← 普鲁塔克

论神罚的延迟

§6

神明鉴察悔改之机与惩罚的宽限

人类的惩罚仅停留在施加苦难的报复上,而神明则能明察灵魂的转向可能,给予那些并非不可救药之人悔改的时间。正如历史上的杰出领袖多在年轻时的动荡与过失后成就大业,神亦会耐心等待卓越天性成熟并结出善果的时机。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

δεύτερον τοίνυν τοῦτο διανοηθῶμεν, ὡς αἱ μὲν δικαιώσεις αἱ παρʼ ἀνθρώπων μόνον ἔχουσαι τὸ ἀντιλυποῦν ἔργον ἐν τῷ κακῶς τὸν δεδρακότα παθεῖν ἵστανται,1 περαιτέρω δʼ οὐκ ἐξικνοῦνται· διὸ τοῖς ἁμαρτήμασι κυνὸς δίκην ἐφυλακτοῦσαι κατακολουθοῦσι καὶ τὰς πράξεις ἐκ ποδὸς ἐπιδιώκουσι· τὸν θεὸν δʼ εἰκός, ἧς ἂν ἐφάπτηται τῇ δίκῃ ψυχῆς νοσούσης, τά τε πάθη διορᾶν, εἴ πή τι καμπτόμενα πρὸς μετάνοιαν ἐνδίδωσι, καὶ χρόνον διδόναι οἷς οὐκ ἄκρατος οὐδʼ ἄτρεπτος ἡ κακία πέφυκε προσιζάνειν. ἅτε γὰρ εἰδώς, ὅσην μοῖραν ἀρετῆς ἀπʼ αὐτοῦ φερόμεναι πρὸς γένεσιν αἱ ψυχαὶ βαδίζουσι, καὶ τὸ γενναῖον ὡς ἰσχυρὸν αὐταῖς καὶ οὐκ ἐξίτηλον ἐμπέφυκεν, ἐξανθεῖ δὲ τὴν κακίαν παρὰ φύσιν ὑπὸ τροφῆς καὶ ὁμιλίας φαύλης φθειρόμενον εἶτα θεραπευθὲν ἐνίοις καλῶς ἀπολαμβάνει τὴν προσήκουσαν ἕξιν, οὐ πᾶσι κατεπείγει τὴν τιμωρίαν ὁμοίως· ἀλλὰ τὸ μὲν ἀνήκεστον εὐθὺς ἐξεῖλε τοῦ βίου καὶ ἀπέκοψεν, ὡς ἑτέροις γε πάντως βλαβερὸν αὑτῷ τε βλαβερώτατον ἀεὶ συνεῖναι μετὰ πονηρίας· οἷς δʼ ὑπʼ ἀγνοίας τοῦ καλοῦ μᾶλλον ἢ προαιρέσει τοῦ αἰσχροῦ τὸ ἁμαρτητικὸν εἰκὸς ἐγγεγονέναι, δίδωσι μεταβαλέσθαι χρόνον. ἐὰν δʼ ἐπιμένωσι, καὶ τούτοις ἀπέδωκε τὴν δίκην· οὐ γάρ που δέδιε, μὴ διαφύγωσι. σκόπει δʼ ὅσαι μεταβολαὶ γεγόνασιν εἰς ἦθος ἀνδρῶν καὶ βίον· ᾗ καὶ τρόπος ὠνομάσθη τὸ μεταβάλλον αὐτοῦ καὶ ἦθος,2 ὡς πλεῖστον αὐτοῦ ἐνδύεται τὸ ἔθος καὶ κρατεῖ μάλιστα καθαπτόμενον. οἶμαι μὲν οὖν καὶ τὸν Κέκροπα διφυᾶ προσαγορεῦσαι τοὺς παλαιούς, οὐχ ὡς ἔνιοι λέγουσιν ἐκ χρηστοῦ βασιλέως ἄγριον καὶ δρακοντώδη γενόμενον τύραννον, ἀλλὰ τοὐναντίον ἐν ἀρχῇ σκολιὸν ὄντα καὶ φοβερόν, εἶθʼ ὕστερον ἄρξαντα πράως καὶ φιλανθρώπως. εἰ δὲ τοῦτʼ ἄδηλον, ἀλλὰ Γέλωνά γʼ ἴσμεν καὶ Ἱέρωνα τοὺς Σικελιώτας καὶ Πεισίστρατον τὸν Ἱπποκράτους, ὅτι πονηρίᾳ κτησάμενοι τυραννίδας ἐχρήσαντο πρὸς ἀρετὴν αὐταῖς, καὶ παρανόμως ἐπὶ τὸ ἄρχειν ἐλθόντες ἐγένοντο μέτριοι καὶ δημωφελεῖς ἄρχοντες, οἱ μὲν εὐνομίαν τε πολλὴν καὶ γῆς ἐπιμέλειαν παρασχόντες αὐτούς τε σώφρονας τοὺς πολίτας καὶ φιλεργοὺς ἐκ πολυτελῶν καὶ λάλων κατασκευάσαντες Γέλων δὲ καὶ προπολεμήσας ἄριστα καὶ κρατήσας μάχῃ μεγάλῃ Καρχηδονίων οὐ πρότερον εἰρήνην ἐποιήσατο πρὸς αὐτοὺς δεομένους ἢ καὶ τοῦτο ταῖς συνθήκαις περιλαβεῖν, ὅτι παύσονται τὰ τέκνα τῷ Κρόνῳ καταθύοντες. ἐν δὲ Μεγαλοπόλει Λυδιάδας ἦν τύραννος, εἶτʼ ἐν αὐτῷ τῷ τυραννεῖν μεταβαλόμενος καὶ δυσχεράνας τὴν ἀδικίαν ἀπέδωκε μὲν τοὺς νόμους τοῖς πολίταις, μαχόμενος δὲ πρὸς τοὺς πολεμίους ὑπὲρ τῆς πατρίδος ἐπιφανῶς ἔπεσεν. εἰ δέ τις ἢ τύραννον ἀπέκτεινε Μιλτιάδην ἐν Χερρονήσῳ πρότερον, ἢ Κίμωνα συνόντα τῇ ἀδελφῇ διώξας εἷλεν, ἢ Θεμιστοκλέους ἐφʼ οἷς ἀσελγαίνων ἐκώμαζε καὶ ὕβριζε διʼ ἀγορᾶς ἀφείλετο τὴν πόλιν, ὡς ὕστερον Ἀλκιβιάδου, γραψάμενος, ἆρʼ οὐκ ἂν ἀπωλώλεσαν ἡμῖν οἱ Μαραθῶνες οἱ Εὐρυμέδοντες3 τὸ καλὸν Ἀρτεμίσιον "ὅθι παῖδες Ἀθηναίων ἐβάλοντο φαεννὰν κρηπῖδʼ ἐλευθερίας;" οὐδὲν γὰρ αἱ μεγάλαι φύσεις μικρὸν ἐκφέρουσιν οὐδʼ ἀργεῖ διʼ ὀξύτητα τὸ σφοδρὸν ἐν αὐταῖς καὶ δραστήριον, ἀλλʼ ἐν σάλῳ διαφέρονται, πρὶν εἰς τὸ μόνιμον καὶ καθεστηκὸς ἦθος ἐλθεῖν. ὥσπερ οὖν ὁ γεωργίας ἄπειρος οὐκ ἂν ἀσπάσαιτο χώραν ἰδὼν λόχμης ἔμπλεων δασείας καὶ φυτῶν ἀγρίων καὶ θηρία πολλὰ καὶ ῥεύματα καὶ πολὺν ἔχουσαν πηλόν, ἀλλὰ τῷ μεμαθηκότι διαισθάνεσθαι καὶ κρίνειν, αὐτὰ ταῦτα τὴν ἰσχὺν καὶ,πάνθʼ ὅσʼ ὑποδείκνυσι καὶ τὴν μαλακότητα τῆς γῆς· οὕτως ἄτοπα πολλὰ καὶ φαῦλα προεξανθοῦσιν αἱ μεγάλαι φύσεις, ὧν ἡμεῖς μὲν εὐθὺς τὸ τραχὺ καὶ νύττον οὐ φέροντες ἀποκόπτειν οἰόμεθα δεῖν καὶ κολούειν· ὁ δὲ βελτίων κριτὴς καὶ ἀπὸ τούτων ἐνορῶν τὸ χρηστὸν καὶ γενναῖον, περιμένει λόγου καὶ ἀρετῆς συνεργὸν ἡλικίαν καὶ ὥραν, ᾗ τὸν οἰκεῖον ἡ φύσις καρπὸν ἀποδίδωσι.

