς αἰτίας ἤδη διῆλθον, ὑφʼ ὧν ἔπλευσα δεῦρο· βούλομαι δὲ καὶ τούτοις διελθὼν χρήσασθαι πρός σε δικασταῖς. ἐπεὶ γὰρ ἐξέπεσον αἱ κατὰ πόλεις ἑταιρεῖαι τῶν Πυθαγορικῶν στάσει κρατηθέντων, τοῖς δʼ ἔτι συνεστῶσιν ἐν Μεταποντίῳ συνεδρεύουσιν ἐν οἰκίᾳ πῦρ οἱ Κυλώνειοι περιένησαν καὶ διέφθειραν ἐν ταὐτῷ πάντας πλὴν Φιλολάου καὶ Λύσιδος, νέων ὄντων ἔτι ῥώμῃ καὶ κουφότητι διωσαμένων τὸ πῦρ, Φιλόλαος μὲν εἰς Λευκανοὺς φυγὼν ἐκεῖθεν ἀνεσώθη πρὸς τοὺς ἄλλους φίλους ἤδη πάλιν ἀθροιζομένους καὶ κρατοῦντας τῶν Κυλωνείων Λῦσις δʼ ὅπου γέγονεν ἠγνοεῖτο πολὺν χρόνον· πλήν γε δὴ Γοργίας ὁ Λεοντῖνος ἐκ τῆς Ἑλλάδος ἀναπλέων εἰς Σικελίαν ἀπήγγελλε τοῖς περὶ Ἄρκεσον βεβαίως Λύσιδι συγγεγονέναι διατρίβοντι περὶ Θήβας. ὥρμησε δʼ ὁ Ἄρκεσος πόθῳ τἀνδρὸς αὐτὸς ὡς εἶχε πλεῦσαι, κομιδῇ δὲ διὰ γῆρας καὶ ἀσθένειαν ἐλλείπων ἐπέσκηψε μάλιστα μὲν ζῶντα κομίσαι τὸν Λῦσιν εἰς Ἰταλίαν ἢ τὰ λείψανα τεθνηκότος. οἱ δʼ ἐν μέσῳ πόλεμοι καὶ στάσεις καὶ τυραννίδες ἐκώλυσαν αὐτῷ ζῶντι συντελέσαι τοὺς φίλους τὸν ἆθλον. ἐπεὶ δʼ ἡμῖν τὸ Λύσιδος δαιμόνιον ἤδη τεθνηκότος ἐναργῶς προϋπέφαινε τὴν τελευτήν, καὶ τὰς παρʼ ὑμῖν, ὦ Πολύμνι, θεραπείας καὶ διαίτας τἀνδρὸς οἱ σαφῶς εἰδότες ἀπήγγελλον, ὅτι πλουσίας ἐν οἴκῳ πένητι γηροκομίας τυχὼν καὶ πατὴρ τῶν σῶν υἱέων ἐπιγραφεὶς οἴχοιτο μακαριστός, ἀπεστάλην ἐγὼ νέος καὶ εἷς ὑπὸ πολλῶν καὶ πρεσβυτέρων, ἐχόντων οὐκ ἔχουσι χρήματα διδόντων, πολλὴν χάριν καὶ φιλίαν ἀντιλαμβανόντων.3 Λῦσις δὲ καὶ κεῖται καλῶς ὑφʼ ὑμῶν, καὶ τάφου καλοῦ κρείττων αὐτῷ χάρις ἐκτινομένη φίλοις ὑπὸ φίλων καὶ οἰκείων.

