- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者提醒注意讨论的篇幅与限度,提蒙遂提出最后一个难问,即神罚因子孙承担祖辈罪责而显出的荒谬,并列举德尔斐为伊索之死所作的代际赔偿、亚历山大与阿加托克利斯的株连报复以及神话与各邦习俗,质问神明延迟之震怒的不公。
ἀλλὰ σκοπεῖτε τὸν λόγον ἔφην μὴ τοῦ καιροῦ πορρωτέρω πρόεισι καὶ ὁ Τίμων τυχόν1 ἔφη πρὸς τὸ μέλλον καὶ τὸ λειπόμενον αὐτῷ μῆκος ἤδη γὰρ ὥσπερ ἔφεδρον ἀνίστημι τὴν τελευταίαν ἀπορίαν, ἐπεὶ ταῖς πρώταις διηγώνισται μετρίως. ἃ γὰρ Εὐριπίδης ἐγκαλεῖ καὶ παρρησιάζεται πρὸς τοὺς θεούς, "τὰ τῶν τεκόντων σφάλματʼ εἰς τοὺς ἐκγόνους" τρέποντας, αἰτιᾶσθαι νόμιζε καὶ τοὺς σιωπῶντας ἡμῶν. εἴτε γὰρ οἱ δράσαντες αὐτοὶ δίκην ἔδοσαν, οὐδὲν ἔτι δεῖ κολάζειν τοὺς μὴ ἀδικήσαντας, ὅπου δὶς ἐπὶ τοῖς αὐτοῖς οὐδὲ τοὺς δράσαντας δίκαιον· εἴτε ῥᾳθυμίᾳ καταπροέμενοι τὴν τιμωρίαν ἐν τοῖς πονηροῖς ὀψὲ παρὰ τῶν ἀναιτίων εἰσπράττουσιν, οὐκ εὖ τὸ ἀδίκως τοῦ βραδέως ἀντιλαμβάνουσιν.2 οἷον ἐνταῦθα δήπουθεν λέγεται ἐλθεῖν Αἴσωπον, ἔχοντα παρὰ Κροίσου χρυσίον ὅπως θύσῃ τε τῷ θεῷ μεγαλοπρεπῶς καὶ Δελφῶν ἑκάστῳ διανείμῃ μνᾶς τέσσαρας· ὀργῆς δέ τινος, ὡς ἔοικε, καὶ διαφορᾶς αὐτῷ γενομένης πρὸς τοὺς αὐτόθι, τὴν μὲν θυσίαν ἐποιήσατο, τὰ δὲ χρήματʼ ἀνέπεμψεν εἰς Σάρδεις, ὡς οὐκ ἀξίων ὄντων ὠφεληθῆναι τῶν ἀνθρώπων οἱ δὲ συνθέντες αἰτίαν ἐπʼ αὐτὸν ἱεροσυλίας ἀπέκτειναν, ὤσαντες ἀπὸ τῆς πέτρας ἐκείνης ἣν Ὑάμπειαν καλοῦσιν. ἐκ δὲ τούτου λέγεται μηνῖσαν τὸ θεῖον αὐτοῖς ἀφορίαν τε γῆς ἐπαγαγεῖν καὶ νόσων ἀτόπων ἰδέαν πᾶσαν, ὥστε περιιόντας ἐν ταῖς Ἑλληνικαῖς πανηγύρεσι κηρύσσειν καὶ καλεῖν ἀεὶ τὸν βουλόμενον ὑπὲρ Αἰσώπου δίκην λαμβάνειν παρʼ αὐτῶν. τρίτῃ δὲ γενεᾷ Σάμιος Ἰάδμων ἀφίκετο, γένει μὲν οὐδὲν Αἰσώπῳ προσήκων ἀπόγονος δὲ τῶν πριαμένων αὐτὸν ἐν Σάμῳ γεγονώς· καὶ τούτῳ τινὰς δίκας δόντες οἱ Δελφοὶ τῶν κακῶν ἀπηλλάγησαν. ἐξ ἐκείνου δέ φασι καὶ τὴν τιμωρίαν τῶν ἱεροσύλων ἐπὶ τὴν Ναυπλίαν ἀπὸ τῆς