← 普鲁塔克

论神罚的延迟

§21-22

恶德的遗传性惩罚与泰斯佩修斯的濒死传闻

叙述者阐明,神明跨越世代的惩罚仅落于那些继承了恶德倾向的后嗣身上,并以生理遗传为例证进行解释。在奥林匹库斯要求听取故事而非仅凭理性论证的敦促下,叙述者开始讲述索利的泰斯佩修斯在经历濒死体验后发生剧烈道德转变的故事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21

ἡμεῖς δʼ ἀρτίως μὲν ἠγανακτοῦμεν ὡς ὀψὲ καὶ βραδέως τῶν πονηρῶν δίκην διδόντων·1 νῦν δʼ ὅτι καὶ πρὶν ἀδικεῖν ἐνίους τὴν ἕξιν αὐτῶν κολούει καὶ τὴν διάθεσιν, ἐγκαλοῦμεν, ἀγνοοῦντες ὅτι τοῦ γενομένου πολλάκις τὸ μέλλον καὶ τὸ λανθάνον τοῦ προδήλου χεῖρόν ἐστι καὶ φοβερώτερον, οὐ δυνάμενοι δὲ συλλογίζεσθαι τὰς αἰτίας, διʼ ἃς ἐνίους μὲν καὶ ἀδικήσαντας ἐᾶν βέλτιόν ἐστιν ἐνίους δὲ καὶ διανοουμένους προκαταλαμβάνειν· ὥσπερ ἀμέλει καὶ φάρμακα ἐνίοις μὲν οὐχ ἁρμόζει νοσοῦσιν, ἐνίοις δὲ λυσιτελεῖ καὶ μὴ νοσοῦσιν ἐπισφαλέστερον ἐκείνων ἔχουσιν. ὅθεν οὐδὲ πάντα "τὰ τῶν τεκόντων σφάλματʼ εἰς τοὺς ἐκγόνους οἱ θεοὶ τρέπουσιν" ἀλλʼ ἐὰν μὲν ἐκ φαύλου γένηται χρηστός, ὥσπερ εὐεκτικὸς ἐκ νοσώδους, ἀφεῖται τῆς τοῦ γένους ποινῆς, οἷον ἐκποίητος τῆς κακίας γενόμενος. νέῳ δʼ εἰς ὁμοιότητα μοχθηροῦ γένους ἀναφερομένῳ2 προσήκει δήπουθεν ὡς χρέα κληρονομίας διαδέχεσθαι τῆς πονηρίας τὴν κόλασιν. οὐ γὰρ Ἀντίγονός γε διὰ Δημήτριον οὐδὲ τῶν ποθʼ ἡρώων Φυλεὺς διʼ Αὐγέαν οὐδὲ Νέστωρ διὰ Νηλέα δίκας ἔδωκεν· ἐκ κακῶν μὲν γὰρ ἀγαθοὶ δʼ ἦσαν· ἀλλʼ ὅσων ἡ φύσις ἔστερξε καὶ προσήκατο τὸ συγγενές, τούτων ἡ δίκη διώκουσα τὴν ὁμοιότητα τῆς κακίας ἐπεξῆλθεν. ὡς γὰρ ἀκροχορδόνες καὶ μελάσματα καὶ φακοὶ πατέρων ἐν παισὶν ἀφανισθέντες ἀνέκυψαν ὕστερον ἐν υἱωνοῖς καὶ θυγατριδοῖς· καὶ γυνή τις Ἑλληνὶς τεκοῦσα βρέφος μέλαν, εἶτα κρινομένη μοιχείας ἐξανεῦρεν αὑτὴν Αἰθίοπος οὖσαν γενεὰν τετάρτην· τῶν δὲ Πύθωνος τοῦ Νισίβεως παίδων,3 ὃς ἔναγχος τέθνηκε, λεγομένου τοῖς Σπαρτοῖς προσήκειν, εἷς ἐξανήνεγκε λόγχης τύπον ἐν τῷ σώματι, διὰ χρόνων τοσούτων ἀνασχούσης καὶ ἀναδύσης ὥσπερ ἐκ βυθοῦ τῆς πρὸς τὸ γένος ὁμοιότητος· οὕτω πολλάκις ἤθη καὶ πάθη ψυχῆς αἱ πρῶται κρύπτουσι γενέσεις καὶ καταδύουσιν ὕστερον δέ ποτε καὶ διʼ ἑτέρων ἐξήνθησε καὶ ἀπέδωκε τὸ οἰκεῖον εἰς κακίαν καὶ ἀρετὴν ἡ φύσις.

