← 普鲁塔克

论神罚的延迟

§25-26

阿德剌斯忒亚的三重惩戒与灵魂的净化

泰斯佩修斯的亲属之魂向他阐述了阿德剌斯忒亚统治下的三重冥府惩戒(珀涅、狄刻与厄里倪厄斯),灵魂上因恶德留下的各色伤痕与净化过程,以及情欲未泯的灵魂转生为动物的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25

ἔλεγεν οὖν ἕκαστα φράζων ὁ τοῦ Θεσπεσίου συγγενὴς ʽ οὐδὲν γὰρ οὕτω κωλύει τὰς ψυχὰς ὀνόματι τῶν ἀνθρώπων προσαγορεύειν̓ ὡς Ἀδράστεια μέν, Ἀνάγκης καὶ Διὸς θυγάτηρ, ἐπὶ πᾶσι τιμωρὸς ἀνωτάτω τέτακται τοῖς ἀδικήμασι· καὶ τῶν πονηρῶν οὔτε μέγας οὐδεὶς οὕτως οὔτε μικρὸς γέγονεν, ὥστʼ ἢ λαθὼν διαφυγεῖν ἢ βιασάμενος ἄλλῃ δʼ ἄλλη τιμωρία τριῶν οὐσῶν φύλακι καὶ χειρουργῷ προσήκει·1 τοὺς μὲν γὰρ εὐθὺς ἐν σώματι καὶ διὰ σωμάτων κολαζομένους μεταχειρίζεται ποινὴ ταχεῖα, πράῳ τινὶ τρόπῳ καὶ παραλείποντι πολλὰ τῶν καθαρμοῦ δεομένων· ὧν δὲ μεῖζόν ἐστιν ἔργον ἡ περὶ τὴν κακίαν ἰατρεία, τούτους Δίκῃ μετὰ τὴν τελευτὴν ὁ δαίμων παραδίδωσι· τοὺς δὲ πάμπαν ἀνιάτους ἀπωσαμένης τῆς Δίκης, ἡ τρίτη καὶ ἀγριωτάτη τῶν Ἀδραστείας ὑπουργῶν Ἐρινύς, μεταθέουσα πλανωμένους καὶ περιφεύγοντας ἄλλον ἄλλως, οἰκτρῶς τε καὶ χαλεπῶς ἅπαντας ἠφάνισε καὶ κατέδυσεν εἰς τὸ ἄρρητον καὶ ἀόρατον. τῶν δʼ ἄλλων ἔφη δικαιώσεων ἡ μὲν ὑπὸ τῆς Ποινῆς ἐν τῷ βίῳ ταῖς βαρβαρικαῖς ἔοικεν. ὡς γὰρ ἐν Πέρσαις τῶν κολαζομένων τὰ ἱμάτια καὶ τὰς τιάρας ἀποτίλλουσι καὶ μαστιγοῦσιν, οἱ δὲ παύσασθαι δακρύοντες ἀντιβολοῦσιν· οὕτως αἱ διὰ χρημάτων καὶ διὰ σωμάτων κολάσεις ἁφὴν οὐκ ἔχουσι δριμεῖαν οὐδʼ αὐτῆς ἐπιλαμβάνονται τῆς κακίας, ἀλλὰ πρὸς δόξαν αἱ πολλαὶ καὶ πρὸς αἴσθησιν αὐτῶν εἰσιν.

泰斯佩修斯的亲属详细讲述每一件事,说道(因为以世人的名字称呼灵魂并无不妥):必然与宙斯之女阿德剌斯忒亚被委派为所有罪恶的最高惩罚者;恶人无论多么位尊势大或渺小微贱,绝无一人能凭借潜行逃遁或依仗强力逃脱。在三种惩罚之中,不同的看守兼执刑者各司其职。那些立即在肉体之中并借由肉体受罚的人,由迅速降临的珀涅处置,她以温和的方式行事,忽略了许多亟需净化的污垢;而对于医治其恶行工程更为浩大之人,守护神在他们死后将其移交给狄刻;至于完全不可救药的恶人,当狄刻将其摒弃时,阿德剌斯忒亚手下第三位、亦是最凶猛的仆从厄里倪厄斯,便追逐着那些四处游荡逃窜的灵魂,凄惨酷烈地将他们全部消灭,并沉入不可言说、不可得见的冥渊深处。 他说:“在其它的惩戒之中,由珀涅在阳世施行的惩戒与蛮族的规矩相似。因为正如在波斯,受刑之人的外衣和礼帽被剥下遭受抽打,受刑者却哭泣着央求停手一般,借由钱财和肉体施加的惩罚并无敏锐切肤的触动,亦未触及恶行本身,大体上不过是针对名声与感官罢了。

