- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
对话者援引历史与神话事例论证:神明延缓惩罚,或是为了等待恶人日后发挥有益的作用、作为苦药惩治净化腐败的城邦,或是为了等待其宗族中诞生出卓越造福的后代。
ταῦτα μὲν οὖν ταύτῃ· τὸν δʼ ἐν Αἰγύπτῳ νόμον ἆρʼ οὐκ εἰκότως ὑμῖν ἀπογράψασθαι δοκοῦσιν ἔνιοι τῶν Ἑλλήνων, ὃς κελεύει τὴν ἔγκυον, ἂν ἁλῷ θανάτου, μέχρι τέκῃ, φυλάττειν; πάνυ μὲν οὖν ἔφασαν· εἶπον οὖν ἐγώ ἐὰν δὲ παιδία μὴ κύῃ τις, ἀλλὰ πρᾶξιν ἢ βουλὴν ἀπόρρητον εἰς φῶς ἡλίου δυνατὸς ᾖ προαγαγεῖν χρόνῳ καὶ ἀναδεῖξαι, κακόν τι μηνύσας λανθάνον ἢ σωτηρίου γνώμης γενόμενος σύμβουλος ἢ χρείας εὑρετὴς ἀναγκαίας, οὐκ ἀμείνων ὁ περιμείνας τῆς τιμωρίας τὸ χρήσιμον τοῦ προανελόντος;1 ἐμοὶ μὲν γάρ ἔφην δοκεῖ. καὶ ἡμῖν ὁ Πατροκλέας εἶπεν. ὀρθῶς ἔφην. σκόπει γάρ, εἰ Διονύσιος ἐν ἀρχῇ τῆς τυραννίδος ἔδωκε δίκην, ὡς οὐδεὶς ἂν Ἑλλήνων ᾤκει Σικελίαν ἀνάστατον ὑπὸ Καρχηδονίων γενομένην, ὥσπερ οὐδʼ Ἀπολλωνίαν οὐδʼ Ἀνακτόριον οὐδὲ τὴν Λευκαδίων χερρόνησον ᾤκουν ἂν Ἕλληνες, εἰ μὴ Περίανδρος ἐκολάσθη μετὰ πολὺν χρόνον. οἶμαι δὲ καὶ Κασάνδρῳ γενέσθαι τῆς δίκης ἀναβολήν, ὅπως αἱ Θῆβαι συνοικῶνται πάλιν. τῶν δὲ τουτὶ τὸ ἱερὸν συγκαταλαβόντων ξένων οἱ πολλοὶ Τιμολέοντι συνδιαβάντες εἰς Σικελίαν, ὅτε Καρχηδονίους ἐνίκησαν καὶ κατέλυσαν τὰς τυραννίδας ἐξώλοντο καὶ αὐτοὶ κακοὶ κακῶς ὕστερον. ἐνίοις γὰρ ἀμέλει καὶ κολασταῖς ἑτέρων πονηρῶν οἷον δημοκοίνοις ἀπεχρήσατο τὸ δαιμόνιον, εἶτʼ ἐπέτριψε, καθάπερ οἶμαι τοὺς πλείστους τυράννους. ὥσπερ γὰρ ὑαίνης χολὴ καὶ φώκης πυτία, θηρίων τἄλλα μιαρῶν, ἔχουσί τι πρὸς τὰς νόσους χρήσιμον, οὕτως ἐνίοις δηγμοῦ δεομένοις καὶ κολάσεως ἐμβαλὼν ὁ θεὸς πικρίαν τινὰ τυράννου δυσμείλικτον καὶ τραχύτητα χαλεπὴν ἄρχοντος, οὐ πρότερον ἐξεῖλε τὸ λυποῦν καὶ ταράττον ἢ τὸ νοσοῦν ἀπαλλάξαι καὶ καθῆραι.2 τοιοῦτο καὶ Φάλαρις ἦν Ἀκραγαντίνοις· φάρμακον καὶ Ῥωμαίοις