- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:3-4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥林匹库斯指出神明延迟惩治会削弱惩戒作用并使神意看似偶然后,叙述者秉持阿卡德米亚学派的审慎态度与凡人认识的局限性展开辩护,将神明比作灵魂的至高医者,在最恰当的时机以适度的方式施加惩罚。
ταῦτα τοῦ Πατροκλέου διελθόντος, ὑπολαβὼν ὁ Ὀλύμπιχος ἐκεῖνο δʼ εἶπεν ὦ Πατροκλέα, πηλίκον αἱ περὶ ταῦτα τοῦ θείου διατριβαὶ καὶ μελλήσεις ἄτοπον ἔχουσιν, ὅτι τὴν πίστιν, ἡ βραδυτὴς ἀφαιρεῖται τῆς προνοίας, καὶ τὸ μὴ παρʼ ἕκαστον ἀδίκημα τοῖς πονηροῖς ἐπακολουθοῦν κακὸν ἀλλʼ ὕστερον εἰς ἀτυχήματος χώραν τιθέμενοι, καὶ συμφορὰν οὐ τιμωρίαν ὀνομάζοντες, οὐδὲν ὠφελοῦνται,1 τοῖς μὲν συμβαίνουσιν ἀχθόμενοι τοῖς δὲ πεπραγμένοις μὴ μεταμελόμενοι; καθάπερ γὰρ ἵππον ἡ παραχρῆμα τὸ πταῖσμα καὶ τὴν ἁμαρτίαν διώκουσα πληγὴ καὶ νύξις ἐπανορθοῖ καὶ μετάγει πρὸς τὸ δέον, οἱ δʼ ὕστερον καὶ μετὰ χρόνον σπαραγμοὶ καὶ ἀνακρούσεις καὶ περιψοφήσεις ἑτέρου τινὸς ἕνεκα μᾶλλον δοκοῦσι, γίγνεσθαι ἢ διδασκαλίας, διὸ τὸ λυποῦν ἄνευ τοῦ παιδεύειν ἔχουσιν· οὕτως ἡ καθʼ ἕκαστον ὧν πταίει καὶ προσπίπτει ῥαπιζομένη καὶ ἀνακρουομένη τῷ κολάζεσθαι κακία μάλιστʼ ἂν γένοιτο σύννους καὶ ταπεινὴ καὶ κατάφοβος πρὸς τὸν θεόν, ὡς ἐφεστῶτα τοῖς ἀνθρωπίνοις πράγμασι καὶ πάθεσιν οὐχ ὑπερήμερον δικαιωτήν· ἡ δʼ ἀτρέμα καὶ βραδεῖ ποδί κατʼ Εὐριπίδην καὶ ὡς ἔτυχεν ἐπιπίπτουσα Δίκη τοῖς πονηροῖς ταὐτομάτῳ μᾶλλον ἢ τῷ κατὰ πρόνοιαν ὅμοιον ἔχει τὸ πεπλανημένον καὶ ὑπερήμερον καὶ ἄτακτον. ὥστʼ οὐχ ὁρῶ, τί χρήσιμον ἔνεστι τοῖς ὀψὲ δὴ τούτοις ἀλεῖν λεγομένοις μύλοις τῶν θεῶν καὶ ποιοῦσι τὴν δίκην ἀμαυρὰν καὶ τὸν φόβον ἐξίτηλον τῆς κακίας.
