- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:27-29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
向导引领泰斯佩修斯穿过充满享乐与遗忘的深渊,来到黑夜与月亮调和梦境的巨大调酒缸前,阐明了神谕的真相。随后他们接近阿波罗的光芒,泰斯佩修斯听到了月亮上西彼拉的预言之声,获知了维苏威火山喷发及统治者离世的命运。
ταῦτα δʼ εἰπὼν ἦγεν αὐτὸν ταχὺ μέν, ἄπλετον δέ τινα τόπον ὡς ἐφαίνετο διεξιόντα ῥᾳδίως καὶ ἀπλανῶς, οἷον ὑπὸ πτερῶν τῶν τοῦ φωτὸς αὐγῶν ἀναφερόμενον· μέχρι οἷον πρὸς τι χάσμα μέγα καὶ κάτω διῆκον ἀφικόμενος ὑπὸ τῆς ὀχούσης ἀπελείφθη δυνάμεως· καὶ τὰς ἄλλας ψυχὰς ἑώρα ταὐτὸ πασχούσας ἐκεῖ· συστελλόμεναι γὰρ ὥσπερ αἱ ὄρνιθες καὶ καταφερόμεναι κύκλῳ τὸ χάσμα περιῄεσαν ʽ ἄντικρυς δὲ περᾶν οὐκ ἐτόλμων̓, εἴσω μὲν ὀφθῆναι1 τοῖς βακχικοῖς ἄντροις ὁμοίως ὕλῃ καὶ χλωρότητι καὶ χλόαις ἀνθέων ἁπάσαις διαπεποικιλμένον· ἐξέπνει δὲ μαλακὴν καὶ πραεῖαν αὔραν ὀσμὰς ἀναφέρουσαν ἡδονῆς τε θαυμασίας καὶ κρᾶσιν, οἵαν ὁ οἶνος τοῖς μεθυσκομένοις, ἐμποιοῦσαν εὐωχούμεναι γὰρ αἱ ψυχαὶ ταῖς εὐωδίαις διεχέοντο τε καὶ πρὸς ἀλλήλας ἐφιλοφρονοῦντο· καὶ τὸν τόπον ἐν κύκλῳ κατεῖχε βακχεία καὶ γέλως καὶ πᾶσα μοῦσα παιζόντων καὶ τερπομένων. ἔλεγε δὲ ταύτῃ τὸν Διόνυσον ἀνελθεῖν εἰς θεοὺς καὶ τὴν Σεμέλην ἀναγαγεῖν ὕστερον· καλεῖσθαι δὲ Λήθης τὸν τόπον. ὅθεν οὐδὲ διατρίβειν βουλόμενον εἴα τὸν Θεσπέσιον, ἀλλʼ ἀφεῖλκε βίᾳ, διδάσκων ἅμα καὶ λέγων ὡς ἐκτήκεται καὶ ἀνυγραίνεται τὸ φρονοῦν ὑπὸ τῆς ἡδονῆς, τὸ δʼ ἄλογον καὶ σωματοειδὲς ἀρδόμενον καὶ σαρκούμενον ἐμποιεῖ τοῦ σώματος μνήμην, ἐκ δὲ τῆς μνήμης ἵμερον καὶ πόθον ἕλκοντα πρὸς γένεσιν, ἣν οὕτως ὠνομάσθαι νεῦσιν ἐπὶ γῆν οὖσαν,2 ὑγρότητι βαρυνομένης τῆς ψυχῆς.
