← 普鲁塔克

论神罚的延迟

§30-33

冥界中罪魂的惩罚与泰斯佩修斯的还魂

泰斯佩修斯目睹了其父与熟人的可怖刑罚、伪善者灵魂的解剖暴露、贪婪者的酷刑、被受害后代追索的灵魂之苦,以及尼禄灵魂向动物的转生,随后在惊恐中被猛烈拉回现世的肉身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30

μετὰ δὲ ταῦτα πρὸς τὴν θέαν τῶν κολαζομένων ἐτρέποντο. καὶ τὰ μὲν πρῶτα δυσχερεῖς καὶ οἰκτρὰς εἶχον ὄψεις μόνον· ἐπεὶ δὲ καὶ φίλοις καὶ οἰκείοις καὶ συνήθεσιν ὁ Θεσπέσιος οὐκ ἂν προσδοκήσας1 κολαζομένοις ἐνετύγχανεν, οἳ καὶ δεινὰ παθήματα καὶ τιμωρίας ἀσχήμονας καὶ ἀλγεινὰς ὑπομένοντες ᾠκτίζοντο πρὸς ἐκεῖνον καὶ ἀνεκλαίοντο· τέλος δὲ τὸν πατέρα τὸν ἑαυτοῦ κατεῖδεν ἔκ τινος βαράθρου στιγμάτων καὶ οὐλῶν μεστὸν ἀναδυόμενον, ὀρέγοντα τὰς χεῖρας αὐτῷ καὶ σιωπᾶν οὐκ ἐώμενον, ἀλλʼ ὁμολογεῖν ἀναγκαζόμενον ὑπὸ τῶν ἐφεστώτων ταῖς τιμωρίαις, ὅτι περὶ ξένους τινὰς μιαρὸς γενόμενος χρυσίον ἔχοντας, φαρμάκοις διαφθείρας καὶ ἐκεῖ διαλαθὼν ἅπαντας, ἐνταῦθʼ ἐξελεγχθείς, τὰ μὲν ἤδη πέπονθε τὰ δʼ ἄγεται πεισόμενος ἱκετεύειν μὲν ἢ παραιτεῖσθαι περὶ τοῦ πατρὸς οὐκ ἐτόλμα διʼ ἔκπληξιν καὶ δέος ὑποστρέψαι δὲ καὶ φυγεῖν βουλόμενος οὐκέτι τὸν πρᾶον ἐκεῖνον ἑώρα καὶ οἰκεῖον ξεναγόν, ἀλλʼ ὑφʼ ἑτέρων τινῶν φοβερῶν τὴν ὄψιν εἰς τὸ πρόσθεν ὠθούμενος ὡς ἀνάγκην οὖσαν οὕτω διεξελθεῖν, ἐθεᾶτο τῶν μὲν γνωρίμως πονηρῶν γενομένων καὶ κολασθέντων αὐτόθι τὴν σκιὰν οὐκέτʼ εἶναι χαλεπῶς οὐδʼ ὁμοίως τριβομένην, ἅτε δὴ περὶ τὸ ἄλογον καὶ παθητικὸν ἐπίπονον οὖσαν· ὅσοι δὲ πρόσχημα καὶ δόξαν ἀρετῆς περιβαλόμενοι διεβίωσαν κακίᾳ λανθανούσῃ, τούτους ἐπιπόνως καὶ ὀδυνηρῶς ἠνάγκαζον ἕτεροι περιεστῶτες ἐκτρέπεσθαι τὰ ἐντὸς ἔξω τῆς ψυχῆς, ἰλυσπωμένους παρὰ φύσιν καὶ ἀνακαμπτομένους, ὥσπερ αἱ θαλάττιαι σκολόπενδραι καταπιοῦσαι τὸ ἄγκιστρον ἐκτρέπουσιν ἑαυτάς·2 ἐνίους δʼ ἀναδέροντες αὐτῶν καὶ ἀναπτύσσοντες ἀπεδείκνυσαν ὑπούλους καὶ ποικίλους, ἐν τῷ λογιστικῷ καὶ κυρίῳ τὴν μοχθηρίαν ἔχοντας. ἄλλας δʼ ἔφη ψυχὰς ἰδεῖν, ὥσπερ τὰς ἐχίδνας περιπεπλεγμένας σύνδυο καὶ σύντρεις καὶ πλείονας, ἀλλήλας ἐσθιούσας ὑπὸ μνησικακίας καὶ κακοθυμίας ὧν ἔπαθον ἐν τῷ ζῆν ἢ ἔδρασαν. εἶναι δὲ καὶ λίμνας παρʼ ἀλλήλας, τὴν μὲν χρυσοῦ περιζέουσαν τὴν δὲ μολίβδου ψυχροτάτην ἄλλην δὲ τραχεῖαν σιδήρου· καί τινας ἐφεστάναι δαίμονας ὥσπερ οἱ χαλκεῖς ὀργάνοις ἀναλαμβάνοντας καὶ καθιέντας ἐν μέρει τὰς ψυχὰς τῶν διʼ ἀπληστίαν καὶ πλεονεξίαν πονηρῶν. ἐν μὲν γὰρ τῷ χρυσῷ διαπύρους καὶ διαφανεῖς ὑπὸ τοῦ φλέγεσθαι γενομένας ἐνέβαλλον εἰς τὴν τοῦ μολίβδου βάπτοντες· ἐκπαγείσας δʼ αὐτόθι καὶ γενομένας σκληρὰς ὥσπερ αἱ χάλαζαι, πάλιν εἰς τὴν τοῦ σιδήρου μεθίστασαν ἐνταῦθα δὲ μέλαιναί τε δεινῶς ἐγίγνοντο, καὶ περικλώμεναι διὰ σκληρότητα καὶ συντριβόμεναι τὰ εἴδη μετέβαλλον· εἶθʼ οὕτω πάλιν εἰς τὸν χρυσὸν ἐκομίζοντο, δεινάς, ὡς ἔλεγεν, ἐν ταῖς μεταβολαῖς ἀλγηδόνας ὑπομένουσαι.