帕特洛克勒阿斯讲完这些之后,奥林匹库斯接着说道: “帕特洛克勒阿斯啊,你且看神明在这些事上的延宕与迟滞包涵着多么巨大的荒谬!也就是说,正是这种迟缓剥夺了人们对神明眷顾的信赖;恶人们把不是紧随每起罪行、而是滞后降临的灾祸归入不幸之列,称之为灾难而非惩罚,从而得不到丝毫益处,只对自己遭遇的变故愤愤不平,却对自己的所作所为毫无悔意。正如对于马匹而言,紧追过失与差错而至的鞭打和刺激才能纠正它并引导它走向正道,而事后隔了很久才施加的拉扯、勒缰和呼喝,则显得更像是出于别的什么缘由而非教导,因而只带来痛苦而无教化作用;同样地,恶行若能在每次跌倒犯错时都因受罚而遭当头痛击与阻截,便最能变得深思、谦卑并对神明心存畏惧,视神明为亲临人类事物与情感且决不逾期的裁判者。然而,正义若如欧里庇得斯所言,悄然以‘迟缓的脚步’且碰巧降临于恶人身上,其飘忽不定、逾期迟滞与杂乱无章,便更接近于偶然巧合而非出自神明眷顾。因此我看不出,那所谓磨得极迟的神之磨盘究竟有何益处,它只会让正义变得模糊,让对恶行的畏惧消磨殆尽。”
ῥηθέντων οὖν τούτων κἀμοῦ πρὸς αὑτὸν ὄντος, ὁ Τίμων πότερον εἶπεν ἐπιθῶ καὶ αὐτὸς ἤδη τῷ λόγῳ τὸν κολοφῶνα τῆς ἀπορίας, ἢ πρὸς ταῦτʼ ἐάσω πρότερον αὐτὸν διαγωνίσασθαι; τί γάρ ἔφην ἐγώ δεῖ τὸ τρίτον ἐπενεγκεῖν κῦμα καὶ προσκατακλύσαι τὸν λόγον, εἰ τὰ πρῶτα μὴ δυνατὸς ἔσται διώσασθαι μηδʼ ἀποφυγεῖν ἐγκλήματα; πρῶτον οὖν ὥσπερ ἀφʼ ἑστίας ἀρχόμενοι πατρῴας, τῆς πρὸς τὸ θεῖον εὐλαβείας τῶν ἐν Ἀκαδημείᾳ φιλοσόφων, τὸ μὲν ὡς εἰδότες τι περὶ τούτων λέγειν ἀφοσιωσόμεθα. πλέον γάρ ἐστι τοῦ περὶ μουσικῶν ἀμούσους καὶ πολεμικῶν ἀστρατεύτους διαλέγεσθαι τὸ τὰ θεῖα καὶ τὰ δαιμόνια πράγματα διασκοπεῖν, ἀνθρώπους ὄντας,2 οἷον ἀτέχνους τεχνιτῶν διάνοιαν ἀπὸ δόξης καὶ ὑπονοίας κατὰ τὸ εἰκὸς μετιόντας. οὐ γὰρ ἰατροῦ μὲν ἰδιώτην ὄντα συμβαλεῖν λογισμόν, ὡς πρότερον οὐκ ἔτεμεν ἀλλʼ ὕστερον οὐδʼ ἐχθὲς ἔλουσεν ἀλλὰ σήμερον, ἔργον ἐστί· περὶ θεῶν δὲ θνητὸν ῥᾴδιον βέβαιον εἰπεῖν ἄλλο,3 πλὴν ὅτι τὸν καιρὸν εἰδὼς ἄριστα τῆς περὶ τὴν κακίαν ἰατρείας ὡς φάρμακον ἑκάστῳ προσφέρει τὴν κόλασιν, οὔτε μεγέθους μέτρον κοινὸν οὔτε χρόνον ἕνα καὶ τὸν αὐτὸν ἐπὶ πάντων ἔχουσαν. ὅτι γὰρ ἡ περὶ τὴν ψυχὴν ἰατρεία, δίκη δὲ καὶ δικαιοσύνη προσαγορευομένη, πασῶν ἐστι τεχνῶν μεγίστη, πρὸς μυρίοις ἑτέροις καὶ Πίνδαρος