说完这些,向导迅捷地引着他前行,泰斯佩修斯看似毫不费力且毫无偏差地穿过了一片无垠的广阔空间,仿佛被光芒之翼向上托举着一般;直到来到一处向下延伸的巨大深渊前,托举他的力量才离开了他。他看见其他灵魂在那里也遭遇了同样的情形:它们像鸟儿一样收敛起翅膀,盘旋俯冲,环绕着那处深渊(却不敢径直穿过)。从内部望去,那深渊宛如酒神巴克科斯的洞穴,点缀着树林、青绿以及各种繁茂的花草。深渊呼出一股轻柔温和的微风,散发出令人赞叹的欢悦香气,带来一种如酒令饮者陶醉般的调和之感;因沉醉于这些芳香,灵魂们舒展欢欣,彼此温和相待,四周弥漫着狂欢、欢笑以及嬉戏作乐者的一切乐音。向导说,狄奥尼索斯当年正是由此路升入诸神之列,后来又由此将塞墨勒带了上去;此处被称为“勒忒”(遗忘之所)。因此,即便泰斯佩修斯意欲驻足,向导也不允许,而是强行将他拉开,同时教导说道:理智的部分因享乐而融化受潮,而无理性与肉体性的部分受到滋养并长出肉身,便生出对肉体的记忆;由这记忆又生出渴望与眷恋,将灵魂拖向“生成”——这“生成”之所以如此得名,乃是因为它是灵魂受湿气压迫时向大地的倾斜。
ἄλλην οὖν τοσαύτην διελθὼν ὁδὸν ἔδοξεν ἀφορᾶν κρατῆρα μέγαν, εἰς δὲ τοῦτον ἐμβάλλοντα ῥεύματα, τὸ μὲν ἀφροῦ θαλάσσης ἢ χιόνων λευκότερον, τὸ δʼ ὁποῖον ἶρις ἐξανθεῖ τὸ ἁλουργόν, ἄλλα δʼ ἄλλαις βαφαῖς κεχρωσμένα πρόσωθεν ἴδιον ἐχούσαις φέγγος· ὡς δὲ πλησίον ἦλθον, ὁ κρατὴρ ἐκεῖνος, ἀφανισθέντος μᾶλλον τοῦ περιέχοντος τῶν τε χρωμάτων ἀμαυρουμένων, τὸ ἀνθηρότερον ἀπέλιπε πλὴν τῆς λευκότητος.3 ἑώρα δὲ τρεῖς δαίμονας ὁμοῦ καθημένους ἐν σχήματι τριγώνου πρὸς ἀλλήλους τὰ ῥεύματα μέτροις τισὶν ἀνακεραννύντας. ἔλεγεν οὖν ὁ τοῦ Θεσπεσίου ψυχοπομπὸς ἄχρι τούτου τὸν Ὀρφέα προελθεῖν, ὅτε τὴν ψυχὴν τῆς γυναικὸς μετῄει, καὶ μὴ καλῶς διαμνημονεύσαντα λόγον εἰς ἀνθρώπους κίβδηλον ἐξενεγκεῖν, ὡς κοινὸν εἴη μαντεῖον ἐν Δελφοῖς Ἀπόλλωνος καὶ Νυκτός· οὐδενὸς γὰρ Ἀπόλλωνι Νύκτα κοινωνεῖν ἀλλὰ τοῦτο μέν ἔφη νυκτὸς ἐστι καὶ Σελήνης μαντεῖον κοινόν, οὐδαμοῦ τῆς γῆς περαῖνον οὐδʼ ἔχον ἕδραν μίαν, ἀλλὰ πάντῃ πλανητὸν ἐπὶ τοὺς ἀνθρώπους ἐνυπνίοις καὶ εἰδώλοις· ἐκ τούτου γὰρ οἱ ὄνειροι μιγνύμενοι, ὡς ὁρᾷς, τῷ ἀπατηλῷ καὶ ποικίλῳ τὸ ἁπλοῦν καὶ ἀληθὲς παραλαμβάνοντες διασπείρουσι.
