- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐述刑罚早在作恶后伴随的恐惧与良心折磨中便已开始,并列举阿波罗多洛斯、希帕耳库斯与保萨尼亚斯所见的可怕梦境与幻象作为例证。
καίτοι τί κωλύει μηδὲ τοὺς ἐπὶ θανάτῳ καθειργνυμένους φάναι κολάζεσθαι, μέχρι οὗ τις ἀποκόψῃ τὸν τράχηλον, μηδὲ τὸν πεπωκότα τὸ κώνειον εἶτα περιιόντα καὶ προσμένοντα βάρος ἐγγενέσθαι τοῖς σκέλεσιν αὑτοῦ πρὶν ἢ τὴν συνάπτουσαν ἀναισθησίᾳ σβέσιν καὶ πῆξιν καταλαβεῖν, εἰ τὸν ἔσχατον τῆς τιμωρίας καιρὸν ἡγούμεθα τιμωρίαν τὰ δʼ ἐν μέσῳ παθήματα καὶ φόβους καὶ προσδοκίας καὶ μεταμελείας, οἷς ἀδικήσας ἕκαστος ἐνέχεται τῶν πονηρῶν, παραλείπομεν ὥσπερ ἰχθὺν καταπεπωκότα τὸ ἄγκιστρον οὐ φάσκοντες ἑαλωκέναι πρὶν ὑπὸ τῶν μαγείρων ὀπτώμενον ἴδωμεν ἢ κατατεμνόμενον; ἔχεται γὰρ ἕκαστος ἀδικήσας τῇ δίκῃ καὶ τὸ γλυκὺ τῆς ἀδικίας ὥσπερ δέλεαρ εὐθὺς ἐξεδήδοκε, τὸ δὲ συνειδὸς ἐγκείμενον ἔχων καὶ ἀποτῖνον1 "θύννος βολαῖος πέλαγος ὣς διαστροβεῖ." ἡ γὰρ ἰταμότης ἐκείνη καὶ τὸ θρασὺ τῆς κακίας ἄχρι τῶν ἀδικημάτων ἰσχυρόν ἐστι καὶ πρόχειρον, εἶτα τοῦ πάθους ὥσπερ πνεύματος ὑπολείποντος, ἀσθενὲς καὶ ταπεινὸν ὑποπίπτει τοῖς φόβοις καὶ ταῖς δεισιδαιμονίαις· ὥστε πρὸς τὰ γιγνόμενα καὶ πρὸς τὴν ἀλήθειαν ἀποπλάττεσθαι τὸ τῆς Κλυταιμνήστρας ἐνύπνιον τὸν Στησίχορον, οὑτωσί πως λέγοντα "τᾷ δὲ δράκων ἐδόκησεν μολεῖν κάρα βεβροτωμένος ἄκρον, ἐκ δʼ ἄρα τοῦ βασιλεὺς Πλεισθενίδας ἐφάνη." καὶ γὰρ ὄψεις ἐνυπνίων καὶ φάσματα μεθημερινὰ καὶ χρησμοὶ καὶ καταιβασίαι, καὶ ὅ τι δόξαν ἔσχεν αἰτίᾳ θεοῦ περαίνεσθαι, χειμῶνας ἐπάγει καὶ φόβους τοῖς οὕτω διακειμένοις. οἷόν φασιν Ἀπολλόδωρόν ποτε κατὰ τοὺς ὕπνους ὁρᾶν ἐκδερόμενον ἑαυτὸν ὑπὸ Σκυθῶν εἶτα καθεψόμενον, τὴν δὲ καρδίαν ἐκ τοῦ λέβητος ὑποφθεγγομένην καὶ λέγουσαν ἐγώ σοι τούτων αἰτία· καὶ πάλιν τὰς θυγατέρας διαπύρους καὶ φλεγομένας τοῖς σώμασι κύκλῳ περὶ αὐτὸν περιτρεχούσας Ἵππαρχον δὲ τὸν Πεισιστράτου,2 μικρὸν ἔμπροσθεν τῆς τελευτῆς αἷμα προσβαλοῦσαν αὐτῷ τὴν Ἀφροδίτην ἔκ τινος φιάλης πρὸς τὸ πρόσωπον· οἱ δὲ Πτολεμαίου τοῦ Κεραυνοῦ φίλοι καλούμενον αὐτὸν ἑώρων ἐπὶ δίκην ὑπὸ Σελεύκου, γυπῶν καὶ λύκων δικαζόντων, καὶ κρέα πολλὰ τοῖς πολεμίοις διανέμοντα. Παυσανίας δὲ Κλεονίκην ἐν Βυζαντίῳ παρθένον ἐλευθέραν ὕβρει μεταπεμψάμενος ὡς ἕξων διὰ νυκτός, εἶτα προσιοῦσαν ἔκ τινος ταραχῆς καὶ ὑποψίας ἀνελὼν, ἑώρα πολλάκις ἐν τοῖς ὕπνοις λέγουσαν αὐτῷ "βαῖνε δίκης ἆσσον· μάλα τοι κακὸν ἀνδράσιν ὕβρις "οὐ παυομένου δὲ τοῦ φάσματος, ὡς ἔοικε, πλεύσας ἐπὶ τὸ ψυχοπομπεῖον, εἰς Ἡράκλειαν ἱλασμοῖς τισι καὶ χοαῖς ἀνεκαλεῖτο τὴν ψυχὴν τῆς κόρης· ἐλθοῦσα δʼ εἰς ὄψιν εἶπεν, ὅτι παύσεται τῶν κακῶν, ὅταν ἐν Λακεδαίμονι γένηται· γενόμενος δʼ εὐθὺς ἐτελεύτησεν.
