← 普鲁塔克

论神罚的延迟

§8-9

适时的惩罚与恶德自生之惩戒

说话者通过具体例证说明在适当时机与方式下降下惩罚优于即刻报应,并进一步援引赫西俄德指出邪恶从一开始便自携内心的惩治,而在神明眼中凡人一生的延宕不过转瞬之间。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

ʽ Τὸ δʼ ἐν καιρῷ καὶ τρόπῳ τῷ προσήκοντι γενέσθαι τὰς τιμωρίας οὐ βέλτιον εἶναι νομίζεις τοῦ ταχὺ καὶ παραχρῆμα;1 οἷόν ἐστι τὸ κατὰ Κάλλιππον, ᾧ ξιφιδίῳ φίλος εἶναι δοκῶν ἀπέκτεινε Δίωνα, τούτῳ πάλιν αὐτὸν ὑπὸ τῶν φίλων ἀποθανεῖν· καὶ τό, Μίτυος τοῦ Ἀργείου κατὰ στάσιν ἀναιρεθέντος, ἀνδριάντα χαλκοῦν ἐν ἀγορᾷ θέας οὔσης ἐμπεσεῖν τῷ κτείναντι τὸν Μίτυν καὶ ἀνελεῖν. καὶ τὰ περὶ τὸν Βέσσον τὸν Παίονα καὶ Ἀρίστωνα τὸν Οἰταῖον ξεναγὸν οἶσθα δήπουθεν, ὦ Πατροκλέα μὰ Δίʼ εἶπεν ἀλλὰ δέομαι μαθεῖν ὁ μὲν Ἀρίστων ἔφην τὸν Ἐριφύλης κόσμον ἐνταῦθα κείμενον καθελὼν τῶν τυράννων διδόντων ἐκόμισε τῇ γυναικὶ δῶρον ὁ δʼ υἱὸς αὐτοῦ πρὸς τὴν μητέρα διοργισθεὶς ἔκ τινος αἰτίας ὑφῆψε τὴν οἰκίαν καὶ πάντας ἐν ταὐτῷ κατέκαυσεν. ὁ δὲ Βέσσος, ὡς ἔοικεν, ἀπεκτονὼς τὸν πατέρα τὸν ἑαυτοῦ πολὺν χρόνον ἐλάνθανεν, ὕστερον δὲ πρὸς ξένους ἐπὶ δεῖπνον ἐλθών, χελιδόνων τινὰ νεοσσιὰν τῇ λόγχῃ νύξας κατέβαλε καὶ τοὺς νεοσσοὺς διέφθειρε. λεγόντων δʼ οἷον εἰκὸς τῶν παρόντων ἄνθρωπε, τί παθὼν ἔργον οὕτως ἀλλόκοτον ἔπραξας; οὐ γάρ ἔφη μου πάλαι καταμαρτυροῦσιν αὗται ψευδῶς καὶ καταβοῶσιν ὡς ἀπεκτονότος τὸν πατέρα; θαυμάσαντες δʼ οἱ παρόντες τὸν λόγον ἐμήνυσαν τῷ βασιλεῖ, καὶ τοῦ πράγματος ἐξελεγχθέντος ἔτισεν ὁ Βέσσος τὴν δίκην.

“那么,你难道不认为刑罚在合宜的时刻与方式下发生,要胜过迅速而立竿见影地施行吗?例如卡利普斯的事迹便是如此:他假装是狄翁的朋友而用一把短剑杀害了他,随后自己又被朋友们用这同一把短剑所杀;又如阿耳戈斯人米提斯在内乱中被害后,市集上正举行盛典之际,一座青铜雕像倒塌下来,砸死了杀害米提斯的凶手。至于培奥尼亚人贝苏斯以及来自奥埃塔的雇佣军指挥官阿里斯顿的事迹,帕特罗克勒阿斯,你大概也是知晓的吧?” “凭宙斯起誓,我不知道,”他说: “但我渴望听闻。” “阿里斯顿,”我说: “在僭主们的准许下,取下了原先供奉在这里的厄里菲勒的项链,作为礼物带回家送给妻子;但他的儿子因某事对母亲勃然大怒,纵火焚烧了房屋,将全家人一同烧死在其中。至于贝苏斯,看来他在弑父之后隐瞒了很久未被发觉;后来他赴外邦人之宴饮,竟用长矛戳下了一窝燕巢,弄死了雏燕。在座的人自然问道: ‘喂,你究竟着了什么魔,竟干出这等怪异之事?’ 他答道: ‘难道它们不是早已对我妄作伪证,大声叫嚷说我杀害了父亲吗?’ 在座之人对这番话深感诧异,便向国王告发;事情查证属实后,贝苏斯伏法受诛。

