← 普鲁塔克

论神罚的延迟

§13-14

祖先荣誉的传承与神罚延及子孙

对话者指出,若认可子孙因先祖功德而世代享有荣典,便必须在逻辑上承认先祖的不义之罚亦可延及后代,并借自然界中隐秘传递的现象论证神罚延宕与世代株连的合情性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

ὡς δὲ πρῶτον ἐπέσχε, δείσας ἐγὼ μὴ πάλιν ἐξ ὑπαρχῆς ἐπαγάγῃ πλείονας καὶ μείζονας ἀτοπίας, εὐθὺς ἠρόμην αὐτὸν εἶεν ἔφην, ταῦτα γὰρ πάντα ἀληθινὰ ἡγῇ; κἀκεῖνος εἰ δὲ μὴ πάντʼ εἶπεν ἀλλʼ ἔνια, τὴν αὐτὴν ἀπορίαν ἔχειν οὐ νομίζεις τὸν λόγον; ἴσως ἔφην ἐγὼ καὶ τοῖς σφόδρα πυρέττουσιν, ἐάν θʼ ἓν ἱμάτιον ἐάν τε πολλὰ περιβεβλημένοι τυγχάνωσι, ταὐτὸ καῦμα καὶ παραπλήσιον, ὅμως δʼ εἰς παραμυθίαν ἀφελεῖν τὸ πλῆθος·1 εἰ δὲ μὴ βούλει, τοῦτο μὲν ἔασον· καίτοι τὰ πλεῖστα μύθοις ἔοικε καὶ πλάσμασιν· ἀναμνήσθητι δὲ τῶν ἔναγχος Θεοξενίων καὶ τῆς καλῆς ἐκείνης μερίδος, ἣν ἀφαιροῦντες τοὺς Πινδάρου κηρύττουσι λαμβάνειν ἀπογόνους, ὥς σοι τὸ πρᾶγμα σεμνὸν ἐφάνη καὶ ἡδὺ τίς δʼ οὐκ ἄν εἶπεν ἡσθείη τῇ χάριτι τῆς τιμῆς οὕτως Ἑλληνικῶς καὶ ἀφελῶς ἀρχαϊζούσης, εἰ μὴ μέλαιναν καρδίαν κεχάλκευται ψυχρᾷ φλογί2 κατʼ αὐτὸν τὸν Πίνδαρον; ἐῶ τοίνυν ἔφην ὅμοιον ἐν Σπάρτῃ κήρυγμα τούτῳ τὸ μετὰ Λέσβιον ᾠδόν ἐπὶ τιμῇ καὶ μνήμῃ Τερπάνδρου τοῦ παλαιοῦ κηρυττόμενον ὁ γὰρ αὐτός ἐστι λόγος. ἀλλʼ ὑμεῖς γε δήπου πλέον ἔχειν ἑτέρων ἔν τε Βοιωτοῖς Ὀφελτιάδαι γένος ὄντες ἀξιοῦτε καὶ παρὰ Φωκεῦσι διὰ Δαΐφαντον, ἐμοὶ δὲ καὶ παρῆτε καὶ συνελαμβάνεσθε πρῶτον, ὅτε Λυκόρμαις καὶ Σατιλαίοις τὴν πάτριον Ἡρακλειδῶν μετιοῦσι τιμὴν καὶ στεφανηφορίαν συνανασῴζων ἔλεγον, ὅτι δεῖ μάλιστα τοῖς ἀφʼ Ἡρακλέους γεγονόσι τὰς τιμὰς ὑπάρχειν βεβαίους καὶ τὰς χάριτας, ὧν τοὺς Ἕλληνας εὐεργετήσας οὐκ ἔτυχεν αὐτὸς ἀξίας χάριτος οὐδʼ ἀμοιβῆς.3 καλοῦ γʼ εἶπεν ἡμᾶς ἀγῶνος καὶ φιλοσοφίᾳ μάλα πρέποντος ἀνέμνησας. ἄφες οὖν εἶπον ὦ τᾶν, τὸ σφοδρὸν τοῦτο τῆς κατηγορίας, καὶ μὴ φέρε πικρῶς εἰ κολάζονταί τινες ἐκ κακῶν γεγονότες ἢ πονηρῶν, ἢ μὴ χαῖρε μηδʼ ἐπαίνει τιμωμένης εὐγενείας. δεῖ γάρ, εἰ τὴν χάριν ἐν τῷ γένει τῆς ἀρετῆς ἀνασῴζομεν, εὐλόγως μηδὲ τὴν κόλασιν οἴεσθαι δεῖν ἀπαυδᾶν καὶ προαπολείπειν ἐπὶ ταῖς ἀδικίαις ἀλλὰ συνεκτρέχειν ἐκείνῃ τὸ κατʼ ἀξίαν ἀντιστρόφως ἀποδιδούσῃ.4 ὁ δὲ τοὺς ἀπὸ Κίμωνος ἡδέως ὁρῶν Ἀθήνησι τιμωμένους, τῶν δὲ Λαχάρους ἢ Ἀρίστωνος ἐκγόνων ἐλαυνομένων ἀχθόμενος καὶ ἀγανακτῶν, ὑγρός ἐστι λίαν καὶ ῥᾴθυμος μᾶλλον δὲ φιλαίτιος ὅλως καὶ δύσκολος πρὸς τὸ θεῖον· ἐγκαλῶν μέν, ἂν ἀνδρὸς ἀδίκου καὶ πονηροῦ παῖδες ἐκ παίδων εὐτυχεῖν δοκῶσιν, ἐγκαλῶν δὲ πάλιν, ἂν τὰ γένη κολούηται καὶ ἀφανίζηται τῶν φαύλων αἰτιώμενός δὲ τὸν θεὸν ὁμοίως μέν, ἂν χρηστοῦ πατρὸς τέκνα πράττῃ κακῶς, ὁμοίως δέ, ἂν πονηροῦ.

