- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:17-18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥林匹克对论辩中灵魂持存的前提提出质疑,普鲁塔克则论证神的顾理与灵魂的不朽或持存密不可分,并引用阿波罗的神谕阐明死后的奖惩以及通过后裔施加惩戒的警戒作用。
ἔτι δʼ ἐμοῦ λέγοντος, ὑπολαβὼν ὁ Ὀλύμπιχος ἔοικας ἔφη τῷ λόγῳ μεγάλην ὑπόθεσιν ὑποτίθεσθαι, τὴν ἐπιμονὴν τῆς ψυχῆς. καὶ ὑμῶν γʼ εἶπον ἐγώ διδόντων μᾶλλον δὲ δεδωκότων· ὡς γὰρ τοῦ θεοῦ τὸ κατʼ ἀξίαν νέμοντος ἡμῖν, ὁ λόγος ἐξ ἀρχῆς δεῦρο προελήλυθε κἀκεῖνος εἶτα δʼ ἔφη νομίζεις ἕπεσθαι τῷ τοὺς θεοὺς ἐπιβλέπειν καὶ νέμειν ἕκαστα τῶν καθʼ ἡμᾶς τὸ τὰς ψυχὰς ὑπάρχειν ἢ πάμπαν ἀφθάρτους ἢ χρόνον τινὰ μετὰ τὴν τελευτὴν ἐπιμενούσας; οὔκ, ὦ γαθέ εἶπον ἀλλὰ μικρὸς οὕτω καὶ κενόσπουδος ὁ θεός ἐστιν, ὥστε1 μηδὲν ἡμῶν ἐχόντων θεῖον ἐν αὑτοῖς μηδὲ προσόμοιον ἁμωσγέπως ἐκείνῳ καὶ διαρκὲς καὶ βέβαιον, ἀλλὰ φύλλοις, ὡς Ὅμηρος ἔφη, παραπλησίως ἀπομαραινομένων παντάπασι καὶ φθινόντων ἐν ὀλίγῳ, ποιεῖσθαι λόγον τοσοῦτον, ὥσπερ αἱ τοὺς Ἀδώνιδος κήπους ἐπʼ ὀστράκοις τισὶ τιθηνούμεναι καὶ θεραπεύουσαι γυναῖκες, ἐφημέρους ψυχὰς ἐν σαρκὶ τρυφερᾷ καὶ βίου ῥίζαν ἰσχυρὰν οὐ δεχομένῃ βλαστανούσας, εἶτʼ ἀποσβεννυμένας εὐθὺς ὑπὸ τῆς τυχούσης προφάσεως· εἰ δὲ βούλει, τοὺς ἄλλους θεοὺς ἐάσας σκόπει τουτονὶ τὸν ἐνταυθοῖ τὸν ἡμέτερον, εἴ σοι δοκεῖ, τὰς ψυχὰς τῶν τελευτώντων ἀπολλυμένας ἐπιστάμενος εὐθύς, ὥσπερ ὁμίχλας ἢ καπνοὺς ἀποπνεούσας τῶν σωμάτων, ἱλασμούς τε πολλοὺς προσφέρειν τῶν κατοιχομένων καὶ γέρα μεγάλα καὶ τιμὰς ἀπαιτεῖν τοῖς τεθνηκόσιν, ἐξαπατῶν καὶ φενακίζων τοὺς πιστεύοντας. ἐγὼ μὲν γὰρ οὐκ ἂν προείμην τῆς ψυχῆς τὴν διαμονήν, εἰ μή τις, ὥσπερ ὁ Ἡρακλῆς, ὑφελὼν τὸν τρίποδα τῆς Πυθίας ἀναιρήσει καὶ διαφθερεῖ τὸ χρηστήριον. ἄχρι δὲ τοῦ πολλὰ τοιαῦτα προθεσπίζεσθαι2 καὶ καθʼ ἡμᾶς, οἷα καὶ Κόρακι τῷ Ναξίῳ χρησθῆναι λέγουσιν, οὐχ ὅσιόν ἐστι τῆς ψυχῆς καταγνῶναι θάνατον καὶ ὁ Πατροκλέας τί δʼ ἦν ἔφη τὸ χρησθὲν ἢ τίς ὁ Κόραξ οὗτος; ὡς ἐμοὶ καὶ τὸ πρᾶγμα καὶ τοὔνομα ξένον. οὐδαμῶς εἶπον, ἀλλʼ αἴτιος ἐγὼ παρωνύμῳ χρησάμενος ἀντὶ τοῦ ὀνόματος. ὁ γὰρ ἀποκτείνας ἐν τῇ μάχῃ τὸν Ἀρχίλοχον ἐκαλεῖτο Καλλώνδης, ὡς ἔοικεν, ἦν δʼ αὐτῷ Κόραξ ἐπωνύμιον. ἐκβληθεὶς δὲ τὸ πρῶτον ὑπὸ τῆς Πυθίας ὡς ἱερὸν ἄνδρα τῶν Μουσῶν ἀνῃρηκώς, εἶτα χρησάμενος λιταῖς τισι καὶ προστροπαῖς μετὰ δικαιολογίας ἐκελεύσθη πορευθεὶς ἐπὶ τὴν τοῦ Τέττιγος οἴκησιν ἱλάσασθαι τὴν τοῦ Ἀρχιλόχου ψυχήν. τοῦτο δʼ ἦν ὁ Ταίναρος· ἐκεῖ γάρ φασιν ἐλθόντα μετὰ στόλου Τέττιγα τὸν Κρῆτα πόλιν κτίσαι καὶ κατοικῆσαι παρὰ τὸ ψυχοπομπεῖον. ὁμοίως δὲ καὶ Σπαρτιάταις χρησθὲν ἱλάσασθαι τὴν Παυσανίου ψυχήν, ἐξ Ἰταλίας μεταπεμφθέντες οἱ ψυχαγωγοὶ καὶ θύσαντες ἀπεσπάσαντο τοῦ ἱεροῦ τὸ εἴδωλον.