在这些之后,他们转向了观看受刑罚者的地方。起初,这些景象仅仅令人不适与怜悯;但随后,泰斯佩修斯竟然出乎意料地遇到了受罚的朋友、亲人和熟人,他们忍受着可怕的苦难以及丑恶痛苦的折磨,向他哀告并痛哭起来。最后,他看见自己的父亲从一个深渊中爬出,满身布满刺伤与疤痕,向他伸出双手,且不被允许保持沉默,而是被掌管刑罚者强迫承认:他曾对一些身怀黄金的宾客犯下罪孽,用毒药害死了他们,在人间虽瞒过了所有人,但在这里被揭发查验,有些苦痛已经承受,其余的则正被押去承受。由于惊骇与恐惧,他不敢为父亲祈求或求情;想要转身逃跑时,他已看不见那位温和熟悉的向导,而是被其他面目可怖者推搡向前,仿佛必须如此走过一般。 他看到,那些公然行恶并当场受刑者的阴影,不再受到严酷或同样的磨折,因为其劳苦仅仅局限在无理性与易感的部分;至于那些披着美德的伪装与名声度日、暗中却行恶的人,四周站立的其他人则艰难而痛苦地强迫他们将灵魂的内部翻到外面,如同海蜈蚣吞下鱼钩后将自身内脏吐出翻转一样,他们反常地蠕动并反折着身体;施刑者剥开其中一些人的表皮并将其展开,揭示出他们溃烂而斑驳的内质,其恶性深藏于理智与统辖的部分。他说,他还看见其他灵魂像毒蛇一样两两、三三或更多地纠缠在一起,因在生前所受或所施的恶行积攒的怨恨与仇恨而相互吞食。 此外,还有一些彼此相邻的池子:一个沸腾着黄金,另一个因铅而极度冰冷,还有一个则是坚硬粗粝的铁池。有神灵像铁匠一样持着器具守护在旁,将那些因贪婪与贪占而行恶者的灵魂轮流提取并浸入其中。因为灵魂在黄金中因燃烧而变得炽热透明之后,施刑者便将其投入铅中浸泡;待它们在那里彻底冻结并变得如冰雹般坚硬时,又将其移送至铁池中;在那里,它们变得可怖地漆黑,并因僵硬而四处折断碎裂,改变了形态;随后又以这种状态被带回黄金中,正如他所说,在这些转化中忍受着可怕的剧痛。