Μάριος. Σικυωνίοις δὲ καὶ διαρρήδην ὁ θεὸς προεῖπε μαστιγονόμων δεῖσθαι τὴν πόλιν, ὅτι Τελητίαν παῖδα στεφανούμενον ἐν Πυθίοις ἀφαιρούμενοι Κλεωναίων, ὡς ἴδιον πολίτην διέσπασαν. ἀλλὰ Σικυωνίοις μὲν Ὀρθαγόρας γενόμενος τύραννος καὶ μετʼ ἐκεῖνον οἱ περὶ Μύρωνα καὶ Κλεισθένη τὴν ἀκολασίαν ἔπαυσαν· Κλεωναῖοι δὲ τῆς αὐτῆς οὐ τυχόντες ἰατρείας εἰς τὸ μηδὲν ἥκουσι. καὶ Ὁμήρου δέ που λέγοντος ἀκούετε "τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων παντοίην ἀρετήν·" καίτοι λαμπρὸν οὐδὲν οὐδʼ ἐκπρεπὲς ἔργον ἐκεῖνος ὁ τοῦ Κοπρέως παρέσχεν· ἀλλὰ τὸ Σισύφου καὶ τὸ Αὐτολύκου καὶ τὸ Φλεγύου γένος ἤνθησεν ἐν δόξαις καὶ ἀρεταῖς μεγάλων βασιλέων. γέγονε δὲ καὶ Περικλῆς Ἀθήνησιν ἐναγοῦς οἰκίας· καὶ Πομπήιος Μάγνος ἐν Ῥώμῃ Στράβωνος ἦν υἱός, οὗ τὸν νεκρὸν ὁ Ῥωμαίων δῆμος ὑπὸ μίσους ἐξέβαλε καὶ κατεπάτησε. τί οὖν ἄτοπον, εἰ, καθάπερ γεωργὸς οὐκ ἐκκόπτει τὴν ἄκανθαν ἂν μὴ λάβῃ τὸν ἀσπάραγον οὐδʼ οἱ Λίβυες τὸ φρύγανον ἐπικάουσι πρότερον ἢ τὸ λήδανον ἀπʼ αὐτοῦ συναγαγεῖν, οὕτως ὁ θεὸς ἐνδόξου καὶ βασιλικοῦ γένους ῥίζαν πονηρὰν καὶ τραχεῖαν οὐκ ἀναιρεῖ πρότερον ἢ φῦναι τὸν προσήκοντα καρπὸν ἀπʼ αὐτῆς; μυρίας γὰρ Ἰφίτου βοῦς καὶ ἵππους ἀπολέσθαι κρεῖττον ἦν Φωκεῦσι καὶ πλείονα χρυσὸν ἐκ Δελφῶν οἴχεσθαι καὶ ἄργυρον, ἢ μήτʼ Ὀδυσσέα μήτʼ Ἀσκληπιὸν φῦναι3 μήτε τοὺς ἄλλους ἐκ κακῶν καὶ πονηρῶν ἄνδρας ἀγαθοὺς καὶ μεγαλωφελεῖς γενομένους.
“那么,关于这一点就谈到这里。但是,埃及的那条命令将判处死刑的孕妇羁押至分娩为止的法律,你们难道不认为某些希腊人将它抄录采纳是十分合情合理的吗?” “确凿无疑。” 他们回答道。于是我说: “那么,如果某人怀着的不是婴儿,而是能够随着时间的推移,将某种隐秘的行径或谋划引向阳光之下予以揭示——或是揭发了潜藏的灾祸,或是成为了救亡图存之策的谋士,或是重大实用之需的发现者——那么,等待刑罚所能带来的益处之人,难道不比预先将其剪除之人更为高明吗?因为在我看来,”我说,“事情确是如此。” “我们亦作如是观。” 帕特罗克勒阿斯说。 “正是如此,”我说: “且看,如果狄奥尼修斯在僭主统治之初就受到了惩处,那么在被迦太基人彻底荡平之后,西西里便不会再有一个希腊人居住;正如若非佩里安德在历经漫长岁月之后才遭惩处,希腊人也不会居住在阿波罗尼亚、阿纳克托里翁或琉卡斯半岛上。