塞奥克里托斯于是说道: “倒不如先看看进来的是谁,更确切地说,先看看眼前这位伊帕密浓达似乎正领来见我们的客人。” 于是我们朝门看去,只见伊帕密浓达走在前面,身旁聚集的朋友中有伊斯梅诺多罗斯、巴克基利达斯和长笛手梅利索斯,后面跟着那位客人——他容貌不凡,举止流露出温和与仁厚的品性,衣着仪态端庄。那位客人就坐在西米亚斯身边,我们的兄弟坐在我身边,其他人则各自随意就座;众人安静下来后,西米亚斯唤着我们兄弟的名字说道: “那么,伊帕密浓达啊,我们该称呼这位客人为何人、如何称呼,他又来自何方?因为这向来是相会与结识的开端。” 伊帕密浓达说道: “西米亚斯啊,这位先生名叫塞阿诺尔,出身克罗顿,是当地的一名哲学家,绝没有辱没毕达哥拉斯的崇高声名;如今他更是从意大利远道跋涉而来,以崇高的善行印证崇高的学说。” 客人接过话头说道: “那么,伊帕密浓达啊,难道不正是你在阻止这最为崇高的善行吗?因为如果善待朋友是崇高的,那么接受朋友的善待也绝非可耻;善行不仅需要施予者,同样也需要接受者,须由双方共同成全,方臻于至善;而拒绝接受之人,正如未能接住投掷得当的球,任其未竟落地而使其蒙羞。射箭者所射之靶标,有哪一个像通过施惠而瞄准一个配受善待之人那样,命中则令人快慰,射偏则令人痛心呢?然而,若目标静止而未射中,乃是射者自身之过;但在此处,那谢绝退避之人,却使善意无法达成其急切追求的目的,因而委屈了这份善意。我航海来此的缘由,此前已向你详述过;但我希望也向在座诸位阐明,并请他们充当针对你的裁决者。 想当初,各城邦的毕达哥拉斯学派结社因在党争中落败而被驱逐,居隆党人更是在梅塔庞托一所屋舍周围堆积柴薪点火,将仍维持团结并聚会于其中的人尽数焚杀,唯有菲洛劳斯和吕西斯除外——他们当时年轻,凭着体力与敏捷冲出了烈火。菲洛劳斯逃往琉卡尼亚人那里,由此脱险并投奔了其他重新集结且逐渐压制居隆党人的朋友;但吕西斯流落何方,却长久无人知晓。直到莱翁蒂尼的戈尔吉亚斯从希腊乘船返回西西里,向阿耳刻索斯一行确凿报告说,他曾在忒拜一带与客居的吕西斯相会。阿耳刻索斯出于对那人的思念,急切想要亲自即刻登舟前往,但因年老体弱力不从心,便严正叮嘱尽可能将活着的吕西斯带回意大利,若他已故,则带回其遗骸。然而其间的战争、党争与僭主统治,阻碍了朋友们在他生前完成这项使命。 但是,已故吕西斯的灵兆向我们清晰地预示了他的逝世,那些确切知情之人也向我们报告了那人在你家中受到的照拂与生活起居,波吕姆尼斯啊——得知他在清贫的家境中得到了丰厚的养老照料,被题为令郎之父,在福佑中离世——我这青年一人便受众多长辈派遣而来,他们作为富有者向无资产者资助钱财,换取深厚的感激与友谊。吕西斯既已被你们妥善安葬,而由朋友与同道偿还给朋友的这份谢意,对他而言更胜过一座华美的陵墓。”

语法注3 条
  1. 13τοὺς εἰσιόντας οἵτινές εἰσιν ἀποσκεψαμένοις

    意为“在我们看清进来的人是谁之后”。与格分词 ἀποσκεψαμένοις 承接了上一节末尾 ἀκουστέον 所隐含的动作发出者与格(即“我们”),与句首的 πρότερόν γʼ 一同构成省略句。此外,τοὺς εἰσιόντας 构成了先取句式(prolepsis),本应作间接疑问从句 οἵτινές εἰσιν 的主语,却被前置作为受格语。

  2. 582eποίου γὰρ οὕτω σκοποῦ βάλλοντα καὶ τυχεῖν ἡδὺ καὶ διαμαρτάνειν ἀνιαρὸν ὡς ἀνδρὸς εὖ παθεῖν ἀξίου διὰ χάριτος ἐφιέμενον;

    句首的 ποίου ... σκοποῦ 为属格,作 τυχεῖν 与 διαμαρτάνειν 的宾语(目标属格)。受格分词 βάλλοντα 作不定式 τυχεῖν 和 διαμαρτάνειν 的逻辑主语(指泛指的人)。在比较结构 ὡς ἀνδρὸς ... ἐφιέμενον 中,属格 ἀνδρὸς 与前文的 σκοποῦ 对应,而受格分词 ἐφιέμενον 则与 βάλλοντα 呼应。

  3. 583cἐχόντων οὐκ ἔχουσι χρήματα διδόντων, πολλὴν χάριν καὶ φιλίαν ἀντιλαμβανόντων

    这些属格现在分词(ἐχόντων, διδόντων, ἀντιλαμβανόντων)修饰前文的 ὑπὸ πολλῶν καὶ πρεσβυτέρων,起同格解释作用,而非独立属格。句中 ἐχόντων(富有者)与 οὐκ ἔχουσι(贫乏者)构成了鲜明的修辞对仗。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:13