← 普鲁塔克

论神罚的延迟

§19-20

反驳比昂之喻与针对遗传恶德的预防性惩治

叙述者反驳了比昂将惩罚恶人子嗣的神明比作因父辈疾病而医治后代的荒谬医生的观点,指出正如对遗传性疾病进行未雨绸缪的预防性治疗一样,神明能洞察灵魂先天的恶德倾向,并在其演化为严重罪行之前施以惩罚性质的矫治。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19

ὁ γὰρ Βίων τὸν θεὸν κολάζοντα τοὺς παῖδας τῶν πονηρῶν γελοιότερον εἶναί φησιν ἰατροῦ, διὰ νόσον πάππου καὶ πατρὸς ἔκγονον ἢ παῖδα φαρμακεύοντος. ἔστι δὲ πῆ μὲν ἀνόμοια τὰ πράγματα πῆ δʼ ἐοικότα καὶ ὅμοια. νόσου μὲν γὰρ ἄλλος ἄλλον οὐ παύει θεραπευόμενος, οὐδὲ βέλτιόν τις ἔσχε τῶν ὀφθαλμιώντων ἢ πυρεττόντων ἰδὼν ἄλλον ὑπαλειφόμενον ἢ καταπλαττόμενον αἱ δὲ τιμωρίαι τῶν πονηρῶν διὰ τοῦτο δείκνυνται πᾶσιν, ὅτι δίκης κατὰ λόγον περαινομένης ἔργον ἐστὶν ἑτέρους διʼ ἑτέρων κολαζομένων ἐπισχεῖν. δὲ προσέοικε τῷ ζητουμένῳ τὸ παραβαλλόμενον ὑπὸ τοῦ Βίωνος ἔλαθεν αὐτόν·1 ἤδη γὰρ ἀνδρὸς εἰς νόσημα μοχθηρὸν οὐ μὴν ἀνίατον ἐμπεσόντος, εἶτʼ ἀκρασίᾳ καὶ μαλακίᾳ προεμένου τῷ πάθει τὸ σῶμα καὶ διαφθαρέντος υἱὸν οὐ δοκοῦντα νοσεῖν, ἀλλὰ μόνον ἐπιτηδείως ἔχοντα πρὸς τὴν αὐτὴν νόσον ἰατρὸς ἢ οἰκεῖος ἢ ἀλείπτης καταμαθὼν ἢ δεσπότης χρηστός, ἐμβαλὼν εἰς δίαιταν αὐστηρὰν καὶ ἀφελὼν ὄψα καὶ πέμματα καὶ πότους καὶ γύναια, φαρμακείαις δὲ χρησάμενος ἐνδελεχέσι καὶ διαπονήσας τὸ σῶμα γυμνασίοις, ἐσκέδασε καὶ ἀπέπεμψε, μεγάλου πάθους σπέρμα μικρὸν οὐκ ἐάσας εἰς μέγεθος προελθεῖν. ἦ γὰρ οὐχ οὕτω παρακελευόμεθα, προσέχειν ἀξιοῦντες ἑαυτοῖς καὶ παραφυλάττεσθαι καὶ μὴ παραμελεῖν ὅσοι γεγόνασιν ἐκ πατέρων ἢ μητέρων νοσηματικῶν, ἀλλʼ εὐθὺς ἐξωθεῖν τὴν ἐγκεκραμένην ἀρχὴν εὐκίνητον οὖσαν καὶ ἀκροσφαλῆ προκαταλαμβάνοντας; πάνυ μὲν οὖν ἔφασαν. οὐ τοίνυν ἄτοπον εἶπον ἀλλʼ ἀναγκαῖον, οὐδὲ γελοῖον ἀλλʼ ὠφέλιμον πρᾶγμα ποιοῦμεν, ἐπιληπτικῶν παισὶ καὶ μελαγχολικῶν καὶ ποδαγρικῶν γυμνάσια καὶ διαίτας καὶ φάρμακα προσάγοντες οὐ νοσοῦσιν ἀλλʼ ἕνεκα τοῦ μὴ νοσῆσαι· τὸ γὰρ ἐκ πονηροῦ σώματος γιγνόμενον σῶμα τιμωρίας μὲν οὐδεμιᾶς ἰατρείας δὲ καὶ φυλακῆς ἄξιόν ἐστιν· ἣν εἴ τις, ὅτι τὰς ἡδονὰς ἀφαιρεῖ καὶ δηγμὸν ἐπάγει καὶ πόνον, τιμωρίαν ὑπὸ δειλίας καὶ μαλακίας ἀποκαλεῖ, χαίρειν ἐατέον. ἆρʼ οὖν σῶμα μὲν ἔκγονον φαύλου σώματος ἄξιόν ἐστι θεραπεύειν καὶ φυλάττειν, κακίας δὲ ὁμοιότητα συγγενικὴν ἐν νέῳ βλαστάνουσαν ἤθει καὶ ἀναφυομένην ἐᾶν δεῖ καὶ περιμένειν καὶ μέλλειν, ἄχρι ἂν ἐκχυθεῖσα τοῖς πάθεσιν ἐμφανὴς γένηται "κακόφρονά τʼ ἀμφάνῃ πραπίδων καρπόν" ὥς φησι Πίνδαρος;

