← 普鲁塔克

论神罚的延迟

§15-16

共同体的连续性与惩罚后代的正当性

论者阐述城邦与家族皆为连续的统一体,且后代内在继承了先辈的本性,从而论证正如医术的间接治疗与军队的纪律一样,为了整体的矫正,代际连带的惩处具备充分的正当性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15

οὐ μὴν ἀλλά γε τὰ δημόσια τῶν πόλεων μηνίματα τὸν τοῦ δικαίου λόγον ἔχει πρόχειρον. ἓν γάρ τι πρᾶγμα καὶ συνεχὲς ἡ πόλις ὥσπερ ζῷον οὐκ ἐξιστάμενον αὑτοῦ ταῖς καθʼ ἡλικίαν μεταβολαῖς οὐδʼ ἕτερον ἐξ ἑτέρου τῷ χρόνῳ γιγνόμενον, ἀλλὰ συμπαθὲς ἀεὶ καὶ οἰκεῖον αὑτῷ, καὶ πᾶσαν ὧν πράττει κατὰ τὸ κοινὸν ἢ ἔπραξεν αἰτίαν καὶ χάριν ἀναδεχόμενον, μέχρι ἂν ἡ ποιοῦσα καὶ συνδέουσα ταῖς ἐπιπλοκαῖς κοινωνία τὴν ἑνότητα διαφυλάττῃ. τὸ δὲ πολλὰς πόλεις διαιροῦντα τῷ χρόνῳ ποιεῖν μᾶλλον δʼ ἀπείρους, ὅμοιόν ἐστι τῷ πολλοὺς τὸν ἕνα ποιεῖν ἄνθρωπον, ὅτι νῦν πρεσβύτερός ἐστι πρότερον δὲ νεώτερος ἀνωτέρω δὲ μειράκιον ἦν. μᾶλλον δʼ ὅλως ταῦτά γε τοῖς Ἐπιχαρμείοις ἔοικεν, ἐξ ὧν ὁ αὐξόμενος ἀνέφυ τοῖς σοφισταῖς λόγος1 ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος, νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος· ὁ δὲ κληθεὶς ἐπὶ δεῖπνον ἐχθὲς ἄκλητος ἥκει τήμερον· ἄλλος γάρ ἐστι. καίτοι μείζονάς γε παραλλαγὰς αἱ ἡλικίαι περὶ ἕκαστον ἡμῶν ποιοῦσιν ἢ κοινῇ περὶ τὰς πόλεις γνοίη γὰρ ἄν τις ἰδὼν τὰς Ἀθήνας ἔτει τριακοστῷ, καὶ τὰ νῦν ἤθη καὶ κινήματα παιδιαί τε καὶ σπουδαὶ καὶ χάριτες καὶ ὀργαὶ τοῦ δήμου πάνυ γε τοῖς παλαιοῖς ἐοίκασι· ἀνθρώπου δὲ μόλις ἄν τις οἰκεῖος ἢ φίλος ἐντυχὼν διὰ χρόνου μορφὴν γνωρίσειεν αἱ δὲ τῶν ἠθῶν μεταβολαὶ παντὶ λόγῳ καὶ πόνῳ καὶ πάθει καὶ νόμῳ ῥᾳδίως τρεπόμεναι καὶ πρὸς τὸν ἀεὶ συνόντα τὴν ἀτοπίαν καὶ τὴν καινότητα θαυμαστὴν ἔχουσιν. ἀλλʼ ἄνθρωπός τε λέγεται μέχρι τέλους εἷς ἀπὸ γενέσεως, πόλιν τε τὴν αὐτὴν ὡσαύτως διαμένουσαν ἐνέχεσθαι τοῖς ὀνείδεσι τῶν προγόνων ἀξιοῦμεν, ᾧ δικαίῳ μέτεστιν αὐτῇ δόξης τε τῆς ἐκείνων καὶ δυνάμεως·2 ἢ λήσομεν εἰς τὸν Ἡρακλείτειον ἅπαντα πράγματα ποταμὸν ἐμβαλόντες, εἰς ὃν οὔ φησι δὶς ἐμβῆναι τῷ πάντα κινεῖν καὶ ἑτεροιοῦν τὴν φύσιν μεταβάλλουσαν.