Ὑαμπείας μετατεθῆναι. καὶ τὸν Ἀλέξανδρον οὐδʼ οἱ πάνυ φιλοῦντες, ὧν ἐσμεν καὶ ἡμεῖς, ἐπαινοῦσι, τὸ Βραγχιδῶν ἄστυ συγχέαντα καὶ διαφθείραντα πᾶσαν ἡλικίαν διὰ τὴν γενομένην τοῦ περὶ Μίλητον ἱεροῦ προδοσίαν ὑπὸ τῶν προπάππων αὐτῶν. Ἀγαθοκλῆς δʼ ὁ Συρακοσίων τύραννος, καὶ σὺν γέλωτι χλευάζων Κερκυραίους ἐρωτῶντας διὰ τί πορθοίη τὴν νῆσον αὐτῶν, ὅτι νὴ Δίʼ εἶπεν οἱ πατέρες ὑμῶν ὑπεδέξαντο τὸν Ὀδυσσέα. καὶ τῶν Ἰθακησίων ὁμοίως ἐγκαλούντων ὅτι πρόβατα λαμβάνουσιν αὐτῶν οἱ στρατιῶται, ὁ δʼ ὑμέτερος ἔφη βασιλεὺς ἐλθὼν πρὸς ἡμᾶς καὶ τὸν ποιμένα προσεξετύφλωσεν ἆρʼ οὖν οὐκ ἀτοπώτερος τούτων ὁ Ἀπόλλων, εἰ3 Φενεάτας ἀπόλλυσι τοὺς νῦν, ἐμφράξας τὸ βάραθρον καὶ κατακλύσας τὴν χώραν ἅπασαν αὐτῶν, ὅτι πρὸ χιλίων ἐτῶν, ὥς φασιν, ὁ Ἡρακλῆς ἀνασπάσας τὸν τρίποδα τὸν μαντικὸν εἰς Φενεὸν ἀπήνεγκε· Συβαρίταις δὲ φράζων ἀπόλυσιν τῶν κακῶν, ὅταν τρισὶν ὀλέθροις ἱλάσωνται τὸ μήνιμα τῆς Λευκαδίας Ἥρας; καὶ μὴν οὐ πολὺς χρόνος, ἀφʼ οὗ Λοκροὶ πέμποντες εἰς Τροίαν πέπαυνται τὰς παρθένους, "αἳ καὶ ἀναμπέχονοι γυμνοῖς ποσὶν ἠύτε δοῦλαι ἠοῖαι σαίρεσκον Ἀθηναίης περὶ βωμόν, νόσφι κρηδέμνοιο, καὶ εἰ βαρὺ γῆρας ἱκάνοι," διὰ τὴν Αἴαντος ἀκολασίαν. ποῦ δὴ ταῦτα τὸ εὔλογον ἴσχει καὶ δίκαιον; οὐδὲ γὰρ Θρᾷκας ἐπαινοῦμεν, ὅτι στίζουσιν ἄχρι νῦν, τιμωροῦντες Ὀρφεῖ, τὰς αὑτῶν γυναῖκας· οὐδὲ τοὺς περὶ Ἠριδανὸν βαρβάρους, μελανοφοροῦντας ἐπὶ πένθει τοῦ Φαέθοντος, ὥσπερ λέγουσιν. ἔτι δʼ ἂν οἶμαι γελοιότερον ἦν εἰ, τῶν τότʼ ἀνθρώπων, ὅτε διεφθάρη Φαέθων, παραμελησάντων, οἱ πέντε γενεαῖς ἢ δέκα τοῦ πάθους ὕστερον γεγονότες ἤρξαντο τὴν ἐσθῆτα μεταβάλλειν ἐπʼ αὐτῷ καὶ πενθεῖν. καίτοι τοῦτʼ ἀβελτερίαν μὲν ἔχει μόνον οὐδὲν δὲ δεινὸν οὐδʼ ἀνήκεστον αἱ δὲ τῶν θεῶν ὀργαὶ τίνι λόγῳ παραχρῆμα δυόμεναι καθάπερ ἔνιοι τῶν ποταμῶν, εἶθʼ ὕστερον ἐπʼ ἄλλους ἀναφερόμεναι πρὸς ἐσχάτας συμφορὰς τελευτῶσιν;