我还在说着的时候,奥林匹克插话道:“你似乎在论辩中预设了一个重大的前提,即灵魂的持存。”“而且这还是在你们准许下,”我说道,“或者更确切地说,是你们已经准许了的;因为正是基于神明依照配得为我们分配命运这一前提,论辩才从最初推进到了此处。”“那么,”他说道,“你认为从诸神鉴察并分配关涉我们的一切事宜这一前提出发,必然能推导出灵魂要么全然不朽,要么在死后仍持存一段时间吗?”“绝非如此,我的朋友,”我回答道,“相反,难道神明当真如此渺小而徒劳无聊,以至于我们自身之内毫无神圣之物,亦无任何在某种程度上与他相似、恒久且稳固的东西,反而如荷马所言,完全如同落叶般枯萎,并在片刻之内凋零,神明却还要对那些在娇嫩肉躯中萌发、未能扎下坚强生命之根、稍有变故便随之熄灭的朝生暮死之灵魂如此挂怀,宛如妇人们在陶片中培植照管阿多尼斯花园一样吗?或者,你若愿意,暂且搁下其他神明,且看我们此处的这位神明:依你之见,难道他明知亡者的灵魂宛如薄雾或轻烟从肉体中飘散而立即消亡,却还为逝者索取诸多禳解之礼,向死者要求极大的特权与尊荣,以此欺骗并愚弄信从他的人吗?就我而言,除非有人如赫拉克勒斯那样夺走皮提亚的三脚鼎,拆毁并废除神谕所,否则我绝不放弃灵魂的持存。只要在我们的时代仍有许多类似的神谕颁示(正如人们相传赐予纳克索斯人考拉克斯的那样),宣判灵魂死亡便是不虔敬的。” 帕特罗克勒阿斯问道:“那颁示的神谕是什么,这位考拉克斯又是谁?对我而言,这事和这名字都甚为生疏。”“绝非如此,”我说道,“责任在我,用了别号而非本名。在战斗中杀死阿耳基罗科斯的人,看来名叫卡隆达斯,而他的绰号是考拉克斯。他起初被皮提亚驱逐,因他杀害了奉献给缪斯的圣徒;其后他伴以申辩进行了哀恳与祈求,遂被命令前往太提克斯的居所禳解阿耳基罗科斯的灵魂。此地便是泰纳隆;因为据说克里特人太提克斯率舰队前来,在引魂之所旁建立了城邦并定居下来。同样,当斯巴达人受神谕指示禳解鲍萨尼亚斯的灵魂时,从意大利召来的引魂师举行了祭礼,将幽灵从圣所中引离。
εἷς οὖν ἐστιν ἔφην λόγος ὁ τοῦ θεοῦ τὴν πρόνοιαν ἅμα καὶ τὴν διαμονὴν τῆς ἀνθρωπίνης ψυχῆς βεβαιῶν, καὶ θάτερον οὐκ ἔστιν ἀπολιπεῖν ἀναιροῦντα θάτερον. οὔσῃ δὲ τῇ ψυχῇ μετὰ τὴν τελευτὴν μᾶλλον εἰκός ἐστι καὶ τιμὰς ἀποδίδοσθαι καὶ τιμωρίας·· ἀγωνίζεται γὰρ ὥσπερ ἀθλητὴς κατὰ τὸν βίον· ὅταν δὲ διαγωνίσηται, τότε τυγχάνει τῶν προσηκόντων. ἀλλʼ ἃς μὲν ἐκεῖ καθʼ ἑαυτὴν οὖσα κομίζεται τῶν προβεβιωμένων χάριτας ἤ τινας κολάσεις, οὐδέν εἰσι πρὸς ἡμᾶς τοὺς ζῶντας, ἀλλʼ ἀπιστοῦνται καὶ λανθάνουσιν αἱ δὲ διὰ τῶν παίδων ἰοῦσαι καὶ διὰ γένους, ἐμφανεῖς τοῖς δεῦρο γενόμεναι, πολλοὺς ἀποτρέπουσι καὶ συστέλλουσι τῶν πονηρῶν. ὅτι δʼ οὐκ ἔστιν αἰσχίων καὶ λυποῦσα μᾶλλον ἑτέρα κόλασις ἢ τοὺς ἐξ ἑαυτῶν κακὰ πάσχοντας διʼ αὑτοὺς ὁρᾶν, καὶ ὅτι ψυχὴν ἀνδρὸς ἀσεβοῦς καὶ παρανόμου μετὰ θάνατον ἐφορῶσαν3 οὐκ ἀνδριάντας