然而,神明针对城邦所发的公愤,本就包含着显而易见的公义理据。因为城邦是一个单一且连贯的整体,宛如一个活物,既不会因岁月的更迭而丧失自我,也不会因时间的推移而辗转变为另一物,而是始终与自身休戚相关、融为一体;只要那通过交织的纽带创造并维系城邦的共同体继续保有其统一性,城邦便会完全承担起它共同所为或过去曾为的一切过咎与恩荣。然而,若按时间来划分城邦,将其化为多个、甚或无穷多个城邦,这就好比将一个人化为许多人,理由是他如今老了,先前较年轻,而更早前是个少年。更确切地说,这些论调全盘类似于厄庇卡尔摩斯的诡辩,智者们所谓的‘增长论辩’便是由此衍生出来的:从前借债的人,如今既已变为另一个人,便不再负债;昨日受邀赴宴的人,今日前来则是未受邀请,因为他已是另一人。然而,年岁的变迁在我们每个人身上所造成的差异,实际上远甚于在城邦整体上所造成的差异。确实,若有人时隔三十年再看雅典,他便能认出:民众当下的习性与动向,其嬉戏与严肃之务,其恩宠与愤怒,皆与旧时极其相似;可若是碰上一个人,亲人或朋友隔上一段时间相见,尚且难以认出其容貌;至于心性的流变,更因任何言辞、劳苦、情绪和法律而轻易转变,甚至对时刻相处的人都展现出令人惊异的怪诞与新奇。尽管如此,一个人自生至死仍被称为同一个人,而我们也同样认为,那维持不变的城邦理当承担其先祖的罪责,其依据的正义,恰与城邦分享先祖的荣耀与威权所依据者毫无二致;否则我们便会在不知不觉中,把万事万物皆抛入赫拉克利特的河流之中——他声称人不能两次踏入这条河,因为变动不居的自然使万物运动并化为异质。

§16

εἰ δʼ ἐστὶ πόλις ἓν πρᾶγμα καὶ συνεχές, ἔστι δήπου καὶ γένος ἐξηρτημένον ἀρχῆς μιᾶς καὶ δύναμίν τινα καὶ κοινωνίαν διαπεφυκυῖαν ἀναφερούσης καὶ τὸ γεννηθὲν οὐχ ὥς τι δημιούργημα πεποιημένον ἀπήλλακται τοῦ γεννήσαντος· ἐξ αὐτοῦ γὰρ οὐχ ὑπʼ αὐτοῦ γέγονεν· ὥστʼ ἔχει τι καὶ φέρεται τῶν ἐκείνου μέρος ἐν ἑαυτῷ καὶ κολαζόμενον προσηκόντως καὶ τιμώμενον. εἰ δὲ μὴ δόξαιμι παίζειν, ἐγὼ φαίην ἂν ἀνδριάντα Κασάνδρου καταχαλκευόμενον ὑπʼ Ἀθηναίων πάσχειν ἀδικώτερα καὶ τὸ Διονυσίου σῶμα μετὰ τὴν τελευτὴν ἐξοριζόμενον ὑπὸ Συρακοσίων ἢ τοὺς ἐκγόνους αὐτῶν δίκην τίνοντας. τῷ μὲν γὰρ ἀνδριάντι τῆς Κασάνδρου φύσεως οὐθὲν ἔνεστι, καὶ τὸν νεκρὸν ἡ Διονυσίου ψυχὴ προλέλοιπε· Νυσαίῳ δὲ καὶ Ἀπολλοκράτει καὶ Ἀντιπάτρῳ καὶ Φιλίππῳ καὶ τοῖς ἄλλοις ὁμοίως παισὶ τῶν πονηρῶν τὸ κυριώτατον ἐμπέφυκε καὶ πάρεστι μέρος, οὐχ ἡσυχαῖον οὐδʼ ἀργόν, ἀλλὰ ζῶσιν αὐτῷ καὶ τρέφονται καὶ διοικοῦνται καὶ φρονοῦσι. καὶ οὐθὲν δεινὸν οὐδʼ ἄτοπον, ἂν ἐκείνων ὄντες ἔχωσι τὰ ἐκείνων· καθόλου δʼ εἰπεῖν, ὥσπερ ἐν ἰατρικῇ τὸ χρήσιμον καὶ δίκαιόν ἐστι, καὶ γελοῖος ὁ φάσκων ἄδικον εἶναι τῶν ἰσχίον πονούντων κάειν τὸν ἀντίχειρα, καὶ τοῦ ἥπατος ὑπούλου γεγονότος ἀμύσσειν τὸ ἐπιγάστριον, καὶ τῶν βοῶν, ἂν εἰς τὰς χηλὰς μαλακιῶσι, προσαλείφειν τὰ ἄκρα τῶν κεράτων· οὕτως ὁ περὶ τὰς κολάσεις ἄλλο τι δίκαιον ἢ τὸ θεραπεῦον τὴν κακίαν ἡγούμενος, καὶ ἀγανακτῶν ἐάν τις διʼ ἑτέρων ἐφʼ ἑτέρους ἀναφέρῃ τὴν ἰατρείαν, ὥσπερ οἱ τὴν φλέβα διαιροῦντες ἵνα τὴν ὀφθαλμίαν κουφίσωσιν, οὐδὲν ἔοικε περαιτέρω τῆς αἰσθήσεως ἐφορᾶν οὐδὲ μνημονεύειν, ὅτι καὶ διδάσκαλος παίδων ἑνὸς καθικόμενος ἑτέρους ἐνουθέτησε, καὶ στρατηγὸς ἐκ δεκάδος ἀνελὼν ἕνα, πάντας ἐνέτρεψε. καὶ οὕτως οὐ μέρει διὰ μέρους ἑτέρου μόνον, ἀλλὰ καὶ ψυχῇ διὰ ψυχῆς γίγνονταί τινες διαθέσεις3 καὶ κακώσεις καὶ ἐπανορθώσεις μᾶλλον ἢ σώματι διὰ σώματος· ἐκεῖ μὲν γάρ, ὡς ἔοικε, ταὐτὸ δεῖ πάθος ἐγγίγνεσθαι καὶ τὴν αὐτὴν μεταβολὴν ἐνταῦθα δʼ ἡ ψυχὴ ταῖς φαντασίαις ἀγομένη κατὰ τὸ θαρρεῖν καὶ δεδιέναι χεῖρον ἢ βέλτιον διαγίγνεσθαι πέφυκεν.