那么,让我们来思考第二点:人间的惩治仅仅具有报复还击的作用,止步于使作恶者遭受痛苦,而不能更进一步;因此,人间的惩治宛如猎犬一般,吠叫着紧咬罪过,尾随其后紧追行径。然而神在以正义触及患病的灵魂时,理所当然会洞察其情念,看这些情念是否在某种程度上有所屈从以转向悔悟,并给那些恶德并非纯粹、亦非生来不可改变地附着于身的人留出时间。因为神明深知,灵魂在走向受生之际从祂那里携带着多么大的一份德性,深知潜植于其内部的高贵品质是何等强大而难以磨灭;而这品质虽因不良的教养与交往受到败坏,反常地滋生出恶德,但随后在经过医治后,在某些人身上仍能妥善恢复其应有的品质状态,是以神并不对所有人一律急促施加刑罚。反之,对于无可救药者,祂便立即将其从生命中清除并剪除,因为始终带着邪恶生活终究对他人有害,对自己更是最为有害;但对于那些过失的产生更可能是由于对美善的无知而非对丑恶的蓄意选择之人,祂则给予时间使其转变。如果他们依然执迷不悟,祂最终亦会给这些人施加公道;因为神绝无担忧他们会逃脱之虞。 且看人们的品性与生活中发生过多少转变!正因如此,人身上发生转变的部分被称为“变向”(tropos),又被称为“性格”(ēthos),因为习俗习惯(ethos)最深地浸润其中,并在抓住它时产生最大的支配力。因此我认为,古人将刻克罗普斯称为“双形”,并非如某些人所说是因为他由贤良的国王变成了凶残如龙的僭主,反而恰恰相反,是因为他起初邪曲可怖,后来却温和而仁厚地实行统治。即便此事未定,但我们至少知晓西西里的耶隆与希埃隆,以及希波克拉底之子庇西特拉图,他们虽以奸恶手段攫取僭主之位,却将权力用于行德;虽非法取得统治权,却成为有节制而造福城邦的统治者,他们不仅带来了井然的法治与对田地的关照,更将原本奢靡多言的公民塑造成审慎勤劳之人。耶隆不仅在对外战争中战功卓著,在大战中击溃迦太基人,甚至在对方乞和时,直到在条约中载明迦太基人须停止向克洛诺斯献祭婴儿这一项,才与他们讲和。而在美格罗波利斯,吕狄亚达斯曾是僭主,但随后在身为僭主之时洗心革面,憎恶不义,遂将法律还给公民,并在为祖国抵御外敌的战斗中英勇战死。 如果当年有人及早杀死了在切尔索尼斯身为僭主的米太亚得,或是控告与胞妹同居的客蒙并将其定罪,或是如同后来对待阿尔西比亚德那样,将塞米斯托克勒斯因其在市集上放肆狂欢胡闹而起诉并逐出城邦,那么马拉松、欧里梅敦的伟业,以及那秀丽的阿提米西安—— “雅典的子孙在那里奠定了自由的璀璨基石” ——难道不就早已对我们荡然无存了吗?因为伟大的天资绝不结出渺小的果实,其内部热烈而富有行动力的品质亦不会因其锐利而闲置,反而在进入持久而安定的品性之前,必经历动荡漂泊。正如不谙农事之人若见土地布满茂密丛林与野草,野兽出没、溪流湍急且泥泞不堪,必不会感到欣喜;但对于懂得明察与判断之人而言,恰恰是这些迹象显示了土壤的力量、丰饶与柔润;同样,伟大的天性早期亦会绽放出许多怪诞与恶劣的萌芽,我们往往无法忍受其粗粝与刺痛,便以为应当立即将其剪除斫伐;但更卓越的审判者却能从中洞察到善良与高贵,祂等待着与理智及德性相辅相成的年龄与时节,而在那时,自然天性便会结出自己当有的硕果。