走过同样一段遥远的路程后,他似乎望见一个巨大的调酒缸,若干奔流正注入其中:一条比海浪的泡沫或白雪还要洁白,另一条宛如彩虹绽放的深紫,其余奔流则染着各异的色泽,从远处闪烁着独特的光芒。然而当他们靠近时,随着环绕四周的大气渐趋隐没、色彩转暗,那座调酒缸除了白光之外,褪去了更为绚丽的花彩。他看见三位神灵依三角形排列坐在一起,按照一定的度量将这些奔流调和在一起。泰斯佩修斯的引魂者于是说,俄耳甫斯当年去追寻妻子的灵魂时便走到了此处,但他未能准确记清,以至于向世人传布了伪造的说法,声称德尔斐的神谕所是阿波罗与黑夜所共有的;因为黑夜与阿波罗毫无共有之处。 “但这一个,”他说道,“乃是黑夜与月亮共有的神谕所,它在地上无处结穴,亦无固定的居所,而是凭借梦境与幻象四处游荡于世人之间。因为正如你所见,梦境正是从此地汲取单纯与真实之物,又将其与虚妄斑驳之物混合,然后播撒于各方。
τὸ δʼ Ἀπόλλωνος οὐ κατεῖδες εἶπεν οὐδὲ κατιδεῖν ἔσῃ δυνατός ἀνωτέρω γὰρ οὐκ ἐπιδίδωσιν οὐδὲ χαλᾷ τὸ τῆς ψυχῆς ἐπίγειον ἀλλὰ κατατείνει τῷ σώματι προσηρτημένον ἅμα δʼ ἐπειρᾶτο προσάγων ἐπιδεικνύειν αὐτῷ τὸ φῶς ἐκ τοῦ τρίποδος, ὡς ἔλεγε, διὰ τῶν κόλπων τῆς Θέμιδος ἀπερειδόμενον εἰς τὸν Παρνασόν. καὶ προθυμούμενος ἰδεῖν οὐκ εἶδεν ὑπὸ λαμπρότητος, ἀλλʼ ἤκουε παριὼν φωνὴν ὀξεῖαν γυναικὸς ἐν μέτρῳ φράζουσαν ἄλλα τινὰ καὶ χρόνον, ὡς ἔοικε, τῆς ἐκείνου τελευτῆς. ἔλεγε δʼ ὁ δαίμων τὴν φωνὴν εἶναι Σιβύλλης· ᾄδειν γὰρ αὐτὴν περὶ τῶν μελλόντων ἐν τῷ προσώπῳ τῆς σελήνης περιφερομένην. βουλόμενος οὖν ἀκροᾶσθαι πλείονα, τῇ ῥύμῃ τῆς σελήνης εἰς τοὐναντίον ὥσπερ ἐν ταῖς δίναις ἐξεώσθη καὶ βραχέα κατήκουσεν· ὧν ἦν καὶ τὸ περὶ τὸ Βέσβιον ὄρος καὶ τὴν Δικαιαρχείας ὑπὸ πυρὸς φθορὰν γενησομένην, καί τι κομμάτιον περὶ τοῦ τότε ἡγεμόνος ὡς "ἐσθλὸς ἐὼν νούσῳ τυραννίδα λείψει."
“至于阿波罗的神谕所,你既未曾得见,”他说道,“将来也无法得见;因为灵魂中属地的部分并不向上舒展退让,而是紧紧系于肉体之上,将其向下拉扯。” 向导一边说着,一边引着他,试图向他展示那道据说由三脚架发出、透过忒弥斯的褶皱投射在帕耳那索斯山上的光芒。泰斯佩修斯虽竭力想看,却因其耀眼夺目而无法看清,只是在经过时听到一位妇人尖锐的声音用韵文讲述着别的事情,其中似乎也包含了关于他自己寿终的时刻。神灵说那是西彼拉的声音;她随着月亮的面庞转动,歌咏着未来的事情。泰斯佩修斯想要听到更多,却如同卷入旋涡一般被月亮的冲力反向抛出,只听到了寥寥数语;其中包括关于维苏威火山以及狄凯阿耳契亚城将遭大火毁灭的预言,还有关于当时统治者的一小句诗: “虽为贤良之辈,亦将因疾病舍弃王权。”
- 27εἴσω μὲν ὀφθῆναι
不定式 ὀφθῆναι 用作限定(方面)不定式(infinitive of respect),意为“就外观而言/看起来”。后接的分词 διαπεποικιλμένον 为中性单数宾格,修饰前文的中性名词 χάσμα,描绘深渊内部所呈现的景象。
- 566aνεῦσιν ἐπὶ γῆν οὖσαν
间接引语 ἣν οὕτως ὠνομάσθαι 中的关系代词 ἣν 指代前文的 γένεσιν(生成),谓语短语 νεῦσιν ἐπὶ γῆν οὖσαν(即“倾向大地的倾斜”)给出了古代常见的民间词源解说,暗示“生成”(genesis)之名源自“大地”(gē)与“倾斜”(neusis)。
- 566bτὸ ἀνθηρότερον ἀπέλιπε πλὴν τῆς λευκότητος
主语为前置的 ὁ κρατὴρ ἐκεῖνος(那座调酒缸),动词 ἀπέλιπε(失去/蜕落)支配以中性比较级形容词充当名词的直接宾语 τὸ ἀνθηρότερον(绚烂的光彩),介词短语 πλὴν τῆς λευκότητος(除了白色之外)构成排除限制,说明缸中的艳丽杂色悉数褪去,仅保留了白色。