他刚一停歇,我因担心他又会从头提出更多、更大的荒谬事例,便立刻询问他: “好吧,”我说,“你认为这些全都是真实的事情吗?” 他答道: “纵使并非全部,但只要其中一部分是真,你难道不认为这个论题仍然存有同样的疑难吗?” “或许吧,”我说,“对于身患剧烈高热的人而言,无论他们恰巧披着一件外套还是裹着许多件,灼热之感皆相同且无甚差异,然而为了寻求宽慰,除去过多的衣物也是恰当的。不过你若不愿,就且放过此节吧;虽然那些事例大抵类似于神话与虚构。但是请回想不久前的神客祭,以及人们切出并宣布由品达的后裔领受的那份崇高的祭肉,你当时觉得此事是何等庄严而令人欣悦。” “谁又能不对这一如此具有希腊风尚、淳朴地葆有古风的荣誉恩典感到欣喜呢,”他说,“除非他 ‘以冷冽之焰锻造了一颗漆黑之心’, 正如品达自己所言?” “那么,”我说,“我便略去斯巴达与此相似的那句公告: ‘继莱斯博斯的歌者之后’, 那是为了昔日泰尔潘德的荣誉与纪念而宣布的;因为二者的道理是一样的。但想必你们自己亦自认比旁人享有更多优待,在维奥蒂亚人中是因身为奥费尔提阿代家族的一系,在福基斯人中则是由于戴凡图斯的缘故;而且当初我协助吕科尔马斯族与萨提莱奥斯族保全其所追索的属于赫拉克勒斯后裔的祖传荣誉与佩戴花冠之权,主张赫拉克勒斯的子孙理当最当保有稳固的荣誉与恩惠——因为他虽施恩于希腊人,自己却未曾获得应得的感谢与回报——那时你们不仅在场,更首先助了我一臂之力。” “你使我们忆起了一场极佳的、且与哲学极为相称的论争,”他说道。 “因此,我的好朋友,”我说,“请收敛这股猛烈的指责之意,不要在出身恶人或坏人之辈遭受惩罚时感到愤愤不平,否则你也不该在显赫家世受人尊崇时感到欣喜与赞美。因为设若我们将善行的恩德世世代代保留于其宗族之中,那么按照常理,我们便不该认为惩罚会在面对不义之举时退却或半途而废,而应让它与恩德并驾齐驱,以相反的方式给予应得的报偿。若有人欣然乐见客蒙的后裔在雅典受人尊崇,却在拉卡里斯或阿里斯同的子嗣被驱逐时感到郁闷和愤慨,此人便显得过于反复而轻浮,甚或根本就是吹毛求疵、对神明百般刁难:当不义作恶之人的子子孙孙看似飞黄腾达时,他便指责;当卑劣之徒的宗族被削弱诛灭时,他又横加指责;若贤善之父的子嗣遭遇不幸,他责难神明,若作恶之父的后代遭遇不幸,他也同样加以责难。”