ἐμαρτύρησεν, ἀριστοτέχναν ἀνακαλούμενος τὸν ἄρχοντα καὶ κύριον ἁπάντων θεόν, ὡς δὴ δίκης ὄντα δημιουργόν, ᾗ προσήκει τὸ πότε καὶ πῶς καὶ μέχρι πόσου κολαστέον ἕκαστον τῶν πονηρῶν ὁρίζειν. καὶ ταύτης φησὶ τῆς τέχνης ὁ Πλάτων υἱὸν ὄντα τοῦ Διὸς γεγονέναι τὸν Μίνω μαθητήν, ὡς οὐ δυνατὸν ἐν τοῖς δικαίοις κατορθοῦν οὐδʼ αἰσθάνεσθαι τοῦ κατορθοῦντος τὸν μὴ μαθόντα μηδὲ κτησάμενον τὴν ἐπιστήμην. οὐδὲ γὰρ οὓς ἄνθρωποι νόμους τίθενται τὸ εὔλογον ἁπλῶς ἔχουσι καὶ πάντοτε φαινόμενον, ἀλλʼ ἔνια καὶ δοκεῖ κομιδῇ γελοῖα τῶν προσταγμάτων· οἷον ἐν Λακεδαίμονι, κηρύττουσιν οἱ ἔφοροι παριόντες εὐθὺς εἰς τὴν ἀρχὴν μὴ τρέφειν μύστακα, καὶ πείθεσθαι τοῖς νόμοις ὡς μὴ χαλεποὶ ὦσιν αὐτοῖς· Ῥωμαῖοι δέ, οὓς ἂν εἰς ἐλευθερίαν ἀφαιρῶνται, κάρφος αὐτῶν λεπτὸν ἐπιβάλλουσι τοῖς σώμασιν· ὅταν δὲ διαθήκας γράφωσιν, ἑτέρους μὲν ἀπολείπουσι κληρονόμους ἑτέροις δὲ πωλοῦσι τὰς οὐσίας· ὃ δοκεῖ παράλογον εἶναι. παραλογώτατον δὲ τὸ τοῦ Σόλωνος, ἄτιμον εἶναι τὸν ἐν στάσει πόλεως μηδετέρᾳ μερίδι προσθέμενον μηδὲ συστασιάσαντα. καὶ ὅλως πολλὰς ἄν τις ἐξείποι νόμων ἀτοπίας μήτε τὸν λόγον ἔχων τοῦ νομοθέτου μήτε τὴν αἰτίαν συνιεὶς ἑκάστου τῶν γραφομένων. τί δὴ θαυμαστόν, εἰ, τῶν ἀνθρωπίνων οὕτως, ἡμῖν ὄντων δυσθεωρήτων, οὐκ εὔπορόν ἐστι τὸ περὶ τῶν θεῶν εἰπεῖν, ᾧτινι λόγῳ τοὺς μὲν ὕστερον τοὺς δὲ πρότερον τῶν ἁμαρτανόντων κολάζουσιν;
这些话讲完之后,正当我独自沉思之际,提蒙说道: “我是现在就给这论题加上那决定性的难题之冠,还是先让他与眼前的这些论点辩驳?” 我便说道: “要是这番言论连最先的指控都无法击退和避开,又何必掀起第三层巨浪将其吞没呢?因此,首先让我们宛如从祖传祭坛启程那般,秉持阿卡德米亚学派哲学家对待神明的敬畏审慎,谢绝以知晓者的姿态妄谈这些事。因为作为凡人去探究神性与灵异的事务,宛如外行凭着猜想与揣测、依循或然性去揣度匠人的心思,这比不谙音乐者妄谈音乐、未服兵役者妄论战事更为妄诞。毕竟,一个外行若想领会医生的思虑——为何先前不施行手术而延至后来,为何昨日不沐浴而选在今日——绝非易事;对于神明,凡人除了认定神最通晓医治恶疾的良机、将惩罚视作药物施加于各人,且对所有人并无统一的大小尺度或整齐划一的时间之外,又怎能轻易而确凿地说出别的什么来呢?