§26

ὃς δʼ ἂν ἐκεῖθεν ἀκόλαστος ἐνταῦθα καὶ ἀκάθαρτος ἐξίκηται, τοῦτον ἡ Δίκη διαλαβοῦσα τῇ ψυχῇ καταφανῆ γυμνόν, εἰς οὐδὲν ἔχοντα καταδῦναι καὶ ἀποκρύψασθαι καὶ περιστεῖλαι τὴν μοχθηρίαν ἀλλὰ πανταχόθεν καὶ ὑπὸ πάντων καὶ πάντα καθορώμενον, ἔδειξε πρῶτον ἀγαθοῖς γονεῦσιν, ἄνπερ ὦσιν, ἢ προγόνοις αὐτοῦ πρόσπτυστον ὄντα καὶ ἀνάξιον ἐὰν δὲ φαῦλοι, κολαζομένους ἐπιδὼν ἐκείνους καὶ ὀφθεὶς δικαιοῦται2 πολὺν χρόνον ἐξαιρούμενος ἕκαστον τῶν παθῶν ἀλγηδόσι καὶ πόνοις, οἳ τοσούτῳ μεγέθει καὶ σφοδρότητι τοὺς διὰ σαρκὸς ὑπερβάλλουσιν, ὅσῳ τὸ ὕπαρ ἂν εἴη τοῦ ὀνείρατος ἐναργέστερον. οὐλαὶ δὲ καὶ μώλωπες ἐπὶ τῶν παθῶν ἑκάστου τοῖς μὲν μᾶλλον ἐμμένουσι τοῖς δʼ ἧσσον. ὅρα δʼ εἶπε τὰ ποικίλα ταῦτα καὶ παντοδαπὰ χρώματα τῶν ψυχῶν· τὸ μὲν ὄρφνιον καὶ ῥυπαρόν, ἀνελευθερίας ἀλοιφὴν καὶ πλεονεξίας, τὸ δʼ αἱματωπὸν καὶ διάπυρον, ὠμότητος καὶ πικρίας ὅπου δὲ τὸ γλαύκινόν ἐστιν, ἐντεῦθεν ἀκρασία τις περὶ ἡδονὰς ἐκτέτριπται μόλις· κακόνοια δʼ ἐνοῦσα μετὰ φθόνου τουτὶ τὸ ἰῶδες καὶ ὕπουλον, ὥσπερ αἱ σηπίαι τὸ μέλαν, ἀφίησιν. ἐκεῖ μὲν γὰρ ἡ κακία τῆς ψυχῆς τρεπομένης ὑπὸ τῶν παθῶν καὶ τρεπούσης τὸ σῶμα3 τὰς χρόας ἀναδίδωσιν, ἐνταῦθα δὲ καθαρμοῦ καὶ κολάσεως πέρας ἐστί, τούτων ἐκλεανθέντων, παντάπασι τὴν ψυχὴν αὐγοειδῆ καὶ σύγχρουν γενέσθαι. μέχρι δʼ οὗ ταῦτʼ ἔνεστι, γίγνονταί τινες ὑποτροπαὶ τῶν παθῶν σφυγμοὺς ἔχουσαι καὶ πήδησιν, ἐνίαις μὲν ἀμυδρὰν καὶ ταχὺ κατασβεννυμένην ἐνίαις δὲ νεανικῶς ἐντείνουσαν. ὧν αἱ μὲν πάλιν καὶ πάλιν κολασθεῖσαι τὴν προσήκουσαν ἕξιν καὶ διάθεσιν ἀναλαμβάνουσι, τὰς δʼ αὖθις εἰς σώματα ζῴων ἐξήνεγκε βιαιότης ἀμαθίας καὶ φιληδονίας ἧλος· ἡ μὲν γὰρ ἀσθενείᾳ λόγου καὶ διʼ ἀργίαν τοῦ θεωρεῖν ἔρρεψε τῷ πρακτικῷ πρὸς γένεσιν· ἡ δʼ ὀργάνου τῷ ἀκολάστῳ δεομένη4 ποθεῖ τὰς ἐπιθυμίας συρράψαι ταῖς ἀπολαύσεσι καὶ συνεπαίρεσθαι διὰ σώματος· ἐνταῦθα γὰρ οὐδὲν ἢ σκιά τις ἀτελὴς καὶ ὄναρ ἡδονῆς πλήρωσιν οὐκ ἐχούσης πάρεστι.