§14

καὶ ταῦτα μέν ἔφην ὥσπερ ἀντιφράγματά σοι κείσθω πρὸς τοὺς ἄγαν πικροὺς καὶ κατηγορικοὺς ἐκείνους. ἀναλαβόντες δʼ αὖθις ὥσπερ ἀρχὴν κλωστῆρος ἐν σκοτεινῷ καὶ πολλοὺς ἑλιγμοὺς καὶ πλάνας ἔχοντι τῷ περὶ τοῦ θεοῦ λόγῳ, καθοδηγῶμεν αὑτοὺς μετʼ εὐλαβείας ἀτρέμα πρὸς τὸ εἰκὸς καὶ πιθανόν, ὡς τό γε σαφὲς καὶ τὴν ἀλήθειαν οὐδʼ ἐν οἷς αὐτοὶ πράττομεν ἀσφαλῶς εἰπεῖν ἔχομεν· οἷον, διὰ τί τῶν ὑπὸ φθίσεως ἢ ὑδέρου διαφθαρέντων τοὺς παῖδας εἰς ὕδωρ τὼ πόδε βρέχοντας καθίζεσθαι κελεύομεν, ἕως ἂν ὁ νεκρὸς κατακαῇ; δοκεῖ γὰρ οὕτω τὸ νόσημα μὴ μεθίστασθαι μηδὲ προσπελάζειν αὐτοῖς. ἢ πάλιν, διʼ ἣν αἰτίαν, αἰγὸς τὸν ἠρυγγίτην λαβούσης εἰς τὸ στόμα, ὅλον ἐφίσταται τὸ αἰπόλιον, ἄχρι ἂν ἐξέλῃ προσελθὼν ὁ αἰπόλος; ἄλλαι τε δυνάμεις ἁφὰς ἔχουσαι καὶ διαδόσεις ἀπίστους ὀξύτησι καὶ μήκεσι διʼ ἑτέρων εἰς ἕτερα περαίνουσιν. ἀλλʼ ἡμεῖς τὰ κατὰ τοὺς χρόνους διαλείμματα θαυμάζομεν οὐ τὰ κατὰ τοὺς τόπους. καίτοι θαυμασιώτερον εἰ, πάθους ἐν Αἰθιοπίᾳ λαβόντος ἀρχήν, ἀνεπλήσθησαν αἱ Ἀθῆναι καὶ Περικλῆς ἀπέθανε καὶ Θουκυδίδης ἐνόσησεν, ἢ εἰ, Δελφῶν καὶ Συβαριτῶν γενομένων πονηρῶν, ἡ δίκη φερομένη περιῆλθεν εἰς τοὺς παῖδας. ἔχουσι γάρ τινας αἱ δυνάμεις ἀναφορὰς ἀπὸ τῶν ἐσχάτων ἐπὶ τὰ πρῶτα καὶ συνάψεις· ὧν ἡ αἰτία, κἂν ὑφʼ ἡμῶν ἀγνοῆται, σιωπῇ περαίνει τὸ οἰκεῖον.