§9

ἀλλὰ ταῦτα μέν ἔφην ἡμεῖς λέγομεν, ὥσπερ ἠξίωται, γίγνεσθαί τινα τῆς τιμωρίας ἀναβολὴν ὑποθέμενοι τοῖς πονηροῖς· τὰ λοιπὰ δʼ Ἡσιόδου χρὴ νομίζειν ἀκροᾶσθαι, λέγοντος οὐχ Πλάτων ἀκόλουθον εἶναι τιμωρίαν ἀδικίας πάθην ἀλλʼ ἡλικιῶτιν ἐκ τῆς αὐτῆς ὁμόθεν χώρας καὶ ῥίζης συνυποφυομένην·2 ἡ γὰρ κακή φησὶ "βουλὴ τῷ βουλεύσαντι κακίστη·" καὶ "ὃς δʼ ἄλλῳ κακὰ τεύχει, ἑῷ κακὸν ἥπατι τεύχει." ἡ μὲν γὰρ κανθαρὶς ἐν αὑτῇ λέγεται τὸ βοηθητικὸν ἔκ τινος ἀντιπαθείας ἔχειν συγκεκραμένον ἡ δὲ πονηρία συγγεννῶσα τὸ λυποῦν ἑαυτῇ καὶ κολάζον, οὐχ ὕστερον ἀλλʼ ἐν αὐτῇ τῇ ὕβρει τὴν δίκην τοῦ ἀδικεῖν δίδωσι· καὶ τῷ μὲν σώματι τῶν κολαζομένων ἕκαστος κακούργων ἐκφέρει τὸν αὑτοῦ σταυρόν· ἡ δὲ κακία τῶν κολαστηρίων ἐφʼ ἑαυτὴν ἕκαστον ἐξ αὑτῆς τεκταίνεται, δεινοῦ τις οὖσα βίου δημιουργὸς οἴκτους σὺν αἰσχύνῃ φόβους τε πολλοὺς καὶ πάθη χαλεπὰ καὶ μεταμελείας καὶ ταραχὰς ἀπαύστους ἔχοντος. ἀλλʼ οὐδὲν ἔνιοι διαφέρουσι παιδαρίων, ἃ τοὺς κακούργους ἐν τοῖς θεάτροις θεώμενα πολλάκις ἐν χιτῶσι διαχρύσοις καὶ χλαμυδίοις ἁλουργοῖς ἐστεφανωμένους καὶ πυρριχίζοντας ἄγαται καὶ τέθηπεν ὡς μακαρίους ἄχρι οὗ κεντούμενοι καὶ μαστιγούμενοι καὶ πῦρ ἀνιέντες ἐκ τῆς ἀνθινῆς ἐκείνης καὶ πολυτελοῦς ἐσθῆτος ὀφθῶσιν. οἱ γὰρ πολλοὶ τῶν πονηρῶν οἰκίας περιβεβλημένοι μεγάλας καὶ ἀρχὰς καὶ δυνάμεις περιφανεῖς, λανθάνουσιν ὅτι κολάζονται πρὶν ἂν φθάσωσιν ἀποσφαγέντες ἢ κατακρημνισθέντες·3 ἅπερ ἄν τις οὐ τιμωρίαν εἴποι πέρας δὲ τιμωρίας καὶ συντέλειαν. ὥσπερ γὰρ Ἡρόδικον τὸν Σηλυμβριανὸν εἰς φθίσιν, ἀνήκεστον πάθος, ἐμπεσόντα καὶ μίξαντα πρῶτον ἀνθρώπων γυμναστικὴν ἰατρικῇ φησὶν ὁ Πλάτων μακρὸν ποιῆσαι τὸν θάνατον αὑτῷ καὶ τοῖς ὁμοίως νοσοῦσιν οὕτω καὶ τῶν πονηρῶν ὅσοι τὴν παραυτίκα πληγὴν ἐκφυγεῖν ἔδοξαν, οὐ μετὰ πλείονα χρόνον ἀλλʼ ἐν πλείονι χρόνῳ τιμωρίαν μακροτέραν οὐ βραδυτέραν τίνουσιν· οὐδὲ γηράσαντες ἐκολάσθησαν ἀλλʼ ἐγήρασαν κολαζόμενοι. λέγω δὲ πρὸς ἡμᾶς τὸν πολὺν χρόνον ἐπεὶ τοῖς γε θεοῖς πᾶν ἀνθρωπίνου βίου διάστημα τὸ μηδέν ἐστι· καὶ τὸ νῦν ἀλλὰ μὴ πρὸ ἐτῶν τριάκοντα τοιοῦτόν ἐστιν, οἷον τὸ δείλης ἀλλὰ μὴ πρωὶ στρεβλοῦν ἢ κρεμαννύναι τὸν πονηρόν, ἄλλως τε καὶ φρουρούμενον ἐν τῷ βίῳ καθάπερ εἱρκτῇ μηδεμίαν μετανάστασιν ἐχούσῃ μηδὲ διάφευξιν, εὐωχίας δὲ πολλὰς διὰ μέσου καὶ πραγματείας καὶ δόσεις καὶ χάριτας ἀμέλει καὶ παιδιάς, ὥσπερ ἐν δεσμωτηρίῳ κυβευόντων ἢ πεττευόντων, ὑπὲρ κεφαλῆς τοῦ σχοινίου κρεμαμένου.4