§31

πάντων δὲ πάσχειν ἔλεγεν οἰκτρότατα τὰς ἤδη δοκούσας ἀφεῖσθαι τῆς δίκης, εἶτʼ αὖθις συλλαμβανομένας· αὗται δʼ ἦσαν, ὧν εἴς τινας ἐκγόνους ἢ παῖδας ἡ ποινὴ περιῆλθεν.3 ὁπότε γάρ τις ἐκείνων ἀφίκοιτο καὶ περιτύχοι, προσέπιπτεν ὀργῇ καὶ κατεβόα καὶ τὰ σημεῖα τῶν παθῶν ἐδείκνυεν, ὀνειδίζουσα καὶ διώκουσα φεύγειν καὶ ἀποκρύπτεσθαι βουλομένην οὐ δυναμένην δέ. ταχὺ γὰρ μετέθεον οἱ κολασταὶ πρὸς τὴν δίκην, καὶ ἐξ ἀρχῆς ἤπειγον ὀλοφυρομένας τῷ προγιγνώσκειν τὴν τιμωρίαν. ἐνίαις δὲ καὶ πολλὰς ἅμα τῶν ἐκγόνων ἔλεγε συνηρτῆσθαι, καθάπερ μελίττας ἢ νυκτερίδας ἀτεχνῶς ἐχομένας καὶ τετριγυίας ὑπὸ μνήμης καὶ ὀργῆς ὧν ἔπαθον διʼ αὐτάς.

但他说,在所有受刑者中,承受最凄惨痛苦的,是那些看似已被法庭释放、随后又被重新逮捕的灵魂;这些正是其惩罚已转移至某些后嗣或子女身上的灵魂。因为每当那些后代来到并与其相遇时,便会愤怒地扑向他们,高声怒骂,展示受难的痕迹,责难并追赶那些想要逃跑和躲藏却无能为力的灵魂。刑罚官很快便赶来执行正义,从头驱赶那些因预知刑罚而悲叹的灵魂。他说,有些灵魂上同时附着许多后代,宛如蜜蜂或蝙蝠般紧紧抓着不放,因对因他们而受的痛苦之记忆与愤怒而尖声叫唤。

§32

ἔσχατα δʼ ὁρῶντος αὐτοῦ τὰς ἐπὶ δευτέραν γένεσιν τρεπομένας ψυχὰς εἴς τε ζῷα παντοδαπὰ καμπτομένας βίᾳ καὶ μετασχηματιζομένας ὑπὸ τῶν ταῦτα δημιουργούντων ὀργάνοις τισὶ καὶ πληγαῖς, τῶν μὲν ὅλα τὰ μέρη συνελαυνόντων, τὰ δʼ ἀποστρεφόντων, ἔνια δʼ ἐκλεαινόντων καὶ ἀφανιζόντων παντάπασιν, ὅπως ἐφαρμόσειεν ἑτέροις ἤθεσι καὶ βίοις· ἐν ταύταις φανῆναι τὴν Νέρωνος ψυχὴν τά τʼ ἄλλα κακῶς ἔχουσαν ἤδη καὶ διαπεπαρμένην ἥλοις διαπύροις. προκεχειρισμένων δὲ καὶ ταύτῃ τῶν δημιουργῶν Πινδαρικῆς ἐχίδνης εἶδος, ἐν ᾧ κυηθεῖσαν καὶ διαφαγοῦσαν τὴν μητέρα βιώσεσθαι,4 φῶς ἔφασκεν ἐξαίφνης διαλάμψαι μέγα, καὶ φωνὴν ἐκ τοῦ φωτὸς γενέσθαι προστάττουσαν εἰς ἄλλο γένος ἡμερώτερον μεταβαλεῖν, ᾠδικόν τι μηχανησαμένους περὶ ἕλη καὶ λίμνας ζῷον· ὧν μὲν γὰρ ἠδίκησε δεδωκέναι δίκας· ὀφείλεσθαι δέ τι καὶ χρηστὸν αὐτῷ παρὰ θεῶν, ὅτι τῶν ὑπηκόων τὸ βέλτιστον καὶ θεοφιλέστατον γένος ἠλευθέρωσε, τὴν Ἑλλάδα.

