- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:1-2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊壁鸠鲁派人士离去后,帕特洛克勒阿斯等人决定继续探讨,并提出对神明迟延惩罚恶人这一现象的困惑与不满,认为这种迟缓不仅纵容邪恶,亦无补于受害者。
τοιαῦτα μὲν ὁ Ἐπίκουρος εἰπὼν, ὦ Κύντε, καὶ πρὶν ἀποκρίνασθαί τινα πρὸς τῷ πέρατι τῆς στοᾶς γενομένων ἡμῶν, ᾤχετʼ ἀπιών· ἡμεῖς δʼ ὅσον τι θαυμάσαι1 τοῦ ἀνθρώπου τὴν ἀτοπίαν, ἐπιστάντες σιωπῇ καὶ πρὸς ἀλλήλους διαβλέψαντες, ἀνεστρέφομεν πάλιν ὥσπερ ἐτυγχάνομεν περιπατοῦντες. εἶτα πρῶτος ὁ Πατροκλέας τί οὖν; εἶπεν ἐᾶν δοκεῖ τὴν ζήτησιν, ἢ τῷ λόγῳ καθάπερ παρόντος καὶ μὴ παρόντος ἀποκρινώμεθα τοῦ εἰπόντος; ὑπολαβὼν δʼ ὁ Τίμων ἀλλʼ οὐδʼ εἰ βαλών εἶπεν ἀπηλλάγη, καλῶς εἶχε περιορᾶν2 τὸ βέλος ἐγκείμενον· ὁ μὲν γὰρ Βρασίδας ὡς ἔοικεν ἐξελκύσας τὸ δόρυ τοῦ σώματος, αὐτῷ τούτῳ τὸν βαλόντα πατάξας ἀνεῖλεν ἡμῖν δʼ ἀμύνασθαι μὲν οὐδὲν ἔργον ἐστὶ δήπου τοὺς ἄτοπον ἢ ψευδῆ λόγον εἰς ἡμᾶς ἀφέντας, ἀρκεῖ δʼ ἂν αὐτοὶ, πρὶν ἅψασθαι τὴν δόξαν, ἐκβάλωμεν· τί οὖν ἔφην ἐγὼ μάλιστα κεκίνηκεν ὑμᾶς τῶν εἰρημένων; ἀθρόα γὰρ πολλὰ καὶ κατὰ τάξιν οὐδέν, ἄλλο δʼ ἀλλαχόθεν ὁ ἄνθρωπος ὥσπερ ὀργῇ τινι καὶ λοιδορίᾳ σπαράττων ἅμα κατεφόρει τῆς προνοίας.
伊壁鸠鲁说了这样一番话之后,昆图斯啊,就在我们刚走到柱廊尽头、尚未有人来得及回答之时,便扬长而去了。我们只对这人的荒唐感到无比惊愕,静默地停下脚步,面面相觑,随后便按原样转身重新漫步。接着,帕特洛克勒阿斯率先开口道: “那么,怎么办?我们是就此放弃这番探讨,还是就当说话的人虽不在场也如同在场一样,对他的言论作出回应?” 提蒙接着说道: “可是,哪怕放箭的人已经离去,任凭箭矢留在体内不管也是不对的。因为据说布拉西达斯从自己身上拔出长矛,便用那同一柄长矛击倒了掷矛者并将其杀死;对我们而言,固然绝无必要去报复那些向我们投掷荒谬或虚假言论的人,但只要我们在这种看法扎根之前将其拔除,也就足够了。” “那么,”我说,“在他所说的那些话里,究竟是什么最触动了你们?因为这人将许多事情混作一团,全无条理,仿佛带着某种怒气与谩骂,东拉西扯,四处撕咬,将攻击倾泻在神明眷顾之上。”
καὶ ὁ Πατροκλέας ἡ περὶ τὰς τιμωρίας εἶπε τῶν πονηρῶν βραδυτὴς τοῦ δαιμονίου καὶ μέλλησις ἐμοὶ δοκεῖ μάλιστα δεινὸν εἶναι· καὶ νῦν ὑπὸ τῶν λόγων τούτων ὥσπερ πρόσφατος γέγονα τῇ δόξῃ καὶ καινός, ἔκπαλαι δʼ ἠγανάκτουν ἀκούων Εὐριπίδου λέγοντος "μέλλει, τὸ θεῖον δʼ ἐστὶ τοιοῦτον φύσει." καίτοι πρὸς οὐδὲν ἥκιστα δὲ πρέπει πρὸς τοὺς πονηροὺς ῥᾴθυμον εἶναι τὸν