因为比昂说,惩罚恶人子嗣的神明比那些因祖父和父亲的疾病而向孙子或儿子施药的医生更为可笑。然而,这两件事在某些方面并不相同,在另一些方面却又相似且一致。就疾病而言,一个人接受治疗并不能解除另一人的痛苦,患眼病或发热者也不会因为看见别人被涂药或敷贴膏药而有所好转;但恶人受惩罚之所以昭示于众人面前,乃是因为依从理性施行的正义,其职能正是通过惩治一部分人来规劝制止另一部分人。然而,比昂所引用的比喻与所探求之主题相似之处,他自己却未曾察觉。因为以往确有这样的事:当一个男子染上恶疾(虽非无可救药),随后却因缺乏节制与软弱而将身体听凭病痛摧残以致丧命时,一位医生、亲属、体育教练或善良的主人,察觉到其子虽尚未显出患病之相,却仅仅对同一种疾病具有易感体质,便让他遵循严厉的摄生法,免除甘旨、糕饼、饮宴与女色,运用不间断的药物治疗,并通过体操锻炼其体魄,从而化解并驱散了疾病,未容这重大病痛的微小种子长成大患。难道我们不也正是这样劝诫,要求凡由患病之父母所生之人皆当留心自身、谨防戒备且不可大意,反当趁着体内混杂的潜在病根尚易活动且不稳定时便及早先发制人将其拔除吗? “确实如此,”他们说道。 “因此,”我说道,“当我们向癫痫者、忧郁症者和痛风者的子嗣施行体操、摄生法和药物时,并非因为他们已经患病,而是为了使他们不致患病,我们所做的并非怪异之事而是必然之举,并非可笑之事而是有益之功。因为由病弱之躯所生出的肉体,固然不该受任何惩罚,却配受医治与防范;若有人因这剥夺了享乐、带来了刺痛与劳苦,便出于胆怯与懦弱将其称为惩罚,大可置之不理。难道说,病躯之后裔配受医治与防范,而在年轻品性中萌芽滋长之恶德的血缘相似性,反而应当任其发展、坐视等待并一再拖延,直到它倾注于激情中显露出来,如品达所言‘显明胸中恶意的果实’吗?