“无论何人自阳世来到此处,若仍未受管教且未得洁净,狄刻便将其拘捕,使其灵魂赤裸毕现,无处隐遁潜藏,无从掩盖其邪恶,而是四面八方、受到万众巨细靡遗的审视。若有良善的父母或祖先,她首先将这可唾弃而不肖之徒展示给他们;但若祖辈亦属卑鄙,他便在注视着他们受罚、同时也被他们注视之下长期承受惩戒,借由痛苦与折磨拔除其每一种情欲,这些痛苦折磨在规模与酷烈程度上超越肉体之痛,恰如清醒的现实远比梦境更加清晰确切。由各样情欲所致的疤痕与伤痕,在某些人身上留存较久,在另一些人身上则较浅。看哪,”他说道,“灵魂的这些斑驳各异的色彩:那昏暗肮脏的,是鄙吝与贪婪的涂层;那血红如火的,是残暴与刻毒的〔涂层〕;而带有灰青色之处,则是关于快乐的放纵刚勉强被磨平的痕迹;内藏带着嫉妒的恶意时,便如同乌贼喷墨一般,散发出这种如胆汁般阴险溃烂的色泽。因为在阳世,由于灵魂被情欲驱使而又驱使着肉体,恶行便呈现出种种色泽;但在此处,净化与惩罚的终极目的,乃是在这些杂色被彻底清除之后,使灵魂全然变为明亮发光、色调均一。只要这些色彩尚存,情欲便会产生某种脉动与跃跃欲试的复发,在某些灵魂中微弱且迅速熄灭,在另一些灵魂中则如青壮年般狂暴扩张。其中一部分灵魂经过屡次受惩,重获应有的品性与状态;但无知的狂暴与爱欲嗜乐的钉子,又将另一些灵魂再次卷入兽类的肉体之中。〔后一类灵魂中〕其一因理性的衰弱与观照的懈怠,由其实践冲动而倾向于生成流转;另一〔灵魂〕则因放荡而渴求器皿,极欲将欲望与享乐缝合,并借由肉体一同纵情激荡。因为在此处,唯有残缺的暗影与无法得到满足的享乐残梦而已。”

语法注4 条
  1. 25ἄλλῃ δʼ ἄλλη τιμωρία τριῶν οὐσῶν φύλακι καὶ χειρουργῷ προσήκει

    此处运用了将 ἄλλῃ 与 ἄλλη 并置的多格互用(polyptoton)分配结构,意为“三种惩罚中,不同的一种惩罚(ἄλλη τιμωρία)归属于不同的一位看守兼行刑者(ἄλλῃ φύλακι καὶ χειρουργῷ)”。该句总领下文对珀涅、狄刻与厄里倪厄斯三位执行者职能的分别阐述。

  2. 565bἔδειξε πρῶτον ἀγαθοῖς γονεῦσιν, ἄνπερ ὦσιν, ἢ προγόνοις αὐτοῦ πρόσπτυστον ὄντα καὶ ἀνάξιον ἐὰν δὲ φαῦλοι, κολαζομένους ἐπιδὼν ἐκείνους καὶ ὀφθεὶς δικαιοῦται

    句中包含了格言式不定过去时(gnomic aorist)与现在时的时态转换,以及主语的转换。前半分句中的 ἔδειξε 为格言式不定过去时,主语承前为 ἡ Δίκη,宾语为 τοῦτον,接充当宾语补足语的补充分词 ὄντα;后半分句由 ἐὰν δὲ φαῦλοι(省略 ὦσι)引导,主谓语转为现在时 δικαιοῦται,主语转换为主句分词 ἐπιδὼν 与 ὀφθείς 所指代的受刑者本人。

  3. 565cτῆς ψυχῆς τρεπομένης ὑπὸ τῶν παθῶν καὶ τρεπούσης τὸ σῶμα

    属格绝对结构中并列了动词 τρέπω 的被动态与主动态分词,揭示了阳世中的因果机制:灵魂被情欲所改变(τρεπομένης ὑπὸ τῶν παθῶν),进而灵魂又反过来改变肉体(τρεπούσης τὸ σῶμα)。

  4. 565dἡ μὲν γὰρ ἀσθενείᾳ λόγου... ἡ δʼ ὀργάνου τῷ ἀκολάστῳ δεομένη

    此处阴性单数冠词 ἡ μὲν 与 ἡ δʼ(省略 ψυχή)将前文 τὰς δʼ(被卷入兽类肉体的灵魂)分为两类,分别对应前句所述的两个原因:ἡ μὲν 指受 βιαιότης ἀμαθίας(无知的暴烈)驱使、因理性衰弱与怠惰而坠入实践生成的灵魂;ἡ δʼ 则指受 φιληδονίας ἧλος(嗜乐的钉扣;ἧλος 为阳性名词,故阴性 ἡ δʼ... δεομένη 并非指代该词)驱使、因放荡不羁而亟需肉体器官以满足享乐欲望的灵魂。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:25-26