然而,如果我们把刑罚的最终时刻视为刑罚本身,却略过其间的受难、恐惧、预期以及悔恨——每个作恶之人在行不义之后皆陷入其中——恰如一条吞了钓钩的鱼,在看见它被厨师烤熟或切块之前硬说它尚未被捕获一样,那么又有什么能阻止我们说:被判死刑关押起来的人,在有人砍下其脖颈之前都算不上受罚;服下毒芹汁后四处走动、等待双腿变沉重的人,在那伴随麻木的冷却凝固袭来之前也算不上受罚呢?因为每个作恶之人皆已被正义捕获,他如同吞下鱼饵般立时吃尽了不义的甘甜,随后良心重重压迫着他并索要报应,他便“如中枪的金枪鱼在海潮中翻滚挣扎。” 因为恶德那种狂妄与鲁莽,直到罪行发生之时都是强劲且随手可取的;但随后激情如风势般衰退,它便在恐惧与迷信面前衰颓卑屈地下跪。因此,斯忒西霍罗斯乃是依照现实事态与真相塑造了克吕泰墨斯特拉的梦境,他大约是这样说的: “在她看来,有一条巨蛇游来,头顶染满了鲜血, 随后从中霍然显现出普利斯忒涅斯家族的王者。” 事实上,梦中幻象、白昼魅影、神谕、雷击,以及凡被认为是由神明之因所促成的事物,都会给处于这种境地的人带来狂风骤雨和极度惊恐。例如,据说阿波罗多洛斯曾在梦中看见自己被斯基泰人剥皮,随后置于锅中烹煮,而他的心脏从釜中发出微弱的声音说道: “我对你而言便是这一切的根源;”接着他又看见自己的女儿们浑身烈火灼烧,围着他一圈圈奔跑。庇西特拉图之子希帕耳库斯在临死前不久,梦见阿佛洛狄忒从一只碗中将鲜血泼向他的面孔。托勒密·克劳诺斯的朋友们则梦见他被塞琉古传唤受审,秃鹫与群狼充当法官,他正把许多肉分发给敌人们。至于保萨尼亚斯,在拜占庭出于狂暴侮慢征召了自由出身的少女克莱奥妮克,意图留宿过夜,随后因某种惊慌与猜忌杀害了正走近的她,此后他便常常在梦中看见她对自己说道: “走向正义受审吧;傲慢对于男子实为大害。” 由于这亡魂纠缠不休,他似乎便乘船前往赫拉克勒亚的降神所,以某些抚慰之礼与奠祭召回那少女的亡魂。少女现形相见,告诉他只要到了拉刻代蒙便能脱离灾祸;而他刚一抵达,便随即死去。
- 554eτὸ δὲ συνειδὸς ἐγκείμενον ἔχων καὶ ἀποτῖνον
语法上,τὸ συνειδός(良心、罪疚感)作 ἔχων 的宾语,而分词 ἐγκείμενον(压迫)与 ἀποτῖνον(索取报应、惩处)则赋予良心以能动的惩罚者功能。整句表示作恶者处于“良心沉重压迫并索求报应”的持续精神折磨之中。
- 555bἽππαρχον δὲ τὸν Πεισιστράτου
宾格 Ἵππαρχον 承接了前文 οἷόν φασιν Ἀπολλόδωρόν ποτε... ὁρᾶν 所确立的宾格加不定式间接引语结构,省略了动词 ὁρᾶν(或 ἑωρακέναι)。句子骨架为:“[人们说]庇西特拉图之子希帕耳库斯[看见]阿佛洛狄忒将鲜血泼向他的面孔”。