“这些道理,”我说,“且作为你抵御那些过分尖刻、好行指责之人的屏障吧。然而在这场关于神明的讨论中——它宛如身处幽暗、充满层层回旋与迷途——让我们重新执起毛线团的绳头,怀着审慎之心将我们自己平缓地引向合情与合理之处;因为确凿的真相与实情,即便在我们自己所为之事上,我们亦无法确凿陈说。例如,为何对于因肺痨或水肿而死的人,我们吩咐其子女将双足浸入水中坐着,直到尸体焚化完毕?因为人们认为唯有如此,病痛才不会转移或逼近他们。又或者,究竟出于何种原因,当一只山羊将刺芹含入口中时,整个羊群便全都驻足停下,直至牧羊人走近将其取出?其他诸般力量亦具备触及作用,且以令人难以置信的迅疾与距离进行传播,通过媒介从一物传至另一物。然而我们往往对时间上的间隔感到惊奇,却不对空间上的间隔称奇。可是,设若始于埃塞俄比亚的疾疫蔓延并充斥了雅典,导致伯里克利身亡、修昔底德染病,这比德尔斐人和叙巴里斯人行恶后、报应辗转落到其子孙头上,岂非更加令人惊叹?因为这些力量从终局向开端存有某种溯源与联结;它们的起因纵使不为我们所知,亦在寂静中成就其本有的效用。”

语法注4 条
  1. 13ὅμως δʼ εἰς παραμυθίαν ἀφελεῖν τὸ πλῆθος

    不定词 ἀφελεῖν 可理解为承前省略了 δεῖ 或 καλῶς ἔχει 等无人称表达,亦可视为表适宜或建议的独立不定词。它在发热的明喻中表示为了获得宽慰而“减去过多的衣物是恰当的/理应如此”。

  2. 558aμέλαιναν καρδίαν κεχάλκευται ψυχρᾷ φλογί

    引自品达残篇。完成时中被动态动词 κεχάλκευται 连带宾格 μέλαιναν καρδίαν,既可作中动态的直接宾语(“为自己锻造了一颗黑心”),亦可作被动结构中保留的宾格或关涉宾格(“其黑心被……所锻造”)。与格 ψυχρᾷ φλογί 为工具与格(“以冷火”)。

  3. 558bὧν τοὺς Ἕλληνας εὐεργετήσας οὐκ ἔτυχεν αὐτὸς ἀξίας χάριτος οὐδʼ ἀμοιβῆς

    关系代词 ὧν 指向前文的荣誉与恩惠(τὰς τιμὰς ... καὶ τὰς χάριτας),在语法上受后文 ἀξίας(连同 χάριτος / ἀμοιβῆς)支配而呈属格,同时在意义上兼作分词 εὐεργετήσας 的内动宾语。整句意为“尽管他将这些恩惠施予希腊人,自己却未曾获得应得的感谢与报偿”。

  4. 558cδεῖ γάρ, εἰ τὴν χάριν ἐν τῷ γένει τῆς ἀρετῆς ἀνασῴζομεν, εὐλόγως μηδὲ τὴν κόλασιν οἴεσθαι δεῖν ἀπαυδᾶν καὶ προαπολείπειν ἐπὶ ταῖς ἀδικίαις ἀλλὰ συνεκτρέχειν ἐκείνῃ τὸ κατʼ ἀξίαν ἀντιστρόφως ἀποδιδούσῃ

    长句的核心骨架为 δεῖ ... εὐλόγως μηδὲ τὴν κόλασιν οἴεσθαι δεῖν ἀπαυδᾶν ... ἀλλὰ συνεκτρέχειν(“理应认为惩罚亦不该衰竭……而应并驾齐驱”)。支配词 δεῖ 带不定词 οἴεσθαι,其下又赘叠了 δεῖν(表强调或语势延续)。不定词 ἀπαυδᾶν、προαπολείπειν 与 συνεκτρέχειν 的逻辑主语为 τὴν κόλασιν。分词短语 τὸ κατʼ ἀξίαν ἀντιστρόφως ἀποδιδούσῃ 修饰 ἐκείνῃ(指代前文的恩德 τὴν χάριν),意指正如恩德给予嘉奖一样,惩罚亦反向给予罪行以应得的报应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:13-14