我也认为,惩罚之所以对卡山德有所延宕,正是为了使忒拜能够得以重建。至于合伙占领这座圣所的雇佣兵,大部分与梯摩里昂一同渡海前往西西里,在打败迦太基人并推翻各僭主政权之后,这些恶人后来自己亦遭到了恶报而惨死。因为神明固然利用了某些人作为惩办其他恶人的惩罚者,犹如城邦的刽子手一般,随后便将他们毁灭,正如我认为大多数僭主的命运一样。因为正如鬣狗的胆汁与海豹的凝乳——这些兽类在其他方面令人厌恶——对于医治疾病却具有某种功用,同样,神对某些需要针砭与惩处的群体,降下僭主那难以抚慰的刻毒与统治者严苛的粗暴,而在消除病患、予以净化之前,并不提前除掉那带来痛苦与骚乱之物。法拉里斯对于阿克拉加斯人便是如此一剂苦药,马略对于罗马人亦然。神明甚至曾明确向西库昂人预言,他们的城邦需要执鞭之人,因为他们在皮提亚竞技会上从克勒奥奈人手中抢夺正在加冕的少年特勒提亚斯时,声称他是自邦公民,竟将他撕成了碎片。然而在西库昂人中,奥尔塔戈拉斯成为僭主,其后的米隆与克利斯提尼等人止息了放纵;而克勒奥奈人未曾得到同样的治疗,便沦于湮没。想必你们也听过荷马所言: ‘由他,一位卑劣得多的父亲,生下了一个在各方面 都更为出众的儿子。’ 虽然科普柔斯的那个儿子并未建树任何显赫或卓越的功业;但西绪福斯、奥托吕科斯与弗勒古阿斯的家族,却在伟大君王们的荣耀与德性中繁盛兴旺。伯里克利在雅典亦出身于背负诅咒的家族;庞培大帝在罗马也是斯特拉博之子,罗马民众出于仇恨曾将后者的尸体抛弃并践踏。那么,若如同农夫在采得芦笋之前不会砍除荆棘,利比亚人在从中收集岩蔷薇树脂之前不会焚毁灌木一样,神亦不除灭显赫王者世系的邪恶粗粝之根,直待其结出应有的果实,这又有何荒谬之处呢?因为,对于福基斯人而言,哪怕伊菲托斯的数万牛马化为乌有,更多的金银从德尔斐流失,也远远好过奥德修斯或阿斯克勒庇俄斯未曾降世,或者其他那些虽由险恶之辈所生、却成为善良而造福深远的伟人未曾出生。”
- 552eοὐκ ἀμείνων ὁ περιμείνας τῆς τιμωρίας τὸ χρήσιμον τοῦ προανελόντος;
由两个实质化分词 ὁ περιμείνας(等待者)与表示比较的属格 τοῦ προανελόντος(预先剪除者)构成的比较句。τῆς τιμωρίας 作为属格修饰中性名词化形容词 τὸ χρήσιμον(益处/功用),表示“刑罚所带来的益处”或“在施罚中所产生的效用”。
- 553aἐμβαλὼν ὁ θεὸς πικρίαν τινὰ τυράννου δυσμείλικτον καὶ τραχύτητα χαλεπὴν ἄρχοντος, οὐ πρότερον ἐξεῖλε τὸ λυποῦν καὶ ταράττον ἢ τὸ νοσοῦν ἀπαλλάξαι καὶ καθῆραι.
分词 ἐμβαλὼν 与主语 ὁ θεός 一致,引出主谓结构 οὐ πρότερον ἐξεῖλε ... ἤ(直到……才除掉 / 在……之前并未除掉)。在 πρότερον ... ἤ 句式中,ἤ 引导不定式 ἀπαλλάξαι καὶ καθῆραι,其逻辑主语为神;τὸ νοσοῦν 是中性实质化分词,作其宾语(“患病的部分/病态”)。
- 553cμυρίας γὰρ Ἰφίτου βοῦς καὶ ἵππους ἀπολέσθαι κρεῖττον ἦν Φωκεῦσι καὶ πλείονα χρυσὸν ἐκ Δελφῶν οἴχεσθαι καὶ ἄργυρον, ἢ μήτʼ Ὀδυσσέα μήτʼ Ἀσκληπιὸν φῦναι
非人称未完成式 κρεῖττον ἦν(本更好/宁愿)表示与过去事实相反的虚拟判断,按惯用法不带 ἄν。作为主语的带对格不定式短语(βοῦς ... ἀπολέσθαι 与 χρυσὸν ... οἴχεσθαι)通过比较连接词 ἤ 与后面的否定不定式短语(μήτʼ Ὀδυσσέα ... φῦναι)进行对比,意为“与其奥德修斯等人未曾降生,不如福基斯人遭受牛马与金银的损失”。