§20

ἢ κατὰ τοῦτο μὲν ὁ θεὸς οὐδὲν τοῦ Ἡσιόδου σοφώτερος διακελευομένου καὶ παρεγγυῶντος "μηδʼ ἀπὸ δυστήνοιο τάφου ἀπονοστήσαντα σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός," ὡς οὐ κακίαν μόνον οὐδʼ ἀρετὴν ἀλλὰ καὶ λύπην καὶ χαρὰν καὶ πάνθʼ ὅσʼ ἀναδεχομένης τῆς γενέσεως, ἱλαροὺς καὶ ἡδεῖς καὶ διακεχυμένους ἄγειν πρὸς τὴν τέκνωσιν; ἐκεῖνο δʼ οὐκ ἔστι καθʼ Ἡσίοδον οὐδʼ ἀνθρωπίνης ἔργον σοφίας ἀλλὰ θεοῦ, τὸ διορᾶν καὶ διαισθάνεσθαι τὰς ὁμοιοπαθείας καὶ τὰς διαφοράς, πρὶν εἰς μεγάλα τοῖς πάθεσιν ἐμπεσούσας ἀδικήματα γενέσθαι καταφανεῖς. ἄρκτων μὲν γὰρ ἔτι νήπια καὶ λύκων τέκνα καὶ πιθήκων εὐθὺς ἐμφαίνει τὸ συγγενὲς ἦθος, ὑπὸ μηδενὸς ὑπαμπεχόμενον μηδὲ καταπλαττόμενον· ἡ δʼ ἀνθρώπου φύσις εἰς ἔθη καὶ δόγματα καὶ νόμους ἑαυτὴν ἐμβαλοῦσα, κρύπτει τὰ φαῦλα καὶ τὰ καλὰ μιμεῖται πολλάκις, ὥστʼ ἢ παντάπασιν ἐξαλεῖψαι καὶ διαφυγεῖν ἐγγενῆ κηλῖδα τῆς κακίας, ἢ διαλαθεῖν πολὺν χρόνον, οἷον ἔλυτρόν τι ἑαυτῇ τὴν πανουργίαν περιβαλοῦσα, διαλαθεῖν δʼ ἡμᾶς2 τοὺς ὥσπερ ὑπὸ πληγῆς ἢ δήγματος ἑκάστου τῶν ἀδικημάτων μόλις αἰσθανομένους τῆς κακίας, μᾶλλον δʼ ὅλως τότε γίγνεσθαι νομίζοντας ἀδίκους ὅτʼ ἀδικοῦσιν, ἀκολάστους ὅθʼ ὑβρίζουσιν καὶ ἀνάνδρους ὅτε φεύγουσιν ὥσπερ εἴ τις οἴοιτο τοῖς σκορπίοις ἐμφύεσθαι τὸ κέντρον ὅτε τύπτουσι, καὶ ταῖς ἐχίδναις τὸν ἰὸν ὅτε δάκνουσιν· εὐήθως οἰόμενος· οὐ γὰρ ἅμα γίγνεται καὶ φαίνεται τῶν πονηρῶν ἕκαστος, ἀλλʼ ἔχει μὲν ἐξ ἀρχῆς τὴν κακίαν χρῆται δὲ καιροῦ καὶ δυνάμεως ἐπιλαβόμενος τῷ κλέπτειν ὁ κλέπτης καὶ τῷ παρανομεῖν ὁ τυραννικός. ἀλλʼ ὁ θεὸς οὔτʼ ἀγνοεῖ δήπου τὴν ἑκάστου διάθεσιν καὶ φύσιν ἅτε δὴ ψυχῆς μᾶλλον ἢ σώματος αἰσθάνεσθαι πεφυκώς, οὔτʼ ἀναμένει τὴν βίαν ἐν χερσὶ γενομένην καὶ τὴν ἀναίδειαν ἐν φωνῇ καὶ τὴν ἀκολασίαν ἐν αἰδοίοις κολάζειν· οὐ γὰρ ἀμύνεται τὸν ἀδικήσαντα κακῶς παθὼν οὐδʼ ὀργίζεται τῷ ἁρπάσαντι βιασθεὶς οὐδὲ μισεῖ τὸν μοιχὸν ὑβρισθείς, ἀλλʼ ἰατρείας ἕνεκα τὸν μοιχικὸν καὶ τὸν πλεονεκτικὸν καὶ ἀδικητικὸν κολάζει πολλάκις, ὥσπερ ἐπιληψίαν τὴν κακίαν πρὶν ἢ καταλαβεῖν ἀναιρῶν.