θεόν, οὐ ῥᾳθύμους ὄντας αὐτοὺς οὐδʼ ἀμβολιεργοὺς τοῦ κακῶς ποιεῖν, ἀλλʼ ὀξυτάταις ὁρμαῖς ὑπὸ τῶν παθῶν φερομένους πρὸς τὰς ἀδικίας. καὶ μὴν τὸ ἀμύνασθαι παθεῖν ὡς Θουκυδίδης φησὶν ὅτι ἐγγυτάτω κείμενον3 εὐθὺς ἀντιφράττει τὴν ὁδὸν τοῖς ἐπὶ πλεῖστον εὐροούσῃ τῇ κακίᾳ χρωμένοις. οὐθὲν γὰρ οὕτω χρέος ὡς τὸ τῆς δίκης ὑπερήμερον γιγνόμενον ἀσθενῆ μὲν ταῖς ἐλπίσι ποιεῖ καὶ ταπεινὸν τὸν ἀδικούμενον, αὔξει δὲ θρασύτητι καὶ τόλμῃ τὸν μοχθηρόν· αἱ δʼ ὑπὸ χεῖρα τοῖς τολμωμένοις ἀπαντῶσαι τιμωρίαι καὶ τῶν μελλόντων εἰσὶν ἐπισχέσεις ἀδικημάτων, καὶ μάλιστα τὸ παρηγοροῦν τοὺς πεπονθότας ἔνεστιν αὐταῖς. ὡς ἔμοιγε καὶ τὸ τοῦ Βίαντος ἐνοχλεῖ πολλάκις ἀναλαμβάνοντι τὸν λόγον· ἔφη γάρ, ὡς ἔοικε, πρός τινα πονηρόν, ὡς οὐ δέδιε μὴ οὐ δῷ δίκην, ἀλλὰ μὴ οὐκ αὐτὸς ἐπίδῃ. τί γὰρ Μεσσηνίοις ὄφελος τοῖς προαναιρεθεῖσι τῆς Ἀριστοκράτους τιμωρίας, ὃς προδοὺς τὴν ἐπὶ Τάφρῳ μάχην καὶ λαθὼν ὑπὲρ εἴκοσιν ἔτη καὶ πάντα ταῦτα βασιλεύσας Ἀρκάδων, ὕστερον ἔδωκε δίκην φωραθείς· οἱ δʼ οὐκέτʼ ἦσαν; ἢ τίνʼ Ὀρχομενίων τοῖς ἀποβαλοῦσι παῖδας καὶ φίλους καὶ οἰκείους ὑπὸ Λυκίσκου προδοθέντας ἤνεγκε παραμυθίαν ἡ χρόνοις ὕστερον πολλοῖς ἁψαμένη νόσος καὶ κατανεμηθεῖσα τοῦ σώματος ὅσον ἀεὶ βάπτων καὶ βρέχων εἰς τὸν ποταμὸν ὤμοσε καὶ κατηράσατο σαπῆναι,4 προδόντος αὐτοῦ καὶ ἀδικήσαντος; τὰς μὲν γὰρ Ἀθήνησι τῶν ἐναγῶν σωμάτων ῥίψεις καὶ νεκρῶν ἐξορισμοὺς οὐδὲ παίδων παισὶν ἐπιδεῖν ὑπῆρξε τῶν ἀποσφαγέντων ἐκείνων. ὅθεν Εὐριπίδης ἄτοπος, εἰς ἀποτροπὴν κακίας τούτοις χρώμενος, "οὔτοι προσελθοῦσʼ ἡ Δίκη σε, μὴ τρέσῃς, παίσει πρὸς ἧπαρ οὐδὲ τῶν ἄλλων βροτῶν τὸν ἄδικον, ἀλλὰ σῖγα καὶ βραδεῖ ποδὶ στείχουσα μάρψει τοὺς κακούς, ὅταν τύχῃ." οὐ γὰρ ἄλλα δήπου, ταῦτα δʼ αὐτὰ τοὺς κακοὺς εἰκός ἐστιν ἑαυτοῖς διακελευομένους καὶ παρεγγυῶντας ἐπιχαίρειν τοῖς παρανομήμασιν, ὡς τῆς ἀδικίας τὸν μὲν καρπὸν εὐθὺς ὡραῖον καὶ προῦπτον ἀποδιδούσης, τὴν δὲ τιμωρίαν ὀψὲ καὶ πολὺ τῆς ἀπολαύσεως καθυστεροῦσαν.
