- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:23-24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
泰斯佩修斯灵魂离体后目睹了天界景象与上升的亡魂,一位亲属的灵魂告知他并未真正死亡而是仅以心智至此,并向他说明了亡魂的特征及其因善恶而异的斑纹与色彩。
ἐπεὶ γὰρ ἐξέπεσε τὸ φρονοῦν, τοῦ σώματος, οἷον ἄν τις ἐκ πλοίου κυβερνήτης εἰς βυθὸν ἀπορριφεὶς πάθοι τὸ πρῶτον, οὕτως ὑπὸ τῆς μεταβολῆς ἔσχεν· εἶτα μικρὸν ἐξαρθεὶς ἔδοξεν ἀναπνεῖν ὅλος καὶ περιορᾶν πανταχόθεν, ὥσπερ ἑνὸς ὄμματος ἀνοιχθείσης τῆς ψυχῆς.1 ἑώρα δὲ τῶν πρότερον οὐδὲν ἀλλʼ ἢ τὰ ἄστρα παμμεγέθη καὶ ἀπέχοντα πλῆθος ἀλλήλων ἄπλετον, αὐγήν τε τῇ χρόᾳ θαυμαστὴν ἀφιέντα καὶ τόνον ἔχουσαν· ὥστε τὴν ψυχὴν ἐποχουμένην λείως οἷον ὥσπερ ἐν γαλήνῃ τῷ φωτὶ ῥᾳδίως πάντῃ καὶ ταχὺ διαφέρεσθαι. τὰ δὲ πλεῖστα τῶν θεαμάτων παραλιπὼν ἔφη τὰς ψυχὰς τῶν τελευτώντων κάτωθεν ἀνιούσας πομφόλυγα φλογοειδῆ ποιεῖν ἐξισταμένου τοῦ ἀέρος, εἶτα ῥηγνυμένης ἀτρέμα τῆς πομφόλυγος ἐκβαίνειν τύπον ἐχούσας ἀνθρωποειδῆ τὸν δʼ ὄγκον εὐσταλεῖς, κινουμένας δʼ οὐχ ὁμοίως, ἀλλὰ τὰς μὲν ἐκπηδᾶν ἐλαφρότητι θαυμαστῇ καὶ διᾴττειν ἐπʼ εὐθείας ἄνω, τὰς δʼ ὥσπερ οἱ ἄτρακτοι περιστρεφομένας ἅμα κύκλῳ· καὶ τοτὲ μὲν κάτω τοτὲ δʼ ἄνω ῥεπούσας μικτήν τινα φέρεσθαι καὶ τεταραγμένην κίνησιν καὶ πολλῷ πάνυ χρόνῳ καὶ μόλις ἀποκαθισταμένην. τὰς μὲν οὖν πολλὰς ἠγνόει τίνες εἰσί· δύο δʼ ἢ τρεῖς ἰδὼν γνωρίμους ἐπειρᾶτο προσμῖξαι καὶ προσειπεῖν· αἱ δʼ οὔτʼ ἤκουον οὔτʼ ἦσαν παρʼ ἑαυταῖς, ἀλλʼ ἔκφρονες καὶ διεπτοημέναι, πᾶσαν ὄψιν ἀποφεύγουσαι καὶ ψαῦσιν, ἐρρέμβοντο πρῶτον αὐταὶ καθʼ ἑαυτάς, εἶτα πολλαῖς ὁμοίως διακειμέναις ἐντυγχάνουσαι καὶ περιπλεκόμεναι φοράς τε πάσας πρὸς οὐδὲν ἀκρίτως ἐφέροντο καὶ φωνὰς ἵεσαν ἀσήμους, οἷον ἀλαλαγμοὺς θρήνῳ καὶ φόβῳ μεμιγμένας. ἄλλαι δʼ ἄνωθεν ἐν ἄκρῳ τοῦ περιέχοντος ὀφθῆναί τε φαιδραὶ καὶ πρὸς ἀλλήλας ὑπʼ εὐμενείας θαμὰ πελάζουσαι τὰς δὲ θορυβώδεις ἐκείνας ἐκτρεπόμεναι, διεσήμαινον ὡς ἔοικε συστολῇ μὲν εἰς ἑαυτὰς τὸ δυσχεραῖνον, ἐκπετάσει δὲ καὶ διαχύσει τὸ χαῖρον καὶ προσιέμενον.