οὐδὲ τιμάς τινας, ἀνατρεπομένας ἀλλὰ παῖδας ἢ φίλους ἢ γένος οἰκεῖον αὑτῆς ἀτυχήμασι χρωμένους μεγάλοις διʼ αὑτὴν καὶ δίκην τίνοντας, οὐδεὶς ἂν ἀναπείσειεν αὖθις ἐπὶ ταῖς τοῦ Διὸς τιμαῖς ἄδικον γενέσθαι καὶ ἀκόλαστον, ἔχω μέν τινα καὶ λόγον εἰπεῖν ἔναγχος ἀκηκοώς, ὀκνῶ δὲ μὴ φανῇ μῦθος ὑμῖν· μόνῳ οὖν χρῶμαι τῷ εἰκότι. μηδαμῶς εἶπεν ὁ Ὀλύμπιχος ἀλλὰ δίελθε κἀκεῖνον τὰ δʼ αὐτὰ καὶ τῶν ἄλλων δεομένων, ἐάσατʼ εἶπον ἀποδοῦναί με τῷ λόγῳ τὸ εἰκός· ὕστερον δὲ τὸν μῦθον, ἐὰν δόξῃ, κινήσομεν, εἴ γε δὴ μῦθός ἐστιν.
因此,”我说道,“同时确证神明之顾理与人类灵魂之持存的理据乃是同一个,废除其一便不可能保留其二。既然灵魂在死后持存,那么向它赋予荣耀与惩治便更加合乎情理;因为灵魂在生前宛如竞技者般拼搏,唯有当它赛毕之后,方能得其所应得。然而,它在那边独自存在时因前世所为而领受的恩赏或某些惩罚,对我们活着的人而言毫无意义,反而不被相信且隐匿不彰;而那些通过子孙和家族延续的报应,显露在此世之人眼前,能使许多恶人知所戒惧并有所收敛。况且,目睹自己的骨肉因自己而遭受祸害,再没有比这更为可耻且令人痛心的惩罚了;若一个不敬且不法的恶人之灵魂在死后俯视所见,不是雕像或某些尊荣被推翻,而是自己的子女、朋友或亲近族人因自己而蒙受巨大的不幸并偿付罪责,那么即使许以宙斯般的尊荣,也绝不可能再有人说服他去变得不义与放荡。关于这一点,我近来听到一段传闻可资说明,只是我担心在你们看来这像是神话;因而我只诉诸合情合理之论。” “绝不可如此,”奥林匹克说道,“把那个传闻也讲给我们听吧!”其他人亦同样请求,于是我说道:“且容我先把论辩中合情合理之理据讲完;随后若大家同意,我们再开启神话,如果那确实是个神话的话。”
- 560bἀλλὰ μικρὸς οὕτω καὶ κενόσπουδος ὁ θεός ἐστιν, ὥστε
反讽或归谬法句式。紧承前面的 οὔκ, ὦ γαθέ(“绝非如此”),意为“否则神明岂不是如此渺小而徒劳……”。作者以此指出:如果灵魂随死而灭,神明关照人类事务的作为就会变得荒唐可笑。连接词 ὥστε 引导结果不定式 ποιεῖσθαι。
- 560dἄχρι δὲ τοῦ πολλὰ τοιαῦτα προθεσπίζεσθαι
介词 ἄχρι 支配带有中性单数属格冠词的不定式短语 τοῦ ... προθεσπίζεσθαι,起到“只要有诸多此类神谕被预告……”的时间副词从句作用,限定了主句谓语 οὐχ ὅσιόν ἐστι(“是不虔敬的”)的有效范围。
- 561aὅτι ψυχὴν ἀνδρὸς; ἀσεβοῦς καὶ παρανόμου μετὰ θάνατον ἐφορῶσαν
ὅτι 从句中的超步法(hyperbaton/离隔修辞)。宾格 ψυχὴν ... ἐφορῶσαν 充当后方较远处动词 οὐδεὶς ἂν ἀναπείσειεν(“没有人能说服……”)的直接宾语。其间插入了分词 ἐφορῶσαν 所支配的长大宾语成分(οὐκ ἀνδριάντας ... ἀλλὰ παῖδας ... χρωμένους ... καὶ δίκην τίνοντας)。句意骨架为:“没有人能够说服那目睹[子孙受难]的灵魂再次变得不义”。