因为针对灵魂的医治——即被称为审判与正义者——乃是诸艺中至大者,除了千千万万的他人之外,品达亦作证,将统领万有的主宰之神呼为‘至高匠师’,认定神是正义的缔造者,而正义的职分正是判定应当在何时、以何种方式、惩治各恶徒到何种程度。柏拉图亦称,宙斯之子米诺斯正是这门技艺的学徒,意即凡未曾学习且掌握这门知识者,不可能在正义之事上行之得当,亦不能理解得当行事之人。即使是人类制定的法律,其合理性也并非始终显豁明了,某些法令甚至显得十足荒唐可笑:例如在拉刻代蒙,监察官一经上任便立刻颁布告示,命人们不得蓄须,并遵从法令以免法令对他们变得苛酷;罗马人在释放他人使其获得自由时,会将一根细草茎掷于其身上;而在立遗嘱时,他们指定某些人为继承人,却将财产变卖给另一些人——这看似不可理喻。而最不可理喻的当属梭伦的法令:城邦发生内讧时,凡不归附任何一方亦不参与内讧者,将被剥夺公民权。总之,一个人若既不了解立法者的意图,又不明了各项条文的缘由,便能列举出法律中的诸多乖谬之处。既然人类自身的事务对我们而言尚且如此难以洞察,那么对于神明究竟出于何种理由惩治作恶者有的在后、有的在前,我们不易道明,又有什么值得惊异的呢?”
- 3ὅτι τὴν πίστιν, ἡ βραδυτὴς ἀφαιρεῖται τῆς προνοίας, καὶ τὸ μὴ παρʼ ἕκαστον ἀδίκημα τοῖς πονηροῖς ἐπακολουθοῦν κακὸν ἀλλʼ ὕστερον εἰς ἀτυχήματος χώραν τιθέμενοι, καὶ συμφορὰν οὐ τιμωρίαν ὀνομάζοντες, οὐδὲν ὠφελοῦνται
ὅτι从句内部存在语法破格现象(anacoluthon):前半句以ἡ βραδυτής为主语,τῆς προνοίας作分离属格;后半句的现在分词主格复数τιθέμενοι与ὀνομάζοντες虽然语义上承接前文与格的τοῖς πονηροῖς,但在句法上直接转作定式动词οὐδὲν ὠφελοῦνται的主语,并支配宾语τὸ ... ἐπακολουθοῦν κακόν。
- 549eπλέον γάρ ἐστι τοῦ περὶ μουσικῶν ἀμούσους καὶ πολεμικῶν ἀστρατεύτους διαλέγεσθαι τὸ τὰ θεῖα καὶ τὰ δαιμόνια πράγματα διασκοπεῖν, ἀνθρώπους ὄντας
全句的主语是带有冠词的不定式短语τὸ ... διασκοπεῖν,其中ἀνθρώπους ὄντας作为宾格分词补充说明其逻辑主语。谓语是πλέον ἐστί,其后接引表示比较基准的比较属格结构τοῦ ... διαλέγεσθαι(及其逻辑宾格主语ἀμούσους, ἀστρατεύτους),呈现明显的倒装语序。
- 549eοὐ γὰρ ἰατροῦ μὲν ἰδιώτην ὄντα συμβαλεῖν λογισμόν, ὡς πρότερον οὐκ ἔτεμεν ἀλλʼ ὕστερον οὐδʼ ἐχθὲς ἔλουσεν ἀλλὰ σήμερον, ἔργον ἐστί· περὶ θεῶν δὲ θνητὸν ῥᾴδιον βέβαιον εἰπεῖν ἄλλο
由μέν与δέ构成的对照结构。句首的οὐ否定整个μέν ... δέ并列结构,前半句的ἔργον ἐστί为惯用表达,意为“实属难事”,统领宾格不定式结构(ἰδιώτην ὄντα συμβαλεῖν)。后半句省略系动词ἐστι的ῥᾴδιον与之形成鲜明对照,起到了推论(a fortiori)或反问的作用:凡人连医生的意图都难以参透,又岂能轻易断言神明的作为。