“然而,” 我说: “我们谈论这些,乃是基于通常的设想,假定对恶人的惩罚确有某种延宕。至于其余的道理,我们应当认为自己是在倾听赫西俄德之言,他认为不义之刑罚并非如柏拉图所说的那样是随后而来的受难,而是自同一处土壤与根系共同孕育并生的同龄伴侣。因为他说: ‘恶谋实为谋恶者自身之至恶;’ 又说: ‘为他人造恶者,实为自身心腹造恶。’ 因为据说芫青体内因某种相克相济之性而兼含解药,邪恶亦是自身孕育出折磨与惩罚自身的痛苦,并不在事后,而是在其狂暴的不义行径本身之中便已偿付了作恶的惩处。受刑的罪犯各自用身体背负自己的十字架,而恶德却从自身之中为自身打造每一种刑具,它乃是一种凄惨生活的缔造者,那生活充斥着伴随耻辱的哀号、重重恐惧、严酷痛苦、悔恨以及永无止息的骚动不安。然而有些人的见识与幼童毫无二致:幼童在剧场中常看到罪犯身穿金线织成的长袍与紫红短氅,头戴花冠,跳着皮利卡武舞,便钦羡敬畏,视之为享福之人,直待看见他们被针刺、遭鞭笞,甚至从那件华丽贵重的锦衣中喷吐出烈火。多数恶人身居豪宅,披戴高官显爵与赫赫威势,在被斩首或被推下悬崖之前,人们竟浑然不知他们早已在受罚;而这些终局之事,人们与其称之为刑罚,不如称之为刑罚的终结与完满。正如柏拉图所言,塞吕姆布里亚的希罗迪库斯患上了肺结核这种不治之症,却在人类中首创将体育与医学相结合,从而为自己和同样患病者拉长了死亡的过程;同样,在恶人之中,凡是看似逃脱了即时打击的人,并非在更久之后受罚,而是在更长的时间之中承受着更长久、而非更迟缓的刑罚;他们不是在年老之后受罚,而是在受罚之中老去。我所说的漫长时间是就我们人类而言,因为对神明来说,人生的一切跨度皆如无物;发生在当今而非三十年前,不过如同在傍晚而非早晨对恶人施以刑架酷刑或绞刑而已。更何况恶人在这如同绝无迁徙与逃遁可能的囚牢般的一生中受着看守,哪怕期间穿插着许多筵席、事务、赏赐、恩泽乃至嬉戏,其头上依然悬着绞索,犹如在牢房中掷骰赌博或下棋的人一般。”

语法注4 条
  1. 8Τὸ δʼ ἐν καιρῷ καὶ τρόπῳ τῷ προσήκοντι γενέσθαι τὰς τιμωρίας οὐ βέλτιον εἶναι νομίζεις τοῦ ταχὺ καὶ παραχρῆμα;

    整个句子的主干为定冠词不定式短语 Τὸ ... γενέσθαι τὰς τιμωρίας 作为 νομίζεις 的宾语(宾格不定式结构的宾格主语)。句末的 τοῦ ταχὺ καὶ παραχρῆμα 是比较属格,中性定冠词使副词短语名词化,意为“相比于迅速且即刻(发生)”。

  2. 553eλέγοντος οὐχ Πλάτων ἀκόλουθον εἶναι τιμωρίαν ἀδικίας πάθην ἀλλʼ ἡλικιῶτιν ἐκ τῆς αὐτῆς ὁμόθεν χώρας καὶ ῥίζης συνυποφυομένην

    手抄本所传作 οὐχ Πλάτων,语法上省去了 ὡς,理解为“并非如柏拉图所说”。在依赖 λέγοντος 的间接引语中,τιμωρίαν 是不定式 εἶναι 的宾格主语,而 ἀκόλουθον ... πάθην 与 ἡλικιῶτιν ... συνυποφυομένην 则作为由 οὐχ ... ἀλλʼ 相对照的表语宾格。

  3. 554cλανθάνουσιν ὅτι κολάζονται πρὶν ἂν φθάσωσιν ἀποσφαγέντες ἢ κατακρημνισθέντες

    动词 λανθάνω 通常接补充补足分词,但此处后接 ὅτι 从句,意为“人们未曾察觉他们正遭受惩处”。从句中 πρὶν ἂν φθάσωσιν 与补充性分词(ἀποσφαγέντες, κατακρημνισθέντες)搭配使用,表示“在他们被斩首或推下悬崖之前”。

  4. 554dὥσπερ ἐν δεσμωτηρίῳ κυβευόντων ἢ πεττευόντων, ὑπὲρ κεφαλῆς τοῦ σχοινίου κρεμαμένου.

    句末的 ὥσπερ ... κυβευόντων ἢ πεττευόντων 与 ὑπὲρ κεφαλῆς τοῦ σχοινίου κρεμαμένου 均为独立属格结构。前者比喻恶人在生之囚牢中寻欢作乐“犹如在狱中掷骰下棋之人”,后者则作为伴随状况,生动勾勒出头顶绞索低垂的危难景象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:8-9