最后,当他注视时,看到有些灵魂转向第二次生成,被制作这些形态的匠人凭借工具与击打,强行弯折并重塑为各种各样的动物:匠人将某些部分整体挤压,将另一些部分扭曲,又将某些部分磨平并彻底消除,以便使其契合于不同的习性与生活。在这些灵魂中,显现出了尼禄的灵魂,各方面均已残破不堪,且被赤热的钉子贯穿。当匠人们也为他准备好了品达式的毒蛇形态——他本将在此形态中受孕、咬穿母体并活下去——他说,突然有一道巨大的光芒照射出来,光中发出声音,命令将其转变为另一种更温顺的族类,设计成一种在沼泽与湖泊旁歌唱的动物;因为他所犯下的罪行已经服刑清偿,而诸神也应当回报他一些善意,因为他解放了其臣民中最优异且最蒙神宠爱的族类,即希腊。

§33

μέχρι μὲν οὖν τούτων εἶναι θεατής· ὡς δʼ ἀναστρέφειν ἔμελλεν, ἐν παντὶ κακῷ γενέσθαι διὰ φόβον, γυναῖκα γάρ τινα λαβομένην αὐτοῦ θαυμαστὴν τὸ εἶδος καὶ τὸ μέγεθος, δεῦρο δή εἰπεῖν οὗτος, ὅπως ἕκαστα μᾶλλον μνημονεύσῃς. καί τι ῥαβδίον, ὥσπερ οἱ ζωγράφοι, διάπυρον προσάγειν,5 ἑτέραν δὲ κωλύειν. αὐτὸν δʼ ὥσπερ ὑπὸ σύριγγος ἐξαίφνης σπασθέντα πνεύματι νεανικῷ σφόδρα καὶ βιαίῳ τῷ σώματι προσπεσεῖν καὶ ἀναβλέψαι σχεδὸν ὑπʼ αὐτοῦ τοῦ μνήματος.

至此为止,他是一个旁观者;但当他正要折返时,却因恐惧而陷入彻底的绝望。因为一个面容与身形令人惊异的妇人抓住了他,说道:“过来吧,你这人,好让你把每件事都记得更清楚。”她像蜡画师那样拿来一根赤热的小棒,但另一位妇人阻止了她。至于他自己,仿佛被一股极其强猛狂暴的气息如通过芦苇管一般猛然吸扯,坠入肉身,几乎就在坟墓本身的下方睁开了眼睛。

语法注5 条
  1. 30οὐκ ἂν προσδοκήσας

    分词 προσδοκήσας 带有表示潜在或反事实的 ἄν,相当于过去直陈式或祈愿式(οὐκ ἂν προσεδόκησε / προσδοκήσειε),修饰主语 ὁ Θεσπέσιος,意为“泰斯佩修斯本不会料想到”。

  2. 567bὥσπερ αἱ θαλάττιαι σκολόπενδραι καταπιοῦσαι τὸ ἄγκιστρον ἐκτρέπουσιν ἑαυτάς

    基于古代自然志传说(海蜈蚣吞下鱼钩后会将体内翻转吐出以吐脱鱼钩)的明喻从句,形象地描绘并例示了前面的分词 ἰλυσπωμένους(翻滚扭动)、ἀνακαμπτομένους(向后弯折)以及介词短语 παρὰ φύσιν(反常地)。

  3. 567dὧν εἴς τινας ἐκγόνους ἢ παῖδας ἡ ποινὴ περιῆλθεν

    关系代词 ὧν 是从属于 ἡ ποινὴ 的所有格,先行词为 αὗται(即指代受罚的灵魂),构成关系从句:“那些刑罚转移到了其某些后裔或子女身上的灵魂”。

  4. 567eἐν ᾧ κυηθεῖσαν καὶ διαφαγοῦσαν τὴν μητέρα βιώσεσθαι

    间接引语中的“宾格加不定式”结构。关系代词 ᾧ 的先行词是 εἶδος(外形)。阴性宾格分词 κυηθεῖσαν 与 διαφαγοῦσαν 与将来时不定式 βιώσεσθαι 的逻辑主语(即前文的 ψυχήν 尼禄的灵魂)保持性数格一致,反映了毒蛇咬破母腹而出的古代传说。

  5. 568aὥσπερ οἱ ζωγράφοι, διάπυρον προσάγειν

    不定式 προσάγειν 在间接引语中延续(由 ἔφη 统摄)。插入语 ὥσπερ οἱ ζωγράφοι 特指蜡画法(encaustic)画家,他们使用加热的金属烙笔(cauterium)来融化熔封蜡彩;此处妇人手中的赤热小棒(ῥαβδίον διάπυρον)正是与其工具相比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:30-33