帕特洛克勒阿斯说: “神明在惩治恶人上的迟缓与拖延,在我看来是最为可怕的。如今听了这些话,我的这种想法仿佛又变得新鲜而生动起来,但很久以前,我听欧里庇得斯说出这样的话时就深感愤慨: ‘它总是拖延;神性本然就是如此。’ 然而,神明在任何事上都不该懈怠,尤其最不该对恶人懈怠,因为恶人们在作恶上既非怠惰亦非拖延,而是在情欲驱使下以极猛烈的冲动奔向不义。况且,正如修昔底德所言,‘紧接着受害而来的报复’最能直接阻断那些恶行顺风顺水者的道路。因为没有任何债务如正义的逾期履行那般,让受害者在希望中衰弱卑微,却助长恶徒的嚣张与胆妄;相反,紧随暴行而至的现行惩罚,既能遏止将来的罪行,又能对受害者产生最大的抚慰。因此,每当我回想毕阿斯的话,心里也常感不安;因为据说他对某个恶人说过,他并不担心那人不受惩罚,只担心自己活不到亲眼看见的那一天。实际上,对于那些在阿里斯托克拉特斯受到惩罚之前就被杀害的麦塞尼亚人来说,那惩罚又有何益处?他背叛了堑壕之战,隐匿了二十多年,整个期间都统治着阿卡迪亚人,后来虽被察觉受了刑罚,但那些死者却早已不复存在了。又或者,对于那些被吕基斯科斯出卖而失去子女、朋友和亲眷的奥尔霍迈诺斯人而言,在多年之后发作并吞噬他身体某部分的疾病,又能带来什么安慰呢?——那是他曾浸入河中,起誓并诅咒说若自己出卖且行不义便令其腐烂的部分。至于在雅典将受诅咒之人的尸骨抛弃并放逐死尸的做法,甚至连当年那些被屠杀者的子孙后代都没能亲眼目睹。因此,欧里庇得斯用以下的话来劝阻恶行,实属荒谬: ‘正义走来,莫要惧怕,绝不会刺中你的肝脏, 亦不会刺中凡人中任何其他 不义之徒;然而她悄无声息,迈着迟缓的脚步, 终将在机缘来临时捕获恶人。’ 毫无疑问,恶人们正是借着这些言论,而非别的东西,来互相激励与怂恿,从而为自己的不法行径欢欣鼓舞,因为不义之举会立刻结出丰硕且显见的果实,而惩罚却来得太迟,远远落后于享乐。”
- 548bὅσον τι θαυμάσαι
ὅσον 连接不定式 θαυμάσαι,在此构成表示限定程度的句式(“仅仅至于对……感到惊愕”),修饰主语 ἡμεῖς 停步时的情态。
- 548bἀλλʼ οὐδʼ εἰ βαλὼν ... ἀπηλλάγη, καλῶς εἶχε περιορᾶν
由 εἰ 与直说语气过去时(ἀπηλλάγη)引导条件从句,主句搭配 καλῶς εἶχε(未完成过去时)构成的过去非真实条件句。在表达“本来合适/应当”(如 καλῶς εἶχε, ἔδει)的结构中,归结句常省略 ἄν。
- 548dτὸ ἀμύνασθαι παθεῖν ὅτι ἐγγυτάτω κείμενον
化用修昔底德(3.38.1)的文句。名词化不定式 τὸ ἀμύνασθαι(报复)为主语,搭配 παθεῖν ὅτι ἐγγυτάτω(尽可能紧邻受害发生)作其谓语/修饰成分,意为“紧随受害之后而来的复仇”。
- 549aὅσον ἀεὶ βάπτων καὶ βρέχων εἰς τὸν ποταμὸν ὤμοσε καὶ κατηράσατο σαπῆναι
ὅσον 为限制性关系词,限定被病痛侵蚀的身体部位(τοῦ σώματος ὅσον,“他……的身体部分”)。不定式 σαπῆναι 作 ὤμοσε καὶ κατηράσατο(起誓并诅咒)的宾语从句内容,指“誓诅其烂掉”。