“然而请留意,”我说,“讨论是否已超出了恰当的限度。” 提蒙说道:“或许如此,鉴于未来的论题以及留给它的篇幅。因为先前那些难题已大致交锋完毕,我现在正如调出待命的替补角力者一般,提出最后的疑难。因为欧里庇得斯指责并放胆直陈神明 ‘将父母的过错转嫁于后代’; 你要认为,我们当中保持沉默的人亦有同感。因为若作恶者本人已受到惩处,便断无理由再去惩罚未曾作恶之人,毕竟就同样的罪行而言,即便对作恶者本身施以双重惩罚亦非公正;或者,神明若因怠惰而错失了对恶人的惩罚,事后却从无辜者身上索取,那么他们以不义代替迟缓,实属作了不智的抵偿。 例如,人们相传伊索曾来到德尔斐,携带着来自克罗伊索斯的黄金,既为了向神明献上壮丽的祭礼,又为了向德尔斐人每人分发四明纳;但据看来,由于他与当地人之间产生某种愤怒和纠纷,他虽献了祭,却将款项送回萨耳狄斯,视这些人不配领受恩惠。德尔斐人便罗织了一条亵渎神庙的罪名加之于他,将他从那块被称为许安佩亚的悬崖上推下杀害。据说此后神明向他们震怒,降下土地的不毛与各种罕见的疾病,以致他们不得不巡历希腊各处的盛会,四处呼告并延请任何愿意为伊索向他们索取赔偿之人。直至第三代,萨摩斯人亚德蒙才来到,他虽与伊索在血缘上毫无干系,却是当年在萨摩斯买下伊索之人的后裔;德尔斐人向他赔付了一定罚金,才免除了祸患。人们说自那以后,处决渎圣者的地点也从许安佩亚迁往瑙普利亚。 即使是包括我们自己在内的亚历山大的热烈爱戴者,也不赞同他夷平布兰奇代城、屠杀所有年龄之人,只因其曾祖辈曾背叛了米利都附近的圣所。 而叙拉古僭主阿加托克利斯在嘲笑询问为何洗劫其岛屿的克基拉人时,笑着说道: ‘凭宙斯起誓,因为你们的先辈接待了奥德修斯。’ 当伊萨卡人同样指控他的士兵掠夺其羊群时,他又说: ‘而你们的国王来到我们那里,甚至挖出了我们牧人的眼睛!’ 既然如此,阿波罗若因为据说一千年前赫拉克勒斯拔出预言三脚祭坛带往费涅奥斯,如今便堵塞地罅、淹没其全境,以此毁灭现在的费涅奥斯人;或者对叙巴里斯人宣称,唯有以三次灭绝平息琉卡斯赫拉的愤怒,其灾祸方得解脱,岂非比那些僭主更加不可理喻?再者,洛克里斯人停止向特洛伊送去少女,也还是不久前的事: ‘她们不着外袍、赤足如婢仆, 清晨打扫在雅典娜的祭坛周遭, 未覆头纱,纵使沉重的暮年降临,’ 全因埃阿斯的肆虐非为。在这些事情中,合理与正义究竟在何处?因为我们既不称赞色雷斯人至今仍在自己妻子身上刺青以替俄耳甫斯报仇,也不赞赏如人们所说厄里达诺斯河一带的蛮族为哀悼法厄同而着黑衣。而且我认为,设若当年法厄同丧生时的人们未加理会,而在灾难发生五代或十代之后出生的人反倒开始为他改换服饰、服丧哀悼,那将更为可笑。然而这充其量不过显出愚蠢,并无任何可怖或无法挽回之处;但神明的震怒究竟依循何种道理,竟如某些河流一般当即潜入地下,随后却在他人身上涌现出来,并以极端的灾祸收场?”
- 12τυχόν
中性单数分词无人称使用的独立宾格(副词性宾格),意为“或许”、“可能”(ἴσως)。它承接前文关于讨论是否进展过甚(τοῦ καιροῦ πορρωτέρω πρόεισι)的疑虑,并与后文由 πρός(鉴于、照着)引导的介词短语相呼应。
- 12οὐκ εὖ τὸ ἀδίκως τοῦ βραδέως ἀντιλαμβάνουσιν
动词 ἀντιλαμβάνω 在此带有交换或补偿之意,采用“以属格代价值换取宾格物”的句式。加中性冠词而名词化的副词 τοῦ βραδέως(迟缓)作表示交换的属格,τὸ ἀδίκως(不义)作受领的宾格,全句表明“若以不义来代替迟缓,神明实未作出一笔好交易”。
- 557cἆρʼ οὖν οὐκ ἀτοπώτερος τούτων ὁ Ἀπόλλων, εἰ
由比较级 ἀτοπώτερος 及表示比较对象的属格 τούτων(指前述僭主们的行径)构成的修辞反问句。语气小词 ἆρʼ οὐκ 引出强烈的肯定预设(“难道不是更加荒谬吗?”)。后接的 εἰ 条件从句接直陈式,将神谕和神话传说中所知的作为作为既定前提提出,而非反事实假设。
