- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg109.humanitext-grc2:12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斐多劳斯反驳将占卜贬低为喷嚏和征兆的戏谑之论;加拉克西多罗斯则借医学与文字的譬喻辩明微兆何以指示大事,并指出灵兆乃是运用喷嚏等工具的主导者。
τί οὖν ὁ Φειδόλαος εἶπεν· ὦ Σιμμία, Γαλαξίδωρον ἐάσωμεν1 παίζοντα καταβάλλειν τοσοῦτο μαντείας ἔργον εἰς πταρμοὺς καὶ κληδόνας, οἷς καὶ οἱ πολλοὶ καὶ ἰδιῶται περὶ μικρὰ προσχρῶνται καὶ παίζοντες· ὅταν δὲ κίνδυνοι βαρύτεροι καὶ μείζονες καταλάβωσι πράξεις, ἐκεῖνο γίγνεται τὸ Εὐριπίδειον "οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας;" καὶ ὁ Γαλαξίδωρος Σιμμίου μέν ἔφη Φειδόλαε, περὶ τούτων, εἴ τι Σωκράτους αὐτὸς λέγοντος ἤκουσεν, ἕτοιμος ἀκροᾶσθαι καὶ πείθεσθαι μεθʼ ὑμῶν· τὰ δʼ ὑπὸ σοῦ λελεγμένα καὶ Πολύμνιος2 οὐ χαλεπὸν ἀνελεῖν. ὡς γὰρ ἐν ἰατρικῇ σφυγμὸς ἢ φλύκταινα μικρὸν οὐ μικροῦ δὲ σημεῖόν ἐστι, καὶ κυβερνήτῃ πελάγους φθόγγος ὄρνιθος ἢ διαδρομὴ κνηκίδος ἀραιᾶς πνεῦμα σημαίνει καὶ κίνησιν τραχυτέραν θαλάσσης· οὕτω μαντικῇ ψυχῇ πταρμὸς ἢ κληδὼν οὐ μέγα καθʼ αὑτὸ σύμβολον δὲ μεγάλου συμπτώματος· οὐδεμιᾶς γὰρ τέχνης καταφρονεῖται τὸ μικροῖς μεγάλα καὶ διʼ ὀλίγων, πολλὰ προμηνύειν. ἀλλʼ ὥσπερ εἴ τις ἄπειρος γραμμάτων δυνάμεως ὁρῶν ὀλίγα πλήθει καὶ φαῦλα τὴν μορφὴν ἀπιστοίη ἄνδρα γραμματικὸν ἐκ τούτων ἀναλέγεσθαι πολέμους μεγάλους, οἳ τοῖς πάλαι συνέτυχον, καὶ κτίσεις πόλεων πράξεις τε καὶ παθήματα βασιλέων, εἶτα φαίη φωνὴν ἢ ὅμοιόν τι μηνύειν καὶ καταλέγειν ἐκείνῳ τῶν ἱστορικῶν τούτων ἕκαστον, ἡδὺς ἄν, ὦ φίλε, γέλως σοι τοῦ ἀνθρώπου τῆς ἀπειρίας ἐπέλθοι οὕτω σκόπει, μὴ καὶ ἡμεῖς τῶν μαντικῶν ἑκάστου τὴν δύναμιν ἀγνοοῦντες, ᾗ συμβάλλει πρὸς τὸ μέλλον, εὐήθως ἀγανακτῶμεν, εἰ νοῦν ἔχων ἄνθρωπος ἐκ τούτων ἀποφαίνεταί τι περὶ τῶν ἀδήλων, καὶ ταῦτα φάσκων αὐτὸς οὐ πταρμὸν οὐδὲ φωνὴν ἀλλὰ δαιμόνιον αὐτῷ τῶν πράξεων ὑφηγεῖσθαι. μέτειμι γὰρ ἤδη πρὸς σέ, ὦ Πολύμνι, θαυμάζοντα Σωκράτους ἀνδρὸς ἀτυφίᾳ καὶ ἀφελείᾳ μάλιστα δὴ φιλοσοφίαν ἐξανθρωπίσαντος, εἰ μὴ πταρμὸν μηδὲ κληδόνα τὸ σημεῖον ἀλλὰ τραγικῶς πάνυ τὸ δαιμόνιον ὠνόμαζεν. ἐγὼ γὰρ ἂν τοὐναντίον ἐθαύμαζον ἀνδρὸς ἄκρου διαλέγεσθαι καὶ κρατεῖν ὀνομάτων, ὥσπερ Σωκράτης, εἰ μὴ τὸ δαιμόνιον ἀλλὰ τὸν πταρμὸν αὑτῷ σημαίνειν ἔλεγεν· ὥσπερ εἴ τις ὑπὸ τοῦ βέλους φαίη τετρῶσθαι μὴ τῷ βέλει ὑπὸ τοῦ βαλόντος, μεμετρῆσθαι δʼ αὖ τὸ βάρος ὑπὸ τοῦ ζυγοῦ μὴ τῷ ζυγῷ ὑπὸ τοῦ ἱστάντος. οὐ γὰρ τοῦ ὀργάνου τὸ ἔργον,3 ἀλλʼ οὗ καὶ τὸ ὄργανον ᾧ χρῆται πρὸς τὸ ἔργον· ὄργανον δέ τι καὶ τὸ σημεῖον ᾧ χρῆται τὸ σημαῖνον· ἀλλʼ ὅπερ εἶπον, εἴ τι Σιμμίας ἔχοι λέγειν, ἀκουστέον, ὡς εἰδότος ἀκριβέστερον.