因为当思想机能脱离肉体之时,由于那骤然的转变,他所感受到的正如一位舵手从船上被抛入深渊时起初所经历的那样。随后,他被稍稍提升起来,似乎全身都在呼吸,并能环顾四周,宛如整个灵魂作为一只眼睛被全然睁开一般。他不再见到先前的任何事物,唯见巨大无比的星辰,彼此相距极其遥远,散发出颜色奇妙且具有张力强度的光芒;以致灵魂宛如在平静的海面上一样平稳地乘着那光,极其轻捷而迅速地飘向各处。他略去了大部分景象,说道:那些垂死之人的灵魂自下方升起时,随着空气让开而形成一个火状的气泡,随后当气泡微微裂开时,便显现出具有人形而体态轻捷的形状;但它们的运动各不相同:有些以惊人的轻盈跃出,笔直向上疾驰;有些则宛如纺锤一般同时打着转盘旋,时而向下倾斜,时而向上倾斜,在杂乱而动荡的运动中被带着漂移,历经极长的时间才勉强安定下来。大多数灵魂他并不认得,但见到两三个熟人,便试图靠近并同他们搭话;然而他们既听不见,也不省人事,而是神智昏乱、惊魂未定,躲避一切目光与触碰,起初独自游荡,继而与许多同样状态的灵魂相遇并缠绕在一起,漫无目的地盲目冲向各方,发出难以辨析的声音,宛如夹杂着哀嚎与恐惧的呼号。而在上方、在环绕的大气之穹顶的另一些灵魂,则显得容光焕发,出于善意彼此频繁接近,躲避那些喧嚣混乱的灵魂;它们似乎以内缩于自身来表示不悦,以舒展与扩散来表示喜悦与接纳。
ἐνταῦθα μίαν ἔφη συγγενοῦς τινος ἰδεῖν, οὐ μέντοι σαφῶς· ἀποθανεῖν γάρ, ἔτι παιδὸς ὄντος· ἀλλʼ ἐκείνην προσαγαγοῦσαν ἐγγὺς εἰπεῖν χαῖρε, Θεσπέσιε. θαυμάσαντος δʼ αὐτοῦ καὶ φήσαντος, ὡς οὐ Θεσπέσιος ἀλλʼ Ἀριδαῖός ἐστι· πρότερόν γε φάναι τὸ δʼ ἀπὸ τοῦδε Θεσπέσιος. οὐδὲ γάρ τοι τέθνηκας, ἀλλὰ μοίρᾳ τινὶ θεῶν ἥκεις δεῦρο τῷ φρονοῦντι· τὴν δʼ ἄλλην ψυχὴν ὥσπερ ἀγκύριον ἐν τῷ σώματι καταλέλοιπας· σύμβολον δέ σοι καὶ νῦν καὶ αὖθις ἔστω τὸ τὰς ψυχὰς τῶν τεθνηκότων μήτε σκιὰν ποιεῖν μήτε σκαρδαμύττειν2 ταῦτʼ ἀκούσας ὁ Θεσπέσιος ἤδη τε μᾶλλον ἑαυτὸν τῷ λογίζεσθαι συνήγαγε, καὶ διαβλέψας εἶδεν ἑαυτῷ μέν τινα συναιωρουμένην ἀμυδρὰν καὶ σκιώδη γραμμήν, ἐκείνους δὲ περιλαμπομένους κύκλῳ καὶ διαφανεῖς ὄντας, οὐ μὴν ὁμοίως ἅπαντας· ἀλλὰ τοὺς μέν, ὥσπερ ἡ καθαρωτάτη πανσέληνος, ἓν χρῶμα λεῖον καὶ συνεχὲς καὶ ὁμαλὲς ἱέντας· ἑτέρων δὲ φολίδας τινὰς διατρεχούσας3 ἢ μώλωπας ἀραιούς· ἄλλους δὲ κομιδῇ ποικίλους καὶ ἀτόπους τὴν ὄψιν, ὥσπερ οἱ ἔχεις μελάσμασι κατεστιγμένους· ἄλλους δέ τινας ἀμβλείας ἀμυχὰς ἔχοντας.
他说,在那里他见到了一位亲属的灵魂,不过看得并不真切,因为此人去世时他还只是个孩子。然而那灵魂靠近前来说道: “你好,泰斯佩修斯。” 他感到惊异,并说自己不是泰斯佩修斯而是阿里代乌斯;那灵魂说道: “以前确是如此,但从今往后你便是泰斯佩修斯。因为你并未死去,而是凭着神明的某种命定,单以思想机能来到此地;你已将灵魂的其余部分如同一只小锚般留在了肉体之中。死者的灵魂既不投下阴影,亦不眨眼,这在当下和将来都可作为你的凭证。” 泰斯佩修斯听闻此言,便更加凝神思索,恢复了神智;他定睛细看,见到自己身上悬挂着一条模糊如影的暗线,而那些灵魂则通体环绕着光辉,晶莹剔透,但并非全都一模一样:有些灵魂宛如最纯净的满月,散发出单一、平滑、连绵且均匀的色泽;另一些灵魂身上则有某些鳞片状的纹路或稀疏的伤痕掠过;还有一些外貌完全斑驳怪异,宛如毒蛇一般布满黑斑;另有一些则带着钝涩的抓痕。
- 23ὥσπερ ἑνὸς ὄμματος ἀνοιχθείσης τῆς ψυχῆς
属格绝对结构。短语 ἑνὸς ὄμματος 并非分词 ἀνοιχθείσης 的独立主语,而是作为主语 τῆς ψυχῆς 的表语性同位成分,意为“宛如灵魂作为单一的一只眼睛被睁开一样”。
- 564dτὸ τὰς ψυχὰς τῶν τεθνηκότων μήτε σκιὰν ποιεῖν μήτε σκαρδαμύττειν
由中性单数定冠词 τό(主格)引导的带定冠词不定式从句,充当祈使动词 ἔστω 的主语:“死者的灵魂既不投下阴影,亦不眨眼这件事”。
- 564dἑτέρων δὲ φολίδας τινὰς διατρεχούσας
从前句的宾格结构(τοὺς μὲν ... ἱέντας)转入属格 ἑτέρων 的破格句(anacoluthon)。ἑτέρων 既可视为分词主语 φολίδας 的所属属格(“另一些人的鳞片”),亦可视为涉及属格,整个分词短语继续受感官动词 εἶδεν 支配。