语法注3 条
  1. 6ἐν τῷ κακῶς τὸν δεδρακότα παθεῖν ἵστανται

    动词 ἵσταμαι 与介词短语 ἐν τῷ + 不定式(此处为 παθεῖν)结合,意为“止步于……”、“停留在……”。后文紧随的 περαιτέρω δʼ οὐκ ἐξικνοῦνται(不再更进一步)对此做出了同义解释。τὸν δεδρακότα 是不定式 παθεῖν 的逻辑主语(宾格)。

  2. 551eᾗ καὶ τρόπος ὠνομάσθη τὸ μεταβάλλον αὐτοῦ καὶ ἦθος

    由关系副词 ᾗ(“因此”)引导的分句,对人类灵魂中可变部分的命名作出了词源学解释。主语是 τὸ μεταβάλλον αὐτοῦ(“其发生转变的部分”),表语名词并列为 τρόπος 与 ἦθος。接下来的 ὡς 从句解释了 ἦθος 源自 ἔθος(“习俗、习惯”)的古代通识(亚里士多德等人亦有类似词源论述)。

  3. 552bἆρʼ οὐκ ἂν ἀπωλώλεσαν ἡμῖν οἱ Μαραθῶνες οἱ Εὐρυμέδοντες

    前文与过去事实相反的条件从句(εἰ δέ τις... ἀπέκτεινε... εἷλεν... ἀφείλετο)的主句(结语)。小辞 ἄν 与直陈式过去完成时(ἀπωλώλεσαν)结合,表示与过去事实相反的结果。专有名词复数化(οἱ Μαραθῶνες, οἱ Εὐρυμέδοντες)是修辞上的借代,指代“马拉松战役般的伟业”与“欧里梅敦般的辉煌胜利”。代词 ἡμῖν 为利害与格(“对我们而言荡然无存”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:6