← 普鲁塔克

论神罚的延迟

§5

作为德性典范的神与惩治迟延的教化

叙述者指出神将自身设立为人类效仿的德性典范,解释神对恶人的迟缓惩治旨在戒除人类复仇时的盲目与狂暴,并教导审慎与温和。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

ταῦτα δʼ οὐκ ἀποδράσεως πρόφασίς ἐστιν ἀλλὰ συγγνώμης αἴτησις, ὅπως ὁ λόγος, οἷον εἰς λιμένα καὶ καταφυγὴν ἀποβλέπων, εὐθαρσέστερον ἐξαναφέρῃ τῷ πιθανῷ πρὸς τὴν ἀπορίαν. ἀλλὰ σκοπεῖτε πρῶτον, ὅτι κατὰ Πλάτωνα πάντων καλῶν ὁ θεὸς ἑαυτὸν ἐν μέσῳ παράδειγμα θέμενος, τὴν ἀνθρωπίνην ἀρετήν, ἐξομοίωσιν οὖσαν ἁμωσγέπως πρὸς αὑτόν, ἐνδίδωσι τοῖς ἕπεσθαι θεῷ δυναμένοις. καὶ γὰρ ἡ πάντων φύσις ἄτακτος οὖσα ταύτην ἔσχεν ἀρχὴν τοῦ μεταβαλεῖν καὶ γενέσθαι κόσμος, ὁμοιότητι καὶ μεθέξει τινὶ τῆς περὶ τὸ θεῖον ἰδέας καὶ ἀρετῆς. καὶ τὴν ὄψιν αὐτὸς οὗτος ἁνὴρ ἀνάψαι φησὶ τὴν φύσιν ἐν ἡμῖν, ὅπως ὑπὸ θέας τῶν ἐν οὐρανῷ φερομένων καὶ θαύματος ἀσπάζεσθαι καὶ ἀγαπᾶν ἐθιζομένη τὸ εὔσχημον ἡ ψυχὴ καὶ τεταγμένον ἀπεχθάνηται τοῖς ἀναρμόστοις καὶ πλανητοῖς πάθεσι καὶ φεύγῃ τὸ εἰκῆ καὶ ὡς ἔτυχεν, ὡς κακίας καὶ πλημμελείας ἁπάσης γένεσιν. οὐ γὰρ ἔστιν ὅ τι μεῖζον ἄνθρωπος ἀπολαύειν θεοῦ πέφυκεν ἢ τὸ μιμήσει καὶ διώξει τῶν ἐν ἐκείνῳ καλῶν καὶ ἀγαθῶν εἰς ἀρετὴν καθίστασθαι. διὸ καὶ τοῖς πονηροῖς ἐν χρόνῳ καὶ σχολαίως τὴν δίκην ἐπιτίθησιν, οὐκ αὐτός τινα τοῦ ταχὺ κολάζειν ἁμαρτίαν δεδιὼς ἢ μετάνοιαν, ἀλλʼ ἡμῶν τὸ περὶ τὰς τιμωρίας θηριῶδες καὶ λάβρον ἀφαιρῶν καὶ διδάσκων μὴ σὺν ὀργῇ μηδʼ ὅτε μάλιστα φλέγεται καὶ σφαδᾴζει "πηδῶν ὁ θυμὸς τῶν φρενῶν ἀνωτέρω" καθάπερ δίψαν ἢ πεῖναν ἀποπιμπλάντας ἐπιπηδᾶν τοῖς λελυπηκόσιν, ἀλλὰ μιμουμένους τὴν ἐκείνου πραότητα καὶ τὴν μέλλησιν, ἐν τάξει καὶ ἐμμελείᾳ τὸν ἥκιστα μετανοίᾳ προσοισόμενον χρόνον ἔχοντας σύμβουλον, ἅπτεσθαι τῆς δίκης. ὕδατι γὰρ τεταραγμένῳ προσπεσόντα χρῆσθαι διʼ ἀκρασίαν ἧττόν ἐστι κακόν, ὡς Σωκράτης ἔλεγεν, ἢ θολερὸν ὄντα καὶ διάπλεων τὸν λογισμὸν ὀργῆς καὶ μανίας, πρὶν ἢ καταστῆναι καὶ γενέσθαι καθαρὸν ἐμφορεῖσθαι τιμωρίας συγγενοῦς καὶ ὁμοφύλου σώματος., οὐ γάρ ἐγγυτάτω τὸ ἀμύνασθαι τῷ παθεῖν ὡς Θουκυδίδης ἔλεγεν, ἀλλὰ μᾶλλον ἀπωτάτω κείμενον ἀπολαμβάνει τὸ προσῆκον. ὡς γὰρ ὁ θυμὸς κατὰ τὸν Μελάνθιον "τὰ δεινὰ πράσσει τὰς φρένας μετοικίσας " οὕτω καὶ ὁ λογισμὸς τὰ δίκαια πράττει καὶ μέτρια, τὴν ὀργὴν καὶ τὸν θυμὸν ἐκποδὼν θέμενος. ὅθεν ἡμεροῦνται καὶ τοῖς ἀνθρωπίνοις παραδείγμασιν, ἀκούοντες ὡς Πλάτων τε τὴν βακτηρίαν ἀνατεινάμενος τῷ παιδὶ πολὺν ἔστη χρόνον, ὡς αὐτὸς ἔφη, τὸν θυμὸν κολάζων καὶ Ἀρχύτας οἰκετῶν τινα πλημμέλειαν ἐν ἀγρῷ καὶ ἀταξίαν καταμαθών, εἶθʼ ἑαυτοῦ συναισθανόμενος ἐμπαθέστερον ἔχοντος καὶ τραχύτερον πρὸς αὐτούς, οὐδὲν ἐποίησεν ἀλλʼ ἢ1 τοσοῦτον ἀπιών εὐτυχεῖτʼ εἶπεν ὅτι ὀργίζομαι ὑμῖν. εἴπερ οὖν ἀνδρῶν λόγοι μνημονευόμενοι καὶ πράξεις λεγόμεναι τὸ τραχὺ καὶ σφοδρὸν ἀπαρύτουσι τῆς ὀργῆς, πολὺ μᾶλλον εἰκὸς ἡμᾶς τὸν θεὸν ὁρῶντας, ᾧ δέος οὐδὲν οὐδὲ μετάνοια πράγματος οὐδενός, ὅμως ἐν τῷ μέλλοντι τὴν τιμωρίαν κατατιθέμενον καὶ περιμένοντα τὸν χρόνον, εὐλαβεῖς περὶ τὰ τοιαῦτα γίγνεσθαι καὶ θεῖον ἡγεῖσθαι μόριον ἀρετῆς τὴν πραότητα καὶ τὴν μετριοπάθειαν, ἣν ὁ θεὸς ἐνδείκνυται τῷ μὲν κολάζειν ὀλίγους ἐπανορθοῦσαν, τῷ δὲ βραδέως πολλοὺς ὠφελοῦσαν2 καὶ νουθετοῦσαν.