然而,我们刚才还在为恶人受惩罚过迟过缓而愤慨;如今却又因神甚至在某些人行不义之前就挫败其习性与倾向而加以指责。我们未曾领会:将要发生的往往比已发生的更为恶劣、更令人畏惧,隐匿的往往比显露的更为可怕;我们亦无法推究其中的缘由——为何对某些人而言,即便在他们行不义之后任其自便反而更好,而对另一些人而言,哪怕他们仅仅在企图之时先发制人反而更为妥当。这正如药物确实并非适合所有患病之人,却有益于某些尚未患病但状况比前者更为凶险之人一样。因此,诸神决非“将父母的一切过错转嫁于子孙”,而是如果恶人生出善人,宛如病躯生出健壮之躯,他便如同脱离恶德而被过继出去一般,得免于宗族的惩罚。但对于退化而与卑劣宗族相似的青年,继承恶行的惩戒便理所当然地如同继承债务一般适得其所。因为安提柯从未因德米特里厄斯而受罚,昔日的英雄中菲琉斯从未因奥革阿斯受罚,涅斯托尔亦未因涅琉斯受罚;因为他们虽生于恶人,自身却是善人。然而,对于那些天性乐意接纳并继承家族血统之污的人,正义在追究其与恶德的相似之处时,便对其严加清算。正如父亲的肉赘、黑斑和雀斑在子女身上消失,后来却在孙子与外孙身上重新显现一样;又如一位希腊妇女产下一名黑肤婴儿,随后被控通奸,最终却查明自己乃是埃塞俄比亚人的第四代后裔;又如不久前去世、据传乃地生人后裔的尼西比斯人皮同的诸子中,有一人在身上显露出一枚长矛形状的印记,与宗族的相似性在历经如此漫长的岁月之后,宛如从深渊中重见天日一般浮现出来:同样,起初的世代往往掩盖并沉没了灵魂的习性与激情,但日后在某个时刻,并通过其他后裔,天性便会绽放,并在恶德与美德上显明其固有的本质。

§22

ἐπεὶ δὲ ταῦτʼ εἰπὼν ἐσιώπησα, διαμειδιάσας ὁ Ὀλύμπιχος οὐκ ἐπαινοῦμέν σʼ εἶπεν ὅπως μὴ δόξωμεν ἀφιέναι τὸν μῦθον,4 ὡς τοῦ λόγου πρὸς ἀπόδειξιν ἱκανῶς ἔχοντος, ἀλλὰ τότε δώσομεν τὴν ἀπόφασιν, ὅταν κἀκεῖνον ἀκούσωμεν οὕτως οὖν ἔφην, ὅτι ὁ Σολεὺς Θεσπέσιος, ἀνὴρ ἐκείνου τοῦ γενομένου καθʼ ἡμᾶς ἐνταῦθα Πρωτογένους οἰκεῖος καὶ φίλος, ἐν πολλῇ βιώσας ἀκολασίᾳ τὸν πρῶτον χρόνον, εἶτα ταχὺ τὴν οὐσίαν ἀπολέσας, ἤδη χρόνον τινὰ καὶ διὰ τὴν ἀνάγκην ἐγένετο πονηρός, καὶ τὸν πλοῦτον ἐκ μετανοίας διώκων ταὐτὸ τοῖς ἀκολάστοις ἔπασχε πάθος, οἳ τὰς γυναῖκας ἔχοντες μὲν οὐ φυλάττουσι, προέμενοι δὲ πειρῶσιν αὖθις ἀδίκως ἑτέροις συνούσας. οὐδενὸς οὖν ἀπεχόμενος αἰσχροῦ φέροντος εἰς ἀπόλαυσιν ἢ κέρδος, οὐσίαν μὲν οὐ πολλὴν δόξαν δὲ πονηρίας ἐν ὀλίγῳ πλείστην συνήγαγε. μάλιστα δʼ αὐτὸν διέβαλεν ἀνενεχθεῖσά τις ἐξ Ἀμφιλόχου μαντεία· πέμψας γὰρ ὡς ἔοικεν ἠρώτα τὸν θεόν, εἰ βέλτιον βιώσεται τὸν ἐπίλοιπον βίον· ὁ δʼ ἀνεῖλεν, ὅτι πράξει βέλτιον, ὅταν ἀποθάνῃ. καὶ δὴ τρόπον τινὰ τοῦτο μετʼ οὐ πολὺν χρόνον αὐτῷ συνέπεσε. κατενεχθεὶς γὰρ ἐξ ὕψους τινὸς εἰς τράχηλον, οὐ γενομένου τραύματος ἀλλὰ πληγῆς μόνον ἐξέθανε, καὶ τριταῖος ἤδη περὶ τὰς ταφὰς αὐτὰς ἀνήνεγκε. ταχὺ δὲ ῥωσθεὶς καὶ παρʼ αὑτῷ γενόμενος, ἄπιστόν τινα τοῦ βίου τὴν μεταβολὴν ἐποίησεν· οὔτε γὰρ δικαιότερον περὶ τὰ συμβόλαια γιγνώσκουσιν ἕτερον Κίλικες ἐν τοῖς τότε χρόνοις γενόμενον, οὔτε πρὸς τὸ θεῖον ὁσιώτερον οὔτε λυπηρότερον ἐχθροῖς ἢ βεβαιότερον φίλοις· ὥστε καὶ ποθεῖν τοὺς ἐντυγχάνοντας αὐτῷ τὴν αἰτίαν ἀκοῦσαι τῆς διαφορᾶς, οὐκ ἀπὸ τοῦ τυχόντος οἰομένους γεγονέναι διακόσμησιν εἰς ἦθος τοσαύτην, ὅπερ ἦν ἀληθές, ὡς αὐτὸς διηγεῖτο τῷ τε Πρωτογένει καὶ τοῖς ὁμοίως ἐπιεικέσι τῶν φίλων.