如果城邦是一个单一且连贯的整体,那么系于一个单一的、且生发出某种贯穿其间的力量与血缘纽带的始基的家族,无疑亦是如此。况且,受生之物并不像某种制造出的器物那样脱离生之者;因为他是自其而出,而非由其所造;因此他在自身之中保有并承载着那个生之者的一部分,而这一部分受到应有的惩罚与尊崇。若不被视为戏言,我倒想说:卡珊德的雕像被雅典人熔化,狄奥尼修斯的尸身在死后被叙拉古人逐出境外,比起他们的后裔受罚偿罪,所遭受的待遇还要更为不公。因为雕像中毫无卡珊德的天性,而狄奥尼修斯的灵魂亦早已离开了尸体;但在纽赛奥斯、阿波罗克拉底、安提帕特、腓力以及其他作恶之人的子嗣身上,其最为主导的部分已然植根并留存,绝非沉寂无为,而是他们赖以生存、汲取滋养、受其管辖并进行思考。既然他们属于先辈,那么拥有先辈之物便无甚可怕,亦不奇怪。总括而言,正如在医术中有用即是正当,若有人声称灼烧髋部患痛者的拇指、在肝脏溃烂时划破腹部下侧、在牛蹄患软疾时涂抹其双角尖端是不正当的,此人便极其可笑;同理,若有人在刑罚上认为存在除疗愈邪恶之外的所谓正义,并对有人通过他人向另一批人施加医治(宛如为了缓解眼疾而切开静脉的人)感到愤慨,他便看似完全未能洞察感知以外的事物,亦未能记起:童蒙之师惩戒一名顽童即可警戒其余众人,将领从十人中处死一人便可整肃全军。正因如此,不仅一部分可通过另一部分,而且一个灵魂更可通过另一个灵魂,产生某种心境、伤损与矫正,这更甚于一个肉体通过另一个肉体;因为在肉体上,似乎必须产生同样的痛苦与变异,而在灵魂上,由于受到关乎勇气与恐惧的表象所引导,灵魂本就能自然地变得更糟或更好。

语法注3 条
  1. 559bὁ αὐξόμενος ἀνέφυ τοῖς σοφισταῖς λόγος

    主语为 ὁ αὐξόμενος ... λόγος(“增长论辩”),这是古希腊哲学中关于实体因质料增减或时间变化而失去同一性的著名悖论。谓语动词为 ἀνέφυ(“产生/萌发”),τοῖς σοφισταῖς 为关涉与格(“对智者们而言/在智者那里”)。

  2. 559cᾧ δικαίῳ μέτεστιν αὐτῇ δόξης τε τῆς ἐκείνων καὶ δυνάμεως

    包含先行词的关系代词从句(ᾧ 修饰 δικαίῳ),意为“凭借它(城邦)得以分享他们(先祖)的荣耀与权势的同等权利”。无人称动词 μέτεστι 后接与格(主体 αὐτῇ)和属格(被分享之物 δόξης ... καὶ δυνάμεως)。

  3. 559eκαὶ οὕτως οὐ μέρει διὰ μέρους ἑτέρου μόνον, ἀλλὰ καὶ ψυχῇ διὰ ψυχῆς γίγνονταί τινες διαθέσεις

    μέρει 和 ψυχῇ 为关涉与格或方位与格,表示受影响的对象或所在;介词短语 διὰ μέρους ἑτέρου 与 διὰ ψυχῆς 则表示中介或途径。整个句式骨架为:“不仅一个部分通过另一部分,而且一个灵魂更可通过另一个灵魂,产生出某些状态。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:15-16