斐多劳斯于是说道: “西米亚斯啊,难道我们要任凭加拉克西多罗斯戏谑地把如此崇高的占卜业绩贬低为喷嚏和征兆之言吗?这些不过是大众和鄙夫在琐碎之事上闹着玩的手段;而当更沉重的危险和更重大的行动降临时,欧里庇得斯的那句诗便应验了: ‘利刃临头,谁还为此犯傻?’ 加拉克西多罗斯说道: “斐多劳斯啊,关于这些事,若是西米亚斯亲耳听苏格拉底讲过什么,我愿同你们一起倾听并信服;但要驳倒你和波吕姆尼斯所说的话,却并非难事。因为正如在医学中脉搏或水泡虽小,却绝非微末之事的表征,又如在茫茫大海上,对掌舵者而言,一只鸟的啼叫或一缕薄云的疾掠便预示着风势与海浪的激荡;同样,对于具有预言能力的灵魂而言,一个喷嚏或一句征兆之言就其本身而言虽非大事,却是一桩重大事变之表征。因为在任何技艺中,以小见大、以寡预众,都绝不致受人轻视。然而,设若有人不知文字之效力,见其数量寥寥且形貌简陋,便不信识字之人能从中读出昔日发生的宏大战争、城邦的建立以及列王的功业与苦难,反而声称是某种声音或类似之物向其通告并详述了这些史实中的每一件,我的朋友啊,你定会因那人的无知而失声失笑;同样,你且想想,我们是否也因不知每一种占卜迹象如何与未来相连之效力,在有理智之人凭此对隐晦之事作出论断,且其自身宣称是指引其行动的并非喷嚏亦非声音而是灵兆之时,便愚妄地愤愤不平?因为我现在正要转向你,波吕姆尼斯,你惊诧于苏格拉底这样一位以不慕虚荣与质朴纯真极大地使哲学人性化的人,竟不把那征兆称为喷嚏或预兆,反而极具悲剧色彩地冠以‘灵兆’之名。依我之见恰恰相反,若是苏格拉底这样一位善于辩论且精于词藻的高人,说向他发出暗示的不是灵兆而是喷嚏,我反倒要大惑不解了;这正如有人宣称自己是被箭矢击伤,而不是被射手借着箭矢击伤;或者宣称重量是被天平称量,而不是被称量者借着天平称量。因为行动并非属于工具,而是属于拥有并为行动而使用工具的主体;而征兆也是发出暗示者所使用的一种工具。不过正如我所言,如果西米亚斯有话要说,我们理当倾听,因为他知晓得更为确切。”
- 12ἐάσωμεν
第一人称复数虚拟式,此处用作审拟虚拟式(deliberative subjunctive),引出反诘语气:“难道我们要任凭……吗?”
- 12τὰ δʼ ὑπὸ σοῦ λελεγμένα καὶ Πολύμνιος
介词 ὑπό 同时管辖代词属格 σοῦ 与第三变格名词属格形式 Πολύμνιος(意为“你和波吕姆尼斯所说的话”)。Πολύμνιος 在此是专有名词 Πολύμνις 的属格,而非主格。
- 582cοὐ γὰρ τοῦ ὀργάνου τὸ ἔργον, ἀλλʼ οὗ καὶ τὸ ὄργανον ᾧ χρῆται πρὸς τὸ ἔργον
省略系词的属格表属性/从属结构:“行动并非属于工具,而是属于那拥有工具并将其用于行动者。”关系代词 οὗ 自身兼具了所指先行词的属格功能。