当我讲完这些话并沉默下来时,奥林匹库斯微笑着说道: “我们不会称赞你,免得我们看似因论述已足以证明而免去你的神话故事;相反,唯有在我们也听完那个故事之时,我们才会做出裁决。” “既然如此,”我说道,“索利的泰斯佩修斯——此人乃是曾在我们此地生活的普罗托格内斯的亲戚与挚友——早年生活极为放荡,随后很快败光了家产,后来一段时期因生活所迫而沦为恶徒。他出于悔恨而追逐财富,经历着与那些放荡之人相同的境遇:他们拥有妻子时不加珍惜,遗弃之后当妻子与他人同居时,却又企图不义地勾引她们。因此,他凡是有助于享乐或牟利的可耻之事无所不为,虽未聚敛多少财产,却在短时间内积攒了极大的恶名。而最令他名誉扫地的,是从安菲罗科斯带回的一则神谕。因为据推测,他曾派人求问神明,自己余生是否会过得更好;神明回答说,当他死去时,他会过得更好。果然,不久之后,这事在某种意义上应验在他身上。因为他从某处高处摔下,颈部着地,虽未受伤而仅受撞击便断了气,直到第三天临近下葬之时才苏醒过来。他迅速恢复体力并恢复神志后,使自己的人生发生了一种令人难以置信的转变。因为奇里乞亚人不知道在那个时代还曾有过其他比他在契约上更公正、对神明更虔诚、对仇敌更令人生畏、对朋友更忠实可靠之人;以致与他相遇的人都渴望探听这一转变的缘由,认为如此巨大的品格归正绝非偶然发生——而事实确乎如此,正如同他亲自向普罗托格内斯及其他同样公正的朋友们所叙述的那样。

语法注4 条
  1. 21ὡς ὀψὲ καὶ βραδέως τῶν πονηρῶν δίκην διδόντων

    由连词 ὡς 引导的属格独立结构,表示主句动词 ἠγανακτοῦμεν(愤慨)所陈述的主观缘由或论据(“因恶人受惩罚过迟过缓”)。

  2. 562eνέῳ δʼ εἰς ὁμοιότητα μοχθηροῦ γένους ἀναφερομένῳ

    与格分词短语。动词 ἀναφέρω 的被动/中间态与介词 εἰς 搭配,意为“追溯至/退化至与……相似”,在此充当无人称动词 προσήκει(理应/适合)所要求的与格补足语。

  3. 563aτῶν δὲ Πύθωνος τοῦ Νισίβεως παίδων

    部分属格。该属格短语被置于句首,与其修饰的核心词 εἷς(一人)之间形成了显著的远隔结构(hyperbaton)。整句的核心骨架为 τῶν παίδων... εἷς ἐξανήνεγκε λόγχης τύπον(“诸子中的一人显露出一枚长矛形状”)。

  4. 563bοὐκ ἐπαινοῦμέν σʼ... ὅπως μὴ δόξωμεν ἀφιέναι τὸν μῦθον

    带否定词 οὐκ 的主句动词 ἐπαινοῦμεν 之后接目的从句 ὅπως μὴ δόξωμεν(“免得我们显得……”)。此处的目的从句解释了不予称赞的动机或意图(“我们之所以不称赞你,是为了不让我们显得免除了你的神话故事”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:21-22