或者说,神明在这方面难道丝毫不比赫西俄德更为明智吗?赫西俄德曾告诫并嘱咐:‘勿自不祥之葬礼归来播撒后嗣,宁自不朽诸神之筵席归来为之,’其意乃是认为受孕不仅承接恶与善,亦承接悲与喜及一切诸如此类之物,故当在愉悦、欣喜与舒畅的状态下进行繁衍。然而,在其因激情陷于重大不法行径而暴露无遗之前,便洞察并察觉这些相同倾向与差异,这并非赫西俄德力所能及,亦非人类智慧之功,而是唯有神明方能为之。因为熊之幼崽、狼与猿之幼崽,在毫无掩饰与修饰的情况下,立即就能展现其先天品性;而人之天性投身于习俗、教条与法律之中,往往隐匿卑劣而伪装崇高,以致要么全然抹去并逃脱恶德的先天污斑,要么如披外壳般将狡诈覆于自身而长期隐蔽,从而瞒过了我们这些仅在每一次不义行径如遭打击或叮咬般发生时才勉强察觉恶德之人——我们甚至普遍认为,唯有行不义时人方成不义之人,唯有施强暴时方成放肆之人,唯有逃跑时方成懦夫,宛如有人愚蠢地以为,蝎子唯有在刺人时才生出螫刺,毒蛇唯有在咬人时才生出毒液一样。因为恶人中的每一个,并非其成为恶人与显露为恶人是同时发生的;相反,他自始便怀有恶德,只是盗贼在窃取时、僭越者在违法时,趁着获得了时机与权力才将其施展出来。然而,神明因其天性乃是感知灵魂甚于肉体,绝不可能不知晓每个人的心性与天性,亦无须等待强暴显于双手、无耻显于声音、放肆显于隐秘器官才予惩治。因为神明并非因遭受祸害而报复施害之人,亦非因受强逼而向抢掠者发怒,更非因受侮辱而憎恶通奸之人;相反,神明常为了医治而惩治有通奸倾向者、贪得者与有不义倾向者,宛如在癫痫发作之前将其拔除一样,在恶德彻底攫住人之前便将其化解。”

语法注3 条
  1. 561dδὲ προσέοικε τῷ ζητουμένῳ τὸ παραβαλλόμενον ὑπὸ τοῦ Βίωνος ἔλαθεν αὐτόν

    无论句首是否补入关系副词 ᾗ,全句的句法骨架皆为:比昂所提出的比喻(τὸ παραβαλλόμενον)与受探求之主题(τῷ ζητουμένῳ)相契合之处(ᾗ προσέοικε),恰恰是他自己所未能察觉的(ἔλαθεν αὐτόν)。

  2. 562cδιαλαθεῖν πολὺν χρόνον, οἷον ἔλυτρόν τι ἑαυτῇ τὴν πανουργίαν περιβαλοῦσα, διαλαθεῖν δʼ ἡμᾶς

    不定词 διαλαθεῖν 的修辞性重复。前一个 διαλαθεῖν 为绝对用法,意为“长时间隐藏潜伏”;后一个重复的 διαλαθεῖν δʼ ἡμᾶς 则带上宾格代词 ἡμᾶς 作其直接宾语(“瞒过我们”),而 ἡμᾶς 又作为先行词被后文的分词 αἰσθανομένους 与 νομίζοντας 所修饰。

  3. 19ἤδη γὰρ ἀνδρὸς εἰς νόσημα μοχθηρὸν οὐ μὴν ἀνίατον ἐμπεσόντος, εἶτʼ ἀκρασίᾳ καὶ μαλακίᾳ προεμένου τῷ πάθει τὸ σῶμα καὶ διαφθαρέντος υἱὸν οὐ δοκοῦντα νοσεῖν, ἀλλὰ μόνον ἐπιτηδείως ἔχοντα πρὸς τὴν αὐτὴν νόσον ἰατρὸς ἢ οἰκεῖος ἢ ἀλείπτης καταμαθὼν ἢ δεσπότης χρηστός, ἐμβαλὼν εἰς δίαιταν αὐστηρὰν καὶ ἀφελὼν ὄψα καὶ πέμματα καὶ πότους καὶ γύναια, φαρμακείαις δὲ χρησάμενος ἐνδελεχέσι καὶ διαπονήσας τὸ σῶμα γυμνασίοις, ἐσκέδασε καὶ ἀπέπεμψε

    长篇倒装与分词层叠结构。先是以属格绝对构式(ἀνδρὸς ... ἐμπεσόντος ... καὶ διαφθαρέντος)设定背景,接着是复合主语(ἰατρὸς ἢ οἰκεῖος ἢ ἀλείπτης ... ἢ δεσπότης χρηστός)及其统辖的一连串分词(καταμαθών, ἐμβαλών, ἀφελών 等),最后落在主要动词 ἐσκέδασε καὶ ἀπέπεμψε 上。宾格短语 υἱὸν οὐ δοκοῦντα νοσεῖν 在语义上作分词 καταμαθών 的宾语,主要动词的支配对象则是上下文中的疾病或后文的 σπέρμα。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:19-20