但这并非逃避的借口,而是恳求宽宥,以便这番言论宛如望向港湾与庇护所一般,能够凭借或然性的推论更有勇气地迎向难题。但请你们首先想一想:照柏拉图所说,神将自身置于中央作为一切美好事物的范型,将某种程度上是对神自身的同化的人类德性,赋予那些能够追随神的人。因为万物的本性原是杂乱无序的,正是由于对神圣相貌与德性的某种相似与分有,才获得了转变成秩序世界(宇宙)的开端。而且正是这位哲人指出,自然本性在我们体内点燃了视觉,以便灵魂因仰望天体运行和发出赞叹,习惯于接纳和喜爱优美与秩序,从而憎恶不调和而流移的激情,避开盲目与随意,视其为一切恶德与过错的根源。因为人类按其本性能够从神明那里获得的最大裨益,莫过于通过对神所具有的美与善的模仿和追求,使自己达于德性。 因此,神亦是从容不迫地随着时间对恶人施行审判,这并非祂自身担忧迅速惩罚会导致差错或悔恨,而是为了消除我们在施加惩罚时的兽性与狂暴,并教导我们不要怀着怒气,尤其不要在怒火炽烈、躁动翻腾之时—— “激情翻腾,跃过心智之上”——宛如填补饥渴一般扑向冒犯者;而是要模仿神的温和与延宕,在秩序与和谐中,以最不易引致悔恨的时间作为行动的顾问,方才着手施行惩处。因为正如苏格拉底所言,由于缺乏自制而扑向浑水饮用,其害处尚不及理智在满怀愤怒与狂乱、浑浊不堪之时,尚未平复并恢复清澈之前,便贪婪地饱尝对同类同胞之躯体的惩罚。因为绝非如修昔底德所言“报复最临近受害之时”才最得当,相反,唯有相隔最远之时才能恰如其分。正如梅兰提奥斯所说: “激情逐走心智,行下可怖之事”,同样,理智在将怒火与激情抛诸脑后时,亦能行下公正与适度之事。因此,人们受到人类榜样的教化亦会变得温和,他们听闻柏拉图曾对奴仆扬起手杖,却久久僵立不动,如他自己所说是在“惩处自己的怒气”;阿契塔在田中察觉家仆的过错与失职后,发觉自己对他们已满怀情感且过于严厉,便未做任何处置,只是在离去时说道: “算你们走运,正因为我正对你们发怒。” 既然人们铭记在心的言辞与流传的故事尚能舀尽愤怒中的粗暴与猛烈,那么我们仰望毫无畏惧、对任何事物亦无悔恨的神明,见祂尚且将惩治推迟至未来并等待时机,我们在此类事上变得审慎,并将温和与节制视为德性的神圣部分,难道不是更为合乎情理的吗?神正是展现了这种品质,通过惩治少数人以纠正他们,而通过缓慢施加惩处以使多数人受益并受到告诫。

语法注2 条
  1. 551bἀλλʼ ἢ

    在 οὐδὲν ἐποίησεν 之后,惯用连语 ἀλλʼ ἤ 意为“除……之外不……”或“仅仅”,与否定词连用以引出例外。

  2. 551bτῷ μὲν κολάζειν ὀλίγους ἐπανορθοῦσαν, τῷ δὲ βραδέως πολλοὺς ὠφελοῦσαν

    τῷ κολάζειν 与 τῷ βραδέως(依上文省去 κολάζειν)均为表示手段方式的冠词定式不定词与格。它们修饰修饰先行宾语 τὴν πραότητα καὶ τὴν μετριοπάθειαν 的分词 ἐπανορθοῦσαν 与 ὠφελοῦσαν(及 νουθετοῦσαν),构成神“借由惩罚”纠正少数人,而“借由迟缓实施”使